331
αὐτοὺς δὲ τὰ ὅπλα ἔχοντας, ἰέναι διὰ τῆς ἠπείρου πρὸς βασιλέα. τοῦτο γὰρ ἐκείνῳ τε μεγάλην οἴσει τὴν ὠφέλειαν καὶ ἡμῖν τὴν εὐδοξίαν οὐ μικράν. οὐ χρὴ δὲ τὰ ἐν μέσῳ σκῶλα καὶ προσκόμματα λογιζομένους ἀποκνεῖν πρὸς τὸν ἀγῶνα. οὐδεὶς γάρ ποτε ἀνακείμενος καὶ ῥέγχων τρόπαιον ἔστησεν ἀπὸ τῶν πολεμίων· ἀλλὰ πρὸς τὸ τῶν πόνων τέλος ἀφορᾷν, ὡς πολλὴν οἴσει καὶ μεγάλην τὴν φιλοτιμίαν. ταῦτα μὲν οὖν ἐμοὶ δίκαιά τε ἔδοξε καὶ συμφέροντα ὁμοῦ καὶ αὐτός τε ποιήσω πρῶτος καὶ τοῖς ἄλλοις συμβουλεύσω. εἰ δέ τισιν ὑμῶν πρὸς τὸ τῶν πόνων καὶ τῶν κινδύνων ἀφορῶσι μέγεθος, οὐ μάλιστα δοκεῖ τοιούτοις ἐπιχειρητέον εἶναι, ἀλλ' ἐγὼ πρῶτος τήν τε ναῦν ἐμπρήσω καὶ τὰ ὅπλα ἔχων βαδιοῦμαι· συνέψεται δὲ καὶ ὅστις εἵλετο ἐμοὶ συγκινδυνεύειν. οἱ δὲ λοιποὶ, τὰς ναῦς ἔχοντες, ὅ,τι φίλον ὑμῖν καὶ λυσιτελὲς δοκεῖ, ποιεῖ 2.390 τε.» οὕτω πρὸς τοὺς ἐν τέλει τῶν Περσῶν Ἀμοὺρ διαλεχθεὶς, πάντας μὲν ἔπεισεν ὡς δίκαιά τε ὁμοῦ καὶ λυσιτελοῦντα συμβουλεύει. εἵλοντο δὲ ἑξήκοντα μόνον ναύαρχοι συγκινδυνεύειν μετὰ τῶν πληρωμάτων. οἱ δὲ ἄλλοι ἰσχυρίζοντο, ὡς ὀλίγῳ ὕστερον οὐρίων τυχόντες τῶν ἀνέμων ἐλεύσονται εἰς τὴν Μακεδονίαν αὖθις τῷ σατράπῃ συνεσόμενοι. οὕτω μὲν οὖν ἐδέδοκτο κοινῇ, καὶ ἐκ τῆς Εὐβοίας εἰς τὴν Λοκρίδος παράλιον ἐλθόντες, οἱ ἄλλοι μὲν ἡσύχαζον ἐν ταῖς ναυσὶν, Ἀμοὺρ δὲ καὶ οἱ ἑξήκοντα ναύαρχοι, οὓς ἔδει πρὸς τὸ τόλμημα συναίρεσθαι ἐκείνῳ, ἀνελκύσαντες τὰς ναῦς καὶ ὅπλα τε ἀναλαβόντες καὶ ἄλευρα ἐπιφερόμενοι, οἷς ἔμελλον διατραφήσεσθαι πρὸς τὴν ὁδὸν, καὶ Ἀμοὺρ αὐτὸς τοῖς ἄλλοις ὁμοίως πᾶσιν, ηὐλίσαντο αὐτοῦ τὴν νύκτα παρὰ τὸν αἰγιαλὸν, ὡς ἅμα ἕῳ τὰς ναῦς ἐμπρήσαντες, τῆς εἰς Βέῤῥοιαν ἔχωνται φερούσης. τῆς νυκτὸς δὲ ἐκείνης τῶν ἐναντίων πνευμάτων παυσαμένων, οὐρίων δὲ ἐπιπνευσάντων, τὰς ἀνειλκυσμένας καθελκύσαντες καὶ ἅμα πάσαις ἄραντες ἱστία, εἰς τὴν ὑστεραίαν προσέσχον οὐ μακρὰν Θεσσαλονίκης ἐν λιμένι τοῦ Κλωπᾶ προσαγορευομένῳ, τοῦτο μὲν οἰόμενοι καὶ μέγαν δοῦκα ἐν Θεσσαλονίκῃ εἶναι καὶ βουλόμενοι εἰ τύχοι πρὸς ἐκεῖνον ναυμαχεῖν, τοῦτο δ' ὅτι καὶ ἡ ἀντιπέραν παράλιος τῆς Βοτιαίας ἀλίμενος τὰ πολλά ἐστι καὶ τοσοῦτον ἐν ταὐτῷ στόλον ὑποδέχεσθαι μὴ δυναμένη. ξδʹ. Τὸ μὲν οὖν Περσικὸν αὐτίκα, ἐπεὶ ἐπύθοντο τὸν 2.391 μέγαν δοῦκα ἀποπεπλευκέναι εἰς Βυζάντιον, τὰ περὶ Θεσσαλονίκην ἅπαντα ἐπιδραμόντες χωρία ἐληΐζοντο καὶ ἠνδραπόδισαν οὐκ ὀλίγους. Ἀμοὺρ δὲ εἰς τὴν ὑστεραίαν πεντήκοντα ναῦς ἀπολεξάμενος, ἔπεμψεν εἰς Πύδναν, ὡς ἐκεῖθεν τοὺς μὲν ἡμίσεις ἥξοντας εἰς Βέῤῥοιαν, ὡς ἅμα βασιλεῖ ἐλευσομένους εἰς Θεσσαλονίκην, τοὺς ἐπιλοίπους δὲ ἐπανήξοντας ταῖς ναυσί. βασιλεὺς δὲ ἐπεὶ πύθοιτο τοὺς βαρβάρους Πύδνᾳ προσχόντας, διὰ σπουδῆς μὲν ἐποιήσατο πάσης τὴν ὑπὸ Κράλην τελοῦσαν χώραν μηδὲν ζημιωθῆναι, καὶ πέμψας ἐκέλευε πάντας εἰς τὰς πόλεις καὶ τὰ φρούρια εἰσάγεσθαι, τὴν ἔφοδον μηνύων τῶν βαρβάρων. καὶ ἠνδραποδίσθη γε ἐξ ἐκείνων οὐδὲ εἷς· οὔτε μὴν ἐκ τῆς ὑπὸ βασιλέα τελούσης χώρας. αὐτὸς δὲ Θετταλῶν τε τοὺς ἀρίστους καὶ Βεῤῥοιωτῶν τῆς εἰς αὐτὸν εὐνοίας ἀξίαις τε ἀμειψάμενος καὶ εὐεργεσίαις ταῖς προσηκούσαις, ἔπειτα καὶ τὴν ἄλλην στρατιὰν προνοίας τῆς δεούσης ἀξιώσας, καὶ Μανουὴλ τὸν νεώτερον τῶν υἱῶν Βεῤῥοίας καὶ τῶν ἄλλων πολιχνίων, ἃ προσεχώρησαν αὐτῷ, ἀποδείξας ἄρχοντα, συστήσας δὲ αὐτῷ καὶ Ἄγγελον τὸν ἀνεψιὸν, ὃς Θετταλίας πρότερον ἐνεχειρίσθη τὴν ἀρχὴν, καὶ κελεύσας, ἤν τι δέωνται, ἑκάτερος ἀλλήλοις ἐπιμαχεῖν, τύπον τε ἐκθέμενος αὐτοῖς ἡμέρου καὶ ἀνεπαχθοῦς ἀρχῆς, καὶ τὰ ἄλλα εὖ διοικησάμενος, πρεσβείαν ἐποιεῖτο καὶ πρὸς Κράλην. ἐδήλου τε, ὡς, εἰ καὶ ἐκείνῳ αἱ πρὸς αὐτὸν ἀπαγορευθεῖεν σπονδαὶ καὶ ἡ συμμαχία, ἀλλ' αὐτὸς μεμνημένος τῆς τιμῆς καὶ τῆς φι 2.392 λίας, ἧς ἀπέλαυσε διάγων παρ' αὐτῷ, μήτε κεκινῆσθαι πρὸς ὀργὴν, μήτε διαλελυκέναι τὰς σπονδὰς, ἄτοπον εἶναι ἡγησάμενος, μὴ ἔργοις αὐτοῖς θέσθαι φανερὸν, εἰς οἷον ὄντα περὶ τὸ ἀμείβεσθαι τοὺς φίλους εἵλετο αὐτὸς ἐπιδείξασθαι τοσαύτην εὔνοιαν. καὶ νῦν μὲν