τὸσεμνὸν τοῦ χίλια πλήρους ὄντος καὶ τελείου ἀριθμοῦ. Τούτῳ τῷ λόγῳ καὶ ἡ τοῦ Πέλοπος ἐπικράτεια Πελοπόννησος ἐκλήθη, καὶ ταῦτα μὴ νῆσος ἀκριβῶς,ἀλλὰ χερόννησος οὖσα. ὡς γὰρ ὁ εἰπὼν χιλιόναυν τὸν ῥηθέντα στόλον οὐκἐξέκλινε τὸ παρὰ βραχὺ ἀκριβώσασθαι, οὕτω καὶ ὁ τὴν Πελοπόννησον ὀνομάσας 1.530 βραχύ τι πρὸς τὸ ἀκριβὲς καὶ εἰς τὸ πᾶν ἀληθὲς ἐνέλειψεν, οὐ προσλογισάμενοςτῶν τεσσαράκοντα σταδίων τὸν ἰσθμόν, ἀλλὰ διὰ τὴν πέριξ πολλὴν θάλασσαν,ὡς ὅλην νησιζομένην θεωρήσας τὴν τοῦ Πέλοπος. Τοιοῦτον δέ τι καὶ παρ'Ἡροδότῳ τὸ «χρυσοῦ στατήρων ∆αρεικῶν μυριάδας τετρακοσίας ἐπιδεούσαςἑπτὰ χιλιάδων». προέκρινε γὰρ στενολογῆσαι δι' ἐντελοῦς ἀριθμοῦ καὶβραχείας ἐπισημασίας ἤπερ τραπεζιτεῦσαι χύδην καὶ εἰπεῖν στατήρων μυριάδαςτριακοσίας καὶ χιλιάδας ἐνενήκοντα καὶ τρεῖς. Ἰστέον δέ, ὅτι τὸ ῥηθὲν καταστατικὸν καὶ ἀνακεφαλαιωτικὸν καὶ συμπληρωτικὸν σχῆμα τὸ «οὗτοι ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν» ἀφορισμὸν οἱ παλαιοὶ ῥήτορες ὀνομάζουσι λέγοντεςκαί, ὅτι συνεκεφαλαιώσατο ἐνταῦθα ὁ ποιητὴς τὸν Κατάλογον, τῶν μὲνεἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργαζόμενος. (ῃ. 761-70)Ὅτι τῷ Καταλόγῳ μὲν ἐγχειρῶν πάσας τὰς Μούσας ἀνεκαλέσατο, ἐνταῦθα δὲθέλων μαθεῖν, εἶτα εἰπεῖν, τίς ὁ κρείττων ἔν τε τοῖς ∆αναοῖς, ἔν τε τοῖς αὐτῶνἵπποις, ὅπερ οὐ μέγα ἦν, μίαν ἐρωτᾷ Μοῦσαν λέγων· «τίς ἄρα τούτων ὄχα ἄριστος ἦν, σύ μοι ἔννεπε, Μοῦσα, αὐτῶν καὶ ἵππων». εἶτα δῆθεν ἡ Μοῦσα διὰ τὸσυνεχὲς τοῦ λόγου τοὺς μὲν ἄνδρας παριππεύσασα, οἳ πρῶτοι κεῖνται ἐν τῷ»αὐτῶν καὶ ἵππων» καὶ ἐν τῷ «τίς τούτων ἄριστος ἦν», τῶν δὲ ἵππων γενομένη,εἰς οὓς ἡ ἐρώτησις κατέληξε, φησίν· «ἵπποι μὲν μέγ' ἄρισται ἦσαν Φηρητιάδαο,[τάς», ὅ ἐστιν] ἅς, «Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς, ὄτριχας, οἰέτεας,σταφύλῃ ἐπὶ νῶτον ἐΐσας, τὰς ἐν Πηρείῃ θρέψεν Ἀπόλλων ἄμφω θηλείας,φόβον Ἄρεος φορεούσας. ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρ'Ἀχιλλεὺς μήνιεν· ὃ γάρ», ἤγουν οὗτος, «πολὺ φέρτερος ἦεν, ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλείωνα», ἤτοι τὸν αὐτὸν Ἀχιλλέα. ὤκνησε γὰρ δι' ἀντωνυμίαςδηλῶσαι αὐτόν. (ῃ. 770) ∆ῆλον δὲ πάντως ἐκ τῶν εἰρημένων, ὅτι μετὰ τὸν Ἀχιλλέα καὶ τοὺς αὐτοῦ ἵππους ὁ Αἴας καὶ αἱ ἵπποι τοῦ Εὐμήλου εἰς ἀριστεῖον ἐγκρίνονται. (ῃ. 763) Ἀξιοῖ δὲ λόγου τοὺς ἀρίστους τῶν ἵππων, φιλῶν καὶ αὐτούς,καθὰ καὶ τοὺς ἀριστεῖς, καὶ καθάπερ τὰ ἐν ὅπλοις διαφέροντα πολλαχοῦ ἐν λόγῳτίθεται, οἷον Ἀγαμέμνονος θώρακα, σάκος Αἴαντος, ἑτέρου τινὸς κυνέην ἢἄλλο τι, -τὴν γὰρ Ἀχιλλέως πανοπλίαν τί χρὴ καὶ λέγειν; τὸ τῆς Ἰλιάδος δαιδάλεον ἔργον-οὕτω καὶ τοὺς κρείττους τῶν ἵππων οἷά τι καὶ αὐτοὺςὅπλον φυλοκρινεῖ. εἰ γὰρ λόγου ἄξιος πέλεκυς τομὸς ὀφέλλων ἀνδρὸς ἐρωήν, πῶςοὐκ ἂν λόγοις μέλοιτο ἵππος στρατιωτικός, οὐ μόνον ὀχῶν τὸν ἐπιβάτην, ἀλλὰμονονουχὶ καὶ συνεργαζόμενος τὰς ἀριστείας αὐτῷ; Καλῶς οὖν Πέρσαικρίναντες οὐδεμίαν ὁδὸν ἤνυον πεζῇ, ἀλλ' ἐφ' ἵππων. οἱ δ' αὐτοὶ καὶ ἱερὸν Ἡλίῳτὸν ἵππον νομίσαντες ἔθυον ἵππον ἐκείνῳ, τῷ ταχυτάτῳ, φασί, τὸ ἐν ζῴοις τάχιστον. Ἡ δὲ ποίησις οὐκ ὤκνησε τὸν Ποσειδῶνα τῷ ἐκεῖθεν ἐπιθέτῳ σεμνῦναι· 1.531 ἵππιος γάρ· καὶ κυριωνυμίαι δὲ μυρίαι φιλοῦσιν ἐκεῖθεν ἐλλάμπεσθαι, οἷον ἡπεριᾳδομένη Ἱπποδάμεια, ὁ Ἱπποκόων, ὁ Μακεδὼν Φίλιππος, ὁ σοφὸς Ἱππαρχός, ὁ Ἱππίας, οὗ ὁ Πεισίστρατος, καὶ λοιπαὶ στίχες ὀνομάτων σεμνῶν ἵπποις, ὡς ἂν εἴπῃ τις, ἔποχοι. καὶ τῶν πολεμικῶν δὲ ταγμάτων τὸ ἐξέχον οἱἱππόται ἦσαν. καὶ ταῦτα μὲν μέχρι τοσούτου, ἵνα μὴ ὁ πλείων περὶ τῶν ἵππωνλόγος τῆς ἐν σκοπῷ τροχιᾶς τὴν γραφὴν ἀπαγάγῃ. Σημείωσαι δέ, ὅτι Μούσαςἐν τῇ καταρχῇ τῆς Βοιωτίας ἐρωτήσας, ἐνταῦθα δὲ Μοῦσαν, οὐκέτι καὶ ἐν τῷ Τρωϊκῷ Καταλόγῳ τοιοῦτόν τι ποιήσει, οὐδὲ ἀξιώσει κατὰ τοὺς παλαιοὺς Μοῦσαν ἐπὶ Τρώων καλεῖν. αἴτιον δὲ ὅτι Ἕλληνες μέν, φασίν, ἐφάμιλλοι, Ἕκτωρ δὲ ἄριστος.