330
μεγάλου πεζοῦ, ὁ μὲν Πομπήιος ὑπ' ἐκείνου ἐπλήγη τὴν χεῖρα, ἐκεῖνος δὲ ὑπὸ Πομπηίου αὐτὴν ἀπεκόπη. ἑνωθεὶς δὲ τῷ Μετέλλῳ ἐτίμησε τὸν ανδρα καὶ ἐτιμήθη. ̓Αλλὰ τοῦ Σερτωρίου δολοφονηθέντος ὑπὸ τῶν φίλων, Περπέννας ὁ τῶν αὐτοῦ ἡγεμόνων κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ ποιεῖν ὁμοίως, τὰς ἐκείνου δυνάμεις περιβαλόμενος. ἀλλ' ὁ Πομπήιος ἀντιταξάμενος αὐτῷ ἐκράτησε πάντων· καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ, αὐτὸν δὲ τὸν Περπένναν ἑαλωκότα ζωὸν ἀπέκτεινε. καὶ 2.345 προσμείνας ἐκεῖ καὶ καταστήσας τὰ πράγματα καὶ κατασβέσας τὰς ταραχὰς εἰς ̓Ιταλίαν ἀπήγαγε τὸν στρατόν. ην δ' ὑποψία καὶ δέος ὡς οὐ προήσεται τὸ στράτευμα, δι' οπλων δὲ βαδιεῖται μοναρχίας κατάρχων. ὁ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν, ἀφήσειν τὸ στράτευμα φήσας μετὰ τὸν θρίαμβον. εν δ' ετι οἱ βασκαίνοντες αὐτὸν ᾐτιῶντο, οτι τῷ δήμῳ μᾶλλον η τῇ βουλῇ προσένεμεν ἑαυτόν· οπερ ην ἀληθές. οὐ γὰρ εστιν ουτινος ἐμμανέστερον ὁ ̔Ρωμαίων ἠράσθη δῆμος. ἐψηφίσθη γοῦν αὐτῷ ὑπατεία καὶ δεύτερος θρίαμβος· συνυπατεύειν δὲ αὐτῷ καὶ ὁ Κράσσος ἐψηφίσθη αὐτοῦ σπουδάσαντος. ἀλλ' ἀποδειχθέντες υπατοι διεφέροντο, καὶ ἐν μὲν τῇ βουλῇ ὁ Κράσσος ισχυε μᾶλλον, παρὰ δὲ τῷ δήμῳ ἐκράτει Πομπήιος. παρῃτήσατο δὲ καὶ τὴν στρατηγίαν· καὶ εθους οντος τοῖς ̔Ρωμαίοις ἱππεῦσιν, οταν στρατεύσωνται τὸν νόμιμον χρόνον, αγειν τὸν ιππον εἰς ἀγορὰν ἐπὶ τοὺς τιμητάς, καταριθμεῖσθαί τε τῶν στρατηγῶν καὶ αὐτοκρατόρων εκαστον ὑφ' οις ἐστρατεύσαντο, καὶ εὐθύνας διδόναι τῆς στρατείας καὶ ουτως ἀφίεσθαι, νεμομένης τιμῆς η ἀτιμίας προσηκούσης τοῖς βίοις ἑκάστων, τότε προεκάθηντο μὲν οἱ τιμηταὶ καὶ οἱ ἱππεῖς παρῄεσαν ἐξεταζόμενοι, ωφθη δὲ καὶ Πομπήιος εἰς τὴν ἀγορὰν τὰ μὲν αλλα παράσημα τῆς ἀρχῆς εχων, αὐτὸς δ' αγων τὸν ιππον διὰ χειρός. ην δὲ τοῦ δήμου θαῦμα καὶ σιωπή. ειτα ὁ εις τῶν τιμητῶν "πυνθάνομαί σου" ειπεν "ω Πομπήιε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας." ὁ δὲ μεγάλῃ φωνῇ "ἐστράτευμαι" ἀπεκρίνατο, "καὶ πάσας ὑπ' ἐμαυτῷ αὐτοκράτορι." πρὸς τοῦτο ὁ δῆμος ἐξέκραγε, καὶ οἱ τιμηταὶ τοῖς πολίταις χαριζόμενοι ἀναστάντες προέπεμπον αὐτὸν οικαδε. 2.346 Ηδη δὲ τῆς ἀρχῆς περανθείσης ἀπέθετο αὐτὴν ὁ Πομπήιος. καὶ μετὰ ταῦτα ὁ πειρατικὸς αὐτῷ ἀνετέθη πόλεμος. ωρμητο μὲν γὰρ ἡ πειρατικὴ δύναμις ἐκ Κιλικίας, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ταῖς βασιλικαῖς ὑπηρεσίαις χρήσασα ἑαυτήν· ειτα ̔Ρωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις συμπεσόντων ἀλλήλοις, ἀφύλακτος ουσα ἡ θάλασσα κατ' ὀλίγον αὐτοὺς ἐφειλκύσατο· καὶ δύναμιν σχόντες οὐ τοῖς πλέουσιν ἐπετίθεντο μόνον, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους παρεσπῶντο. ἐγένοντο δ' ουν αἱ μὲν λῃστρικαὶ νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι ὑπ' αὐτῶν πόλεις ὑπὲρ τετρακοσίας. πολλὰ δὲ καὶ τῶν ἀβάτων ἐξέκοψαν ἱερῶν, ἐνύβριζον δὲ καὶ τοῖς ̔Ρωμαίοις. ὁπότε γάρ τις ἁλοὺς ἀνεβόησε ̔Ρωμαῖος ειναι, ἐκπεπλῆχθαι προσποιούμενοι καὶ δεδιέναι, τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ· καὶ οἱ μὲν ὑπέδουν αὐτὸν κάλτια, οἱ δὲ τήβεννον περιέβαλλον, ουτω τε κατειρωνευσάμενοι τέλος ἐν μέσῳ πελάγει κλίμακα προβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα· εἰ δὲ μὴ βούλοιτο, ὠθοῦντες αὐτὸν κατέδυον. Πάσης δὲ θαλάσσης ἀπλώτου τοῖς ἐμπόροις ουσης, σπάνις ην τῶν ἀναγκαίων ἐν τῇ ἀγορᾷ. δόξαν δὲ τὸν Πομπήιον ἐκπέμψαι κατὰ τῶν πειρατῶν, Γαβίνιος εις τῶν Πομπηίου συνήθων εγραψε νόμον οὐ ναυαρχίαν, αντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα. ἐδίδου γὰρ ὁ νόμος αὐτῷ ἀρχὴν τῆς ἐντὸς ̔Ηρακλείων στηλῶν θαλάσσης, ἠπείρου δὲ πάσης ἀπὸ θαλάσσης ἐπὶ τετρακόσια στάδια, καὶ πεντεκαίδεκα πρεσβευτὰς ἐκ τῆς βουλῆς ἑλέσθαι ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ τῶν τελῶν 2.347 οσα βούλοιτο, καὶ ναῦς διακοσίας. ταῦτα ὁ μὲν δῆμος προθύμως ἐδέξατο· οἱ δὲ τῆς συγκλήτου περιφανέστεροι φόβου αξιον ἐνόμιζον τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον, καὶ ἀντέλεγον, πλὴν Καίσαρος· ουτος δὲ συνηγόρει τῷ νόμῳ, οὐ διὰ τὸν