λέξεως ἐν τῷ «ἐκέλευσεν Ἕκτωρ ἵππους ἐς πόλεμον πεπληγέμεν». (ῃ. 727) Ὅτι δὲ κελεύειν οὐχ' ἁπλῶς τὸ ἐπιτάσσειν κοινότερον ἀλλά ποτε καὶ λέξις ἐστὶ ναυτική, δηλοῖ μὲν καὶ ὁ Κωμικὸς ἐν τῷ «κατακέλευε δή», σὺν ἄλλοις δὲ καὶ ὁ γράψας τό· Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικόν, Καλλιπίδης δὲ ὁ τραγῳδὸς ἐκέλευεν.] (ῃ. 731 ς.) Ὅτι οὕτω δραστικὸς ὁ τοῦ μυθικοῦ Ἀπόλλωνος λόγος τῷ Ἕκτορι γέγονεν, ὥστε «ἄλλους μὲν ∆αναοὺς ἔα οὐδ' ἐνάριζεν», ὃ διασαφητικόν ἐστι τοῦ ἔα, «αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους», ὡς προσεχῶς εἴρηται. Ὅτι κἀνταῦθα Πάτροκλος λίθον ἐπαφεὶς τὸν βληθέντα μὲν κατέπεμψεν εἰς Ἅιδου οἰκτρῶς, τοῖς δὲ ἀμφ' αὐτὸν ἐνέσταξέ τι γλυκύτητος, οἷς ἐσάρκασε πρὸς ἀστεϊσμόν. (ῃ. 734-43) Φησὶ γὰρ ὅτι λάζετο χειρὶ «πέτρον μάρμαρον ὀκριόεντα, τόν οἱ», ἤγουν ὃν αὐτῷ, «περὶ χεὶρ ἐκάλυψε, ἧκε δ' ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, οὐδ' ἁλίωσε βέλος, βάλε δ' Ἕκτορος ἡνιοχῆα Κεβριόνην, νόθον υἱὸν Πριάμοιο, ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ὀστέον. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν. ὃ δ' ἂρ ἀρνευτῆρι ἐοικῶς κάππεσ' ἀπ' εὐεργέος δίφρου», ταὐτὸν δ' εἰπεῖν εὐποιήτου, «λίπε δ' ὀστέα θυμός», ὃ πολλαχοῦ φησιν ὁ ποιητής. (ῃ. 744-50) Ἐφ' οἷς καιρίως μελετήσας ὁ ποιητὴς 3.921 σκῶψαί τι, ἐπάγει «τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι, ἦ μάλ' ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν», εἰ καὶ μὴ παραθαλάττιοι αὐτοί εἰσι δηλαδὴ ὡς ἐνεθίζεσθαι κυβιστᾶν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ ἀπῳκισμένην τῆς θαλάττης εἶναι τὴν παλαιὰν Ἴλιον, ὡς καὶ ὁ Γεωγράφος δείκνυσιν. εἰ γὰρ ἦσαν, φησίν, οἱ Τρῶες παράλιοι, τί καινόν, εἰ καὶ ἐκυβίστων; (ῃ. 742) Σημείωσαι δὲ ὡς εἰπὼν ὁ ποιητὴς ἐν συντόμῳ παραβολῇ τὸ ἀρνευτῆρι ἐοικὼς κατέπεσεν ἀπὸ δίφρου, εἶτα εὐθὺς ἐφερμηνεύων πλάττει τὸν Πάτροκλον διασκευάζοντα τὸν τοιοῦτον νοῦν ἐν τῷ «ἦ μάλ' ἐλαφρὸς ἀνήρ», καὶ ἑξῆς τὰ περὶ τοῦ κυβιστητῆρος. Ἔστι γὰρ ἀρνευτὴρ καὶ κυβιστητὴρ τὰ αὐτά, εἰ καὶ σαφέστερον τὸ κυβιστητήρ. Ἀρνευτήρ τε γὰρ ὁ ἐπὶ κεφαλὴν εἰς θάλασσαν δυόμενος καθ' ὁμοιότητα τῆς τῶν ἀρνῶν πορείας, οἳ σκιρτῶντες τοῖς μὲν ὀπισθίοις ποσὶν ἅλλονται, τὴν δὲ κεφαλὴν τῇ γῇ πελάζουσι. [∆ιὸ καὶ τὸν ἵππουρον ἰχθὺν τὸν καὶ ἱππουρέα διὰ τὸ συνεχὲς ἐξάλλεσθαι ἀρνευτήν τινες ἐκάλουν κατὰ τὴν τοῦ ∆ειπνοσοφιστοῦ ἱστορίαν], καὶ κυβιστητὴρ δὲ ὁ ἐπὶ κύμβην, ὅ ἐστι κεφαλήν, ὑπὸ τῷ ὕδατι γινόμενος. [Ἢ ὁ κατὰ κύβον ἄνωθεν κάτω βάλλων ἑαυτόν, ὃς δὴ κύβος ἀπὸ τοῦ κύπτειν δοκεῖ παρῆχθαι, ὡς οἷον κατωκάρα κατὰ τοὺς ἐπικύπτοντας γινόμενος ἐν τῷ κατακυλίεσθαι, ἀνακύψαντος τοῦ βῆτα ἐν αὐτῷ, καθὰ καὶ ἐν τῷ καλύπτω καλύβη, βλάπτω βλάβη, κρύπτω ἀποκρυβή. Οὐκ ἂν δὲ εἴη ἐνταῦθα κενὸν ἐπισημήνασθαι, ὅτι τε τρισὶ τὸ παλαιὸν κύβοις 3.922 ἐχρῶντο καὶ οὐ δύο κατὰ τοὺς ὕστερον. ὅθεν καὶ παροιμία φησὶν ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων τὸ «ἢ τρὶς ἓξ ἢ τρεῖς κύβους», ἀπὸ τοῦ μεγίστου ἐν πεσσοῖς ἀριθμοῦ, ὅ ἐστιν ἕξ, καὶ τοῦ ἐλαχίστου, ἤγουν τοῦ κύβου, ὅπερ ἐστὶ μονάδος. ∆ιχῶς γὰρ ὁ κύβος, αὐτό τε τὸ ἀναρριπτούμενον, ὡς τὸ «ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ ∆ιὸς κύβοι», ὃ παροιμιωδῶς ἡ τραγῳδία ἔφη, καὶ ἡ ἐν αὐτῷ μονάς, ὡς τὸ «βέβληκ' Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα», ἤγουν δύο μονάδας καὶ τέτταρα, ὃν στίχον Εὐριπίδης ἐν Τηλέφῳ θείς, ὅπου κυβεύοντας ἥρωας εἰσήγαγε, καὶ μαθὼν ἐπ' αὐτῷ χλευασθῆναι ὡς εὐτελεῖ, καθὰ σκώπτει καὶ ὁ Κωμικός, αἰδεσθεὶς περιεῖλεν ὅλον τὸ ἐπεισόδιον. Ὡς δὲ καὶ καθ' ἕκαστον κύβον, ἤγουν καθ' ἑκάστην μονάδα, ἔπαιζον ἀργύριον ὁρίσαντες, καὶ ὡς οἱ τῆς παιδιᾶς ταύτης τρηματῖται ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων ἐλέγοντο, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί.] Ὅρα δὲ καὶ ὅτι Αἰνείας μὲν τὸν Μηριόνην ὡς κοῦφα πηδῶντα ὀρχηστὴν πρὸ μικροῦ ἔφη, σκώψας εὐφυῶς καὶ ἐκεῖνος, Πάτροκλος δὲ νῦν τὸν