330
ὑπὸ Ῥωμαίων κοινῇ πολεμουμένῳ διὰ φθόνον, καὶ πρότερον μὲν χρόνον ἤδη πολὺν ἐπὶ Τριβαλοὺς ὑπερορίῳ διατρίψαντι, νυνὶ δὲ ἤδη θεοῦ τοῦ μεγάλου πρὸς τὴν Ῥωμαίων ἐπανήκοντι συναιρομένου, καὶ πόλεις πολλὰς καὶ χώραν οὐκ ὀλίγην, ὡς ἀκούομεν, ὑφ' ἑαυτῷ πεποιημένῳ. συμβαίνει δὲ, ὥσπερ ὁρῶμεν, ἐκεῖνόν τε οὐδὲν ἡμῶν ἀπολελαυκέναι τῆς δυνάμεως, καὶ ἡμᾶς εἰκῆ καὶ μάτην τὸν τοσοῦτον πλοῦν καὶ τὴν δαπάνην πεποιῆσθαι. τὸ μὲν οὖν ὑπὲρ ἐκείνου κινδυνεύειν, ὡς ῥᾳστώνης πάσης ἥδιον καὶ πολλὴν ἡμῖν οἴσει τὴν εὐδοξίαν καὶ τὸ θαυμάζεσθαι παρὰ πάντων, καὶ ὑμεῖς ἔργοις αὐτοῖς ἐμοὶ συμμαρτυρεῖτε. προθυμότατα γὰρ συνεστρατεύσατε καὶ οὐκ ἀναγκαζόμενοι ὑπ' ἐμοῦ, ἀλλ' εἰ δεῖ τι καὶ μεῖζον εἰπεῖν, 2.387 ἐπὶ τοῦτό με αὐτοὶ παρακαλοῦντες. ἐγὼ δὲ τόγε εἰς ἐμὲ ἧκον, οὔτε εὐδοξίας χάριν, οὔτε κέρδους τινὸς ἐπιθυμίᾳ τὸ ὑπὲρ ἐκείνου πονεῖν καὶ κινδυνεύειν ᾕρημαι, ἀλλ' ἀνάγκην ἔχω πάσης βιαιοτέραν, ὥσπερ ὑπὲρ ἐμαυτοῦ ἀμύνεσθαι τοὺς ἐπιόντας καὶ τῆς φίλης ἀντέχεσθαι ζωῆς μέχρι καὶ τοῦ δυνατοῦ. οὐ γὰρ ὥσπερ οἱ πολλοὶ τὸ βασιλέως φίλος προσαγορεύεσθαι εἱλόμην μόνον, ἀλλ' οὕτως αὐτῷ συντέτηκα, ὥστ' εἰ συμβαίη τῶν ἀνηκέστων ἐκεῖνόν τι παθεῖν, ἀβίωτον ἡγησόμενος τὸν βίον καὶ αὐτός. καὶ διὰ ταύτην τὴν φιλίαν βασιλεῖ τε τῷ Ἀνδρονίκῳ πρὸς τὸν κατὰ Λέσβου καὶ Φωκαίας πόλεμον συνεπολέμησα χρόνον οὐκ ὀλίγον, καὶ πρότερον ἑνὸς ἔτους ὀγδοήκοντα καὶ τριακοσίαις ναυσὶ διέβην ἐπὶ Θρᾴκην, γνώμην ἔχων, ὡς πᾶσι μαχούμενος ἀνθρώποις καὶ πᾶσαν κάκωσιν οἴσων καὶ αὐτὸς, ἄχρις ἂν πρὸς τὴν οἰκείαν ἐπαναγάγω, ὥσπερ ἴστε καὶ αὐτοὶ συστρατευόμενοι. νυνὶ δὲ ἐν τούτῳ καθέστηκε τὰ πράγματα ἡμῖν, ὥσθ' ἡμᾶς μὲν ὑπὸ τῶν ἀνέμων ἐνταῦθα κατεχομένους, ἀπράκτους εἶναι, ἐκεῖνον δὲ ὑπὸ Ῥωμαίων, ὡς ἀκούομεν, πολιορκεῖσθαι. δέδοικα δὲ, μὴ καί τι τῶν ἀνηκέστων συμβῇ περὶ αὐτόν. εἰκὸς γὰρ καὶ χρημάτων ἀπορεῖν καὶ στρατιᾶς ἀξιομάχου πρὸς τοὺς πολεμίους, ἄρτι ἐκ τῆς πλάνης ἐπανήκοντα, καὶ οὐκ ἐξαρκοῦντος τοῦ καιροῦ πρὸς τὸ δύναμιν κτήσασθαι βεβαίαν. οἱ πολέμιοι δὲ καὶ ὅπλοις βιάζεσθαι δύναιντ' ἂν, ὄν 2.388 τες πολλοὶ, καὶ χρήμασι τοὺς συνόντας διαφθείρειν, τῶν κοινῶν Ῥωμαίοις χρημάτων ὑπ' ἐξουσίαν Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ κειμένων, καὶ πάντα ἀναλώσοντι ἀφειδῶς, ἵνα μόνον βασιλέως περιγένοιτο. οἶδε γὰρ σαφέστατα, ὡς, ἕως μὲν ἂν ἐκεῖνος περιῇ, ἄπιστος αὐτῷ τῶν Ῥωμαίων ἡ ἡγεμονία καὶ ἀμφίβολος, πάντων τῶν ἀρίστων ὑπ' ἐκείνου μᾶλλον αἱρουμένων ἄρχεσθαι. ἂν δ' ἐκεῖνος τρόπῳ δή τινι ἐξ ἀνθρώπων οἴχοιτο, βεβαίαν εἰς τὸν ἔπειτα αὐτῷ ἐσομένην χρόνον τὴν ἀρχήν· δι' ἃ συμπάντων χρημάτων ἀφειδήσει. ἃ πάντα ἐννοοῦντας, ταχεῖαν ποιεῖσθαι τὴν βοήθειαν προσῆκον. ἄν τε γὰρ ἀπόληται βασιλεὺς ὑπὸ τῶν πολεμίων περισχόντων, οὐδεμίαν ἡμῖν ἀθυμίας καὶ λύπης ὑπερβολὴν ἐλλείψει πρὸς τῷ καὶ κακῶς ἀκούειν ὑπὸ πάντων, ὅτι ἀνανδρίᾳ καὶ μαλακίᾳ τῇ περὶ τοὺς πόνους καταπροδέδοται τοῖς πολεμίοις ἡμῖν ὁ φίλος. ἄν τε περιγένηται ἡμῶν χωρὶς, τὸ μεῖζον τῆς φιλοτιμίας παρῃρήμεθα. τὸ μὲν οὖν πρὸς ἀνέμους ἀντιπνέοντας καὶ θάλασσαν ἐξοιδοῦσαν καὶ μαινομένην ἀπομάχεσθαι, μελαγχολώντων σαφῶς καὶ θανατώντων ἐπ' οὐδεμιᾷ φιλοτιμίᾳ. ὅθεν οὐδὲ πρὸς τοσοῦτον κίνδυνον ἀποδύεσθαι ὑμᾶς κελεύω. ἑτέραν δὲ ὑφηγήσομαι αὐτὸς, πόνον μὲν ὀλίγον ἔχουσαν, εὔκλειαν δὲ καὶ εὐδοξίαν ἀκροτάτην. τριῶν γὰρ τῶν μεγίστων δείγματα ἡμῖν ἐξενεγκεῖν ἐξέσται, ἀνδρίας καὶ δικαιοσύνης καὶ φρονήσεως. τὸ μὲν γὰρ ὑπὸ τῶν ἀνέμων καὶ θαλάσσης κωλυομένους ἑτέραν ἐξευρεῖν ὁδὸν, δι' ἧς ἡμῖν ἀνυσθείη τὸ 2.389 προκείμενον, φρονήσεως δικαίως ἄν τις τιθείη· δικαιοσύνης δὲ, τὸ πάντα χρήματα ἡγήσασθαι δεύτερα τῆς τοῦ φίλου σωτηρίας· ἀνδρίας δ', ὅτι οὔθ' ἡ περὶ τὴν ὁδοιπορίαν οὖσαν μακρὰν ταλαιπωρία, οὔθ' ὅτι διὰ πολλῶν ἐθνῶν, οἳ μέλλουσιν ἡμῖν μαχεῖσθαι, διιέναι μέλλοντες, ἀπέστημεν τοῦ δέοντος καταπλαγέντες. τί οὖν ἐστιν ὃ λέγω; ὡς ἐπεὶ ταῖς ναυσὶν ἀδυνατοῦμεν εἰς Μακεδονίαν ἔρχεσθαι, ταύτας μὲν ὡς ἀχρήστους ἐνταυθοῖ πυρὶ καταπιμπρᾷν,