331
διὰ τῶν ἰδίων ποδῶν ποιουμένους τὴν πορείαν. Πεῖσμα. τὸ ἐν τῇ συνηθείᾳ. καὶ τὸ σχοινίον. παρὰ τὸ πείθω, πείσω, πεῖσμα· καὶ γὰρ τὰ ἀπόγεια σχοινία πείθεσθαι καὶ εικειν ποιοῦσι τὴν ναῦν. Πεινάκιον. τὸ τῆς πείνης ακος. πινάκιον δὲ, ἐν ῳ ἐσθίομεν, ι. Πελόν. τὸ μέλαν. καὶ πελίωμα, τὸ μέλαν χρῶμα. Πελιδνόν. μέλαν, δίϋγρον. Πέλαγοσ. τὸ μὴ πέλας γῆς. η παρὰ τὸ τῆλε, ο σημαίνει τὸ πόῤῥω, καὶ τὸ γῆ· τήλεγός τι ον, τὸ πόῤῥωθεν τῆς γῆς. Πελλαῖον. ορος. Πέλμα. παρὰ τὸ πεπιλῆσθαι πλέον τοῦ λοιποῦ σώματος. η παρὰ τὸ πέλας ἀεὶ καθεστάναι τοῦ ποδός. Πεμπταῖον. τὸ μετὰ τὴν πέμπτην. Πέμμα. καρύκευμα. η ειδος πλακοῦντος. pi.1536 Πένθοσ. διάθεσις ψυχῆς σκυθρωπὴ, ἐπὶ στερήσει τινὸς τῶν καταθυμίων συνισταμένη, οπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ βιούντων χώραν οὐκ εχει. η αισθησις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στερήσεως. ειρηται πένθος παρὰ τὸ βάθος, καὶ πλεονασμῷ καὶ τροπῇ τῶν στοιχείων γίνεται πένθος. κυρίως δὲ ἐπὶ τῶν κατοιχομένων. παρὰ τὸ ἐν βαθυτάτῳ ειναι τὴν ἑαυτῶν λύπην. ὁ δὲ ̔Ηρωδιανὸς, παρὰ τὸ πάθος πλεονασμῷ τοῦ ˉν καὶ τροπῇ πένθος. Πέπλα. ἱμάτια γυναικεῖα. †Πεπιλημένον. συνεσφιγμένον.† Περιεκτικόν. τὸ καθόλου. η τὸ ἐν ἑαυτῷ τὰ μερικὰ συνάγον καὶ ἀναπληροῦν. Περιάμματα. τὰ κατὰ τοὺς τραχήλους καὶ τὰς χεῖρας καὶ τοὺς πόδας βεβαμμένα κλώσματα, ατινα αἱ γυναῖκες περιάπτουσι. Περικαλλέσ. λίαν λαμπρόν. Περίοπτον. μέγα, ὑψηλόν. Περιδέραια. τὰ περιτραχήλια. δέρη γὰρ ὁ τράχηλος. Περίψημα. βδέλυγμα. Πέρασ. τὸ τέλος. Περίπυστον. ἐξάκουστον. Περίπτερα. ὁ ἀποσπινθηρισμός. Περίγειον. .... Πέπερι. παρὰ τὸ πέττω, τὸ εἰς πέψιν αγω. pi.1537 Περίγραπτον. οπερ διανοίᾳ καὶ γνώσει καταλαμβάνεσθαι δυνατόν. καθὰ καὶ αγγελοι ἀλλήλων τὴν φύσιν. Πέτηλα. φύλλα δένδρων. ἀπὸ τοῦ πέτεσθαι. Πετώνιον. τὸ τοῦ υδατος. Πέταυρον. παγίς. βάθος. εἰς ᾳδου πέταυρον. πέταυρα καὶ τὰ σανίδια, ἐν οις στεγάζομεν τὰ ὀσπήτια. ἀπὸ τοῦ ταῖς αυραις, ο ἐστι ταῖς πνοαῖς, πέτεσθαι. κοῦφα γάρ ἐστι καὶ ὑπηνέμια. †Πετίτον. πειρατικὴ σκάφη.† Πετρόβολον. ἡ λίθου βολή. διώβολον δὲ, μέγα. Πετροπομπόν. μηχάνημα, δι' ου πέμπεται ἡ πέτρα. Πευκεδανόν. πικρόν. Περικαθάρματα. ἀντὶ τοῦ ἀποψήγματα, καὶ ωσπερ ἀποσαρώματα. pi.1538 Περίψημα. τὸ σάβανον· ο τοὺς ἱδρῶτας τοῦ κάμνοντος ἀποψύχει. η τὸ ἀποῤῥιπτούμενον σκύβαλον, ὡς περιττόν. ἀπὸ μεταφορᾶς τῶν τὰς τραπέζας ἀποψώντων μετὰ τὸ φαγεῖν. ( ̔Ρῆμα.) Πεδεῖται. δεσμεῖται. Πείσεσθαι. παθεῖν. Πειρῶμαι. ἀπόπειραν καὶ δοκιμὴν ποιοῦμαι. Πεινῶ. παρὰ τὸ πένω καὶ πένομαι, ῳ παρέπεται πολλάκις τοῦτο. Πέλω. τὸ ἀναστρέφομαι. καὶ πέλει ἀντὶ τοῦ ὑπάρχει. Πένω. τὸ ἐνεργῶ καὶ πονῶ. Πένοντο. παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω, ἀφ' ου πόνος καὶ πόντος. Πεπαρῳνήκεσαν. ἀτάκτως υβρισαν. Πεπαρμένοσ. διαπεπερονημένος. εστι πείρω, τὸ κεντῶ, περῶ, πέπαρκα, πέπαρμαι. pi.1539 Πεπανθέν. ωριμον γεγονός. καὶ πεπαίνω. Πεπορπημένον. συνεχόμενον περόνῃ η πόρπῃ, ο ἐστι κομβίῳ. Πεπαλάσθαι. κληρώσασθαι, λαχεῖν. κλῆρος γὰρ ὁ πάλος. παρὰ τὸ παλῶ παλάσσω. Πεπιασμένοισ. μεμιασμένοις. Αἰλιανός· φάγη δ' αν τρίγλη καὶ ἀνθρώπου νεκροῦ καὶ ἰχθύος· φιληδοῦσι δὲ μᾶλλον τοῖς πεπιασμένοις καὶ κακόσμοις. Πεποιωμένον. εχον ποιότητα. ποιότης δέ ἐστιν ἐνούσιος δύναμις, ὡς τοῦ υδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. ποιότης δὲ καὶ ἰδιότης, καὶ διαφορὰ καὶ ἰδίωμα εν καὶ τὸ αὐτὸ σημαίνει. Πεπιθεῖν. πείθω, ὁ δεύτερος ἀόριστος επιθον, τὸ ἀπαρέμφατον πιθεῖν, καὶ ποιητικῷ ἀναδιπλασιασμῷ πεπιθήσω, πεπιθεῖν. Πεπνυμένοσ. συνετὸς, φρόνιμος. παρὰ τὸ πνέω, πνύω, πνύσω, πεπνυμένος. Πεποτήαται. ἀπὸ τοῦ πέτω ῥήματος γίνεται ποτῶ, ποτήσω, πεπότηκα, πεπότημαι, καὶ κατ' εκτασιν τοῦ ˉε εἰς ˉη πεποτήαται, ὡς νενόαται. pi.1540 Πέπρακα. περῶ, περάσω, πεπέρακα καὶ ἐν συγκοπῇ πέπρακα. Πεπερασμένον. πεπληρωμένον. Πεπαισμένοσ. ἀπὸ τοῦ πεπαίνω. πεπαισμένος τὰς φρένας. Πεπλαδηκώσ. ξηρανθεὶς, η σαπείς. Πέποιθεν. ἐλπίζει.