331
ἐγνωκότες ἐντεῦθεν ἀγαθήν σε εἶναι ἐν γυναιξίν, φιλόθεόν τε καὶ φιλομόναχον, ὥστε ἁρμόσαι ἐκεῖνο ἐπιφθέγξασθαι τὸ γραφικόν, γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ. ὁρᾷς, ὦ κυρία, ὅτι τῇ ἀγαθότητί σου μακαρίζεται ὑπὸ τῆς Γραφῆς ὁ κύριος ὁ πατρίκιος καὶ θεόσδοτός σου σύζυγος; οὐκοῦν ζηλοῦσα ζήλωσον ἔτι μακαριώτερον αὐτὸν ἀπεργάσασθαι. πῶς δ' ἂν εἶεν τοῦτο; ἐν τῷ σὲ ἔτι ἀγαθύνεσθαι, ἤγουν ὑπομνηματίζειν αὐτόν, παρακαλεῖν, ἐκλιπαρεῖν τὸ τῆς στρατηγίας ὕψωμα διέπειν θεοφιλῶς, καθὰ καὶ διέπει, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ ἀδικίας, φιλομόναχόν τε εἶναι καὶ φιλόπτωχον, ἡμερότητι κεκραμένον, ἐπειδήπερ ἡ ἐξουσία αὕτη ἀρκοῦσά ἐστι καταπλῆξαι τοὺς ὑπὸ χεῖρα, καὶ μὴν ἀνεχόμενον ἀπειλῆς καὶ παιδευτικῶς μὲν πλήττοντα, φιλαν θρώπως δὲ καὶ μεμετρημένως μαστίζοντα· ἐπείπερ οὔτε τὸ ἄφετον παντάπασι σωτήριον οὔτε τὸ ὑπὲρ μέτρον πληκτικὸν εὐαπόδεκτον καί, πρό γε πάντων, τὸ κατὰ πίστιν ὀρθόδοξον. εἰ γὰρ καὶ πρὸς τὸ ἔξω ἔστι λέγειν ἀδυνατεῖν κατὰ τὰ φθάσαντα τοῦτο φυλάττειν (ὅπερ οὐδὲ τοῦτο ἀρκοῦν εἰς θεοῦ ἀπολογίαν· τῆς γὰρ αὐτοῦ ἀγάπης οὐδὲν προτιμότερον), ἀλλ' οὖν γε κατὰ τὸν ἔσω ἄνθρωπον δυνατὸν τοῦτο παραφυλάττεσθαι καὶ πολλῶν σωτῆρα χρηματίζειν αὐτὸν καὶ μοναστῶν καὶ λαϊκῶν καὶ ἀρχόντων καὶ ἀρχομένων. Ταῦτα, ἐξ ἀγάπης πνευματικῆς τῆς πρὸς ὑμᾶς κινούμενοι, τεθαρρήκαμεν ὑπομνῆσαι, εἰδότες καὶ ἀνυπομνήστως ἔχεσθαι ὑμᾶς τοῦ καλοῦ. 509 {1Βρυένᾳ στρατηγῷ}1 Ἀνηγγέλη ἡμῖν ὁ θάνατος τῆς μακαρίας μητρὸς καί, ὅσον ἐστενάξαμεν, τί δεῖ καὶ λέγειν; οὐ διὰ τὴν ὁσίως κεκοιμημένην (ἄπαγε· κέρδος γὰρ αὐτῇ ἐγένετο ἡ μετάστασις, φυγούσῃ τὸν πολυαμάρτητον βίον τοῦτον), ἀλλ' ἐννοοῦντες τὴν σὴν καλοκἀγαθίαν ὡς ἀπορφανισθεῖσαν τέλεον καὶ μηδεμίαν ἐν τῷ βίῳ παραμυθίαν κεκτημένην (καὶ ταῦτα ἐν οὕτω σκυθρωπῇ καταστάσει ὑπάρχουσαν) καὶ οὐδὲ αὐτῆς τῆς ὁσίας κηδείας ἀπολαύσασαν, ὃ φέρειν οἶδεν μικρὰν παρηγορίαν, λόγος ἐξιτήριος καὶ τελευταία φωνή, πρόσπτυξίς τε τοῦ τιμίου λειψάνου καὶ αὐτῆς τῆς ἐν ᾧ κατατίθεται θήκης ἐπικύψεως. καὶ ἔοικας τὸ τοῦ Ταντάλου παθεῖν, εἰ καὶ μυθικώτερον τὸ ἐπίφθεγμα, ἐν μέσαις πηγαῖς δίψῃ τηκόμενος, ἀκοαῖς μόναις, ἀλλ' οὐκ ὀφθαλμοῖς ὑπολαβὼν τὴν τῆς μητρὸς κοίμησιν. Τί οὖν ἐν τούτοις; στενάξομεν ἆρα πέρα τοῦ δέοντος; δακρυρροήσομεν ἄπληστα; ἀποδυσπετήσομεν ἀκράτητα; καὶ ποῦ ἡ γνῶσις, ποῦ ἡ σοφία, ποῦ ἡ σύνεσις, οἷς κατεκοσμήθη σου ἡ εὐγένεια καί γε ὑπὲρ πολλοὺς τῶν νῦν ὁρωμένων ἐν τέλει; μηδαμῶς οὖν, ὦ ἐπιπόθητε, μηδαμῶς, ἀλλὰ στενάξας καὶ κλαύσας μετρίως ὅσον καὶ τὰ μητρικὰ ἐπικήδεια ἀφοσιώσασθαι καὶ τὸ τῆς φύσεως ἐπιδείξασθαι εἰς ἑαυτοὺς πάλιν, εἰ βούλει, γενώμεθα καὶ διαβλέψωμεν μετεώρῳ θεωρίᾳ τὰ τῇδε ὡς ὄναρ καὶ σκιὰ καὶ τὸ ἐπὶ γῆς τοῦτο παίγνιον, ὥς πού φησί τις τῶν θεολόγων, οὐκ ὄντας γενέσθαι καὶ γενομένους ἀναλυθῆναι. καὶ γὰρ τὴν αὐτὴν ὁδὸν καὶ ἡμεῖς πορευσόμεθα, ἥνπερ οἱ πατέρες ἡμῶν προωδεύκασι, καὶ τὸ αὐτὸ πᾶσιν ἐξ ἴσου ἀναμένει κατάλυμα, τάχα δὲ καὶ ἄλλου ἄλλο τραγῳδικώτερον, ὅτι τοῦ μὲν ἐν εἰρήνῃ ἡ ταφὴ τυχόν, τοῦ δὲ οὐχ οὕτως· ἢ γὰρ πολέμου παρανάλωμα γέγονεν ἢ θαλάσσης ὑπορρόφημα ἤ πως ἄλλως, ὡς ὁρᾶται τὰ ἄλλοις τρόποις ἐλεεινὰ τῶν ἐξαπίνης θανάτων, ὧν ἡ μακαρία μήτηρ ἀνωτέρα, ἐν ὁσιότητι καὶ σταυροφόρῳ βίῳ ἀπάρασα τῶν ἐνθένδε. λειπόμενον οὖν ἐστιν ἐν τούτοις εἰπεῖν ἡμᾶς τὴν ἀοίδιμον φωνὴν ἐκείνην τοῦ μακαρίου Ἰώβ, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· προσθείην δ' ἂν λυσιτελεῖν ἡμᾶς τὴν φωνὴν ταύτην καὶ ἐν οἷς ἐσμεν θλιπτικῶς καὶ ἐξαπορητικῶς, ἐπεὶ κἀκεῖνος ὁ ἀοίδιμος, ὡς οἶσθα, ἐπὶ μυρίοις ἀλγεινοῖς τὰ εὐχαριστήρια τῷ θεῷ ἀπεδίδου. Μὴ τοίνυν ῥαθυμήσωμεν, ὦ φίλτατε, μηδὲ ἐξαπορήσωμεν καὶ τοῦ ζῆν, εἰδότες ὅτι οὐκ ἐάσει ἡμᾶς Κύριος πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. τίς οἶδεν τί τέξεται ἡ ἐπιοῦσα καὶ τίς ἀναγγελεῖ