330
πάντα τὰ ὡραῖα τῆς γῆς ὡραΐσθητε. αἰδοῦνται ὑμᾶς καὶ ἄγγελοι, περιέπουσιν ὑμᾶς καὶ ἀρχάγγελοι, προύχουσαι ὑμεῖς βασιλίδες ἐν οὐρανοῖς, ὑπεράνω πασῶν μητέρων καὶ θυγατέρων τῶν ἀπὸ σαρκὸς ἐρχομένων. Οὐκοῦν χαίρετε καὶ συγχαίρετε ἀλλήλαις, τὰ ἐπίπονα ἐντεῦθεν τῆς ἀσκήσεως εἴτουν θαλαμεύσεως φέρουσαι εὐψύχως, εἰδυῖαι ὅτι πᾶσα σὰρξ χόρτος, πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου, πᾶσαί τε ἐπιθυμίαι τοῦ αἰῶνος τούτου ἐκ φθορᾶς καὶ εἰς φθορὰν καταλήγουσαι, μόνον δὲ ὑμῶν ὁ ἔρως καὶ ἡ ἐπιθυμία ἄπειρος καὶ ἄφθαρτος. μικρὸν λοιπὸν ὅσον ὅσον ἀναμείνατε, ὑπομείνατε, ὑποτασσόμεναι μὲν ὑμεῖς τῇ κυρίᾳ τῇ πρωτονύμφῳ καλῶς καὶ εὐηκόως, τὰ τοῦ νυμφίου Χριστοῦ ἐρωτικὰ ἰδιώματα καὶ φυλάγματα ἐπιταττούσῃ, αὐτὴ δὲ κυρία ὡς νυμφιοφόρος καὶ τὴν ψυχὴν προϊεμένη, μὴ ὅτι γέ τι τῶν ἄλλων, εἰς περιποίησιν τῶν νεανίδων, οὐ λέγω ψυχῆς μόνης, ἀλλὰ καὶ σώματος, πληροῦσα τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· ὀμειρόμενοι εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν καὶ περὶ ἡμῶν αἰτεῖσθε τὴν σωτηρίαν τῆς ταπεινῆς ἡμῶν ψυχῆς, ἵνα οἷς ἐνουθετήσαμεν νενουθετήμεθα καὶ σῳζοίμεθα πάντες ἀπὸ τοῦ πονηροῦ.
τ507-556 {1ΑΡΧΗ ΒΙΒΛΙΟΥ ∆ʹ 507 Φιλοθέῳ κτήτορι}1 Εὐαπόδεκτα τὰ γράμματα τῆς τιμιότητός σου καὶ θεῷ καὶ εὐσεβεῖ ἀνθρώπῳ, ὅτι ἐν τῷ παρόντι καιρῷ, ἐφ' ᾧ νυκτομαχία αἱρετικὴ καὶ ζάλη ἀπιστίας, δήλωσιν ἡμῖν ἐποιήσατο ὅτι ὥσπερ τις ἀστὴρ φαίνοις ἐν τοῖς αὐτόθι, μὴ ζοφωθεὶς τῇ αἱρετικῇ κοινωνίᾳ μηδὲ μὴν ὑποβρύχιος γεγονὼς τῷ τῆς ἀπιστίας σάλῳ. καὶ εὐλογητὸς Κύριος, ὃς ἔχει καὶ ἐν τῷ λαϊκῷ τάγματι τοὺς ἀντεχομένους τοῦ νόμου αὐτοῦ κατὰ τὴν νῦν σύγχυσιν καὶ ἀνατροπὴν τῆς ὀρθοδοξίας. μακάριος εἶ, ἀδελφὲ τιμιώτατε, καὶ ὄντως φερωνύμως σοι ἡ κλῆσις, ὅτι καὶ θεὸν πεφίληκας καὶ τὴν παρακαταθήκην τῆς πίστεως πεφρούρηκας. Ἀπήγγειλας δὲ ἐν τοῖς γράμμασιν οὕτως καὶ οὕτως ἦχθαί σε ὑπὸ τῶν μακαρίων πατέρων ἐκείνων, τῶν τέλει χρηστῷ ἐκδημησάντων πρὸς Κύριον, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. καὶ εὖ ἂν ἔχοι, καὶ τοῦτο τοῦ διαπύρου σου ζήλου ἰδίωμα. ἐπειδὴ δὲ τῇ ἐκδημίᾳ ἐκείνων οἷα ἀπορφανισθεὶς ἐπεζήτησας πάλιν πρὸς τῆς ταπεινώσεως ἡμῶν στοιχειωθῆναι, ἡμεῖς μὲν εὐτελεῖς καὶ οὐδαμινοί, ὅμως, ἐπεὶ γέγραπται ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, διὰ ταύτην τὴν ἐν Κυρίῳ ἀγάπην ὑπείκομεν καὶ προσιέμεθα τὴν ἀνάθεσίν σου, καλὴν οὖσαν τῷ ὄντι καὶ ἐπαινετήν. τὸ μὲν οὖν ἀπέχεσθαί σε παντάπασιν τῆς αἱρετικῆς κοινωνίας καὶ ἠγωνίσω καὶ ἀπέσχου, ὡς φῆς, χάριτι Χριστοῦ, καὶ ἔτι ἀπόσχου· οὕτω γὰρ δείξειας τὸ πρὸς τὸν θεόν σου φιλητὸν καὶ κοινωνικόν· ἡ γὰρ ἐναντία κοινωνία διίστησιν ἀπὸ Χριστοῦ. εἰς ἃ δὲ ἀναγκάζεσθε ὑπὸ τοῦ στρατηγοῦντος, εἴς τε τὸ συμψάλλειν τοῖς αἱρετικοῖς καὶ τὰ πρὸς αὐτῶν σφραγιζόμενα βρώματα ἐσθίειν, ὡς οὐκ ἂν ἄλλως δύνασθαι τὸν κύριον τὸν στρατηγὸν ἀκινδύνως διελθεῖν, καὶ πρὸς τοῦτο οὐκ ἔχομεν εὐπετῶς ἀποκρίνεσθαι· διότι ἡ ἀκρίβεια ἀπείργει παντάπασιν ἀμέθεκτον εἶναι τῶν ἑτεροδόξων τὸν ὀρθόφρονα καὶ μήτε ἐν βρώσει μήτε ἐν πόσει μήτε ἐν σχέσει συνέρχεσθαι αὐτοῖς. Ταῦτα εἰδυῖα ἡ χρηστότης σου ἐχέσθω τοῦ ἀγαθοῦ αὐτῆς ζήλου, ἐποικοδομοῦσα τῷ καλῷ θεμελίῳ τὰς τῆς ἀκριβείας χρυσοειδεῖς ἐνδομήσεις, εὐχομένη καὶ ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν. 508 {1Εἰρήνῃ πατρικίᾳ}1 Ἐπειδὴ προσηγόρευσας ἡμᾶς τοὺς ταπεινούς, κυρία, διὰ τοῦ αἰδεσιμωτάτου πρεσβυτέρου, ἀμειβόμεθα τὴν προσηγορίαν γράμμασιν, ἀποδεχόμενοί σου τὴν καλὴν πίστιν καὶ τὴν θερμὴν πεποίθησιν,