331
Πομπήιον, τὸν δῆμον δὲ θεραπεύων καὶ οἰκειούμενος ἑαυτῷ. τέως μέντοι ἐκυρώθη τὸ ψήφισμα. καὶ ὁ Πομπήιος εἰς ἐκκλησίαν ἐλθὼν διπλάσια τὰ ἐψηφισμένα λαβεῖν διεπράξατο. διελὼν ουν τὰ πελάγη καὶ διαστήματα τῆς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφ' ἑκάστῳ καὶ αρχοντα τάξας, ἐκάθηρε τῶν λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα. ειτα παραπλέων τὰς πόλεις μετὰ σπουδῆς οὐ παρῆλθε τὰς ̓Αθήνας. ἀναβὰς δὲ καὶ θύσας καὶ προσαγορεύσας τὸν δῆμον, ευρεν ἐπιγραφὰς εἰς αὐτὸν πεποιημένας, ων ἡ μὲν ἐντὸς τῆς πύλης ελεγεν ̓Εφ' οσον ων ανθρωπος οιδας, ἐπὶ τοσοῦτον ει θεός· ἡ δ' ἐκτὸς Προσεδοκῶμεν, προσεκυνοῦμεν, ειδομεν, προπέμπομεν. Κατελύθη μὲν ουν ὁ πειρατικὸς πόλεμος καὶ τὰ πανταχοῦ τῆς θαλάσσης ἐξῃρέθη λῃστήρια οὐκ ἐν πλείονι χρόνῳ μηνῶν τριῶν· τούτων δὲ εἰς ̔Ρώμην ἀπαγγελθέντων γράφει νόμον εις τῶν δημάρχων ὁ Μάλλιος, παραλαβόντα Πομπήιον πᾶσαν τὴν χώραν οσης ὁ Λεύκολλος ηρχε, προσλαβόντα δὲ καὶ Βιθυνίαν, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, εχοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης, ὡς ηδη τοῦτο εἰλήφει· τοῦτο δὲ ην ἐφ' 2.348 ἑνὶ συλλήβδην γενέσθαι τὴν ̔Ρωμαίων ἡγεμονίαν. τὸ μὲν ουν ψήφισμα ἐκυρώθη φοβηθέντων τὸν δῆμον τῶν ἀριστοκρατικῶν καὶ σιωπησάντων, Πομπήιος δὲ δεξάμενος τὰ γράμματα λέγεται τὰς ὀφρῦς συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι ὡς δυσχεραίνων καὶ βαρυνόμενος τὴν ἀρχήν. τὴν δ' εἰρωνείαν οὐδ' οἱ πάνυ συνήθεις αὐτῷ ῥᾷον ηνεγκαν. τέως δὲ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ τῷ στόλῳ διαλαβὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην. ἐκείνου δ' ἐκλιπόντος ορος δύσμαχον ὡς ανυδρον, ἐν ῳ ἐστρατοπεδεύετο, ὁ Πομπήιος κατέσχεν αὐτό, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος εχειν πηγὰς τὸ χωρίον, ὀρύσσειν ἐκέλευσε φρέατα. καὶ ταχὺ μεστὸν ην υδατος τὸ στρατόπεδον. επειτα περιστρατοπεδεύσας ἀπετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τεσσαράκοντα πολιορκηθεὶς ἡμέρας ελαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστέρας δυνάμεως, ἀποκτείνας τοὺς ἀχρήστους καὶ τοὺς νοσοῦντας. καταλαβὼν δὲ αὐτὸν περὶ τὸν Εὐφράτην ὁ Πομπήιος, ινα μὴ φθάσῃ περάσας τὸν ποταμόν, ἐκ μέσων νυκτῶν ἐπῆγε τὴν στρατιάν. ην ουν ἀνάγκη ὑπὲρ τοῦ χάρακος μάχεσθαι. σελήνη δ' ην καταφερομένη, ο τοὺς βασιλικοὺς εσφηλεν· ειχον μὲν γὰρ κατὰ νώτου τὴν σελήνην ̔Ρωμαῖοι, ηδη δὲ περὶ δύσιν ουσης αἱ σκιαὶ τῶν σωμάτων πρόσθεν προϊοῦσαι πολὺ δόκησιν παρεῖχον τοῖς πολεμίοις ἐγγίζειν τοὺς ̔Ρωμαίους αὐτοῖς, καὶ τοὺς ὑσσοὺς ἀφέντες ἐφίκοντο οὐδενός· ο συνιδόντες ̔Ρωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον καὶ φεύγοντας εκτεινον, ὡς πολὺ πλείους μυρίων ἀποθανεῖν. αὐτὸς δὲ Μιθριδάτης μετὰ πλειόνων διέφυγε. Πομπήιος δὲ εἰς ̓Αρμενίαν ἐνέβαλε, τοῦ νέου 2.349 Τιγράνου καλοῦντος αὐτόν· ηδη γὰρ ἀφειστήκει τοῦ πατρός. ὁ δὲ βασιλεὺς Τιγράνης ὑπὸ Λευκόλλου συντετριμμένος, ημερον δὲ πυνθανόμενος τὸν Πομπήιον, ἑαυτόν τε παρέδωκε καὶ φρουρὰν ἐδέξατο περὶ τὰ βασίλεια. προσιὼν δὲ τῷ Πομπηίῳ τήν τε κίταριν ἀφεῖλε τῆς κεφαλῆς καὶ ωρμησε πρὸ ποδῶν αὐτὴν ἐκείνου θεῖναι καὶ καταβαλεῖν ἑαυτόν. ἀλλ' ὁ Πομπήιος τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσηγάγετο καὶ πλησίον ἱδρύσατο, τὸν δ' ἐκείνου υἱὸν ἐπὶ θάτερα, καὶ ειπε τῶν μὲν αλλων δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ' ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν, Σωφηνήν, α δὲ αχρις αὐτοῦ διατετήρηται εξειν, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν. ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησεν, ὁ δὲ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ εφη Πομπηίου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς αλλον εὑρήσειν ̔Ρωμαῖον. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο. Καταλιπὼν δὲ Πομπήιος φρουρὸν ̓Αρμενίας ̓Αφράνιον αὐτὸς διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἐπὶ Μιθριδάτην ἐβάδιζε. μέγιστα δὲ αὐτῶν εἰσιν εθνη ̓Αλβανοί τε καὶ Ιβηρες, οἱ μὲν ἐπὶ τὰ Μεσχικὰ ορη καὶ τὸν Πόντον καθήκοντες, ̓Αλβανοὶ δ' ἐπὶ τὴν εω καὶ