332
τῆς Περσικῆς στρατιᾶς ἐλθούσης πρὸς αὐτὸν καὶ δυναμένης βλάπτειν, αὐτούς τε κωλῦσαι κελεύσας μὴ κακοῦν τὴν χώραν, ὡς φιλίαν οὖσαν καὶ συμμαχίδα· καὶ ὕστερον ὅ,τι ἂν δύναιτο ὠφελήσειν. ἐπ' αὐτῷ δὲ εἶναι ἢ εὐγνωμονεῖν περὶ αὐτὸν φίλον ἀγαθὸν μάλιστα ἐσόμενον, ἢ αἱρεῖσθαι πολεμεῖν ἐπ' οὐδεμιᾷ προφάσει εὐλόγῳ καὶ δικαίᾳ. ἐπὶ τούτοις δὲ καὶ προσηγόρευεν αὐτόν τε καὶ Ἑλένην τὴν γυναῖκα, ὡς ἅμα στρατιᾷ τῇ Περσικῇ βαδιούμενοι εἰς ∆ιδυμότειχον. ταῦτα δὴ πάντα ἐφ' ἡμέραις πεντεκαίδεκα διαπραξάμενος, τὴν ἐκ Θετταλίας καὶ Βεῤῥοίας ἔχων στρατιὰν ἅμα τοῖς ἄλλοις, οἳ αὐτῷ συνῆσαν πρότερον καὶ τῶν Περσῶν συνεπομένων, ἧκεν εἰς Θεσσαλονίκην. ἐν δὲ ταύταις ταῖς ἡμέραις ἡ ἐν ταῖς ναυσὶ τῶν Περσῶν οὖσα στρατιὰ, ἄλλα τε ἐκάκου τὴν χώραν, ὅσα εἰκὸς βαρβάρους καὶ πολεμίους, καὶ δύο κώμας τετειχισμένας καὶ πύργους ἐχούσας διεπόρθησε, τῶν ἐχόντων ταύτας γεωργῶν ὑπὸ δέους παραδεδωκότων σφᾶς αὐτοὺς καὶ ἀνδραποδισθέντων. Ἀμοὺρ δὲ ἐπεὶ ἐπύθετο ἐγγὺς εἶναι βασιλέα, αὐτὸς μὲν ἔφιππος μετὰ ὀλίγων τῶν ἀρίστων, οὐ γὰρ εὐπόρουν ἵππων, πᾶσα δὲ ἡ στρατιὰ πεζῇ ἑπόμενοι, εἰς ὑπάντησιν τοῦ βασι 2.393 λέως ᾔεσαν. ἐπεὶ δὲ ἦσαν ἤδη οὐ μακρὰν ἀλλήλων, τοῦ ἵππου ἀποβὰς ὁ Ἀμοὺρ, προσεκύνει τε τὸν βασιλέα καὶ ἐβάδιζε πρὸς αὐτὸν πεζός. πέμψας δὲ ὁ βασιλεὺς, ἐκέλευε τοῦ ἵππου ἐπιβαίνειν καὶ ἐπείθετο πολλὰ πρότερον περὶ τοῦ πεζὸς ἐλθεῖν φιλονεικήσας. προσαγορεύσαντες δὲ ἀλλήλους, ᾔεσαν εἰς τὰς σκηνὰς καὶ ἐστρατοπεδεύσαντο οὐ πολὺ ἄπωθεν Θεσσαλονίκης ἐν ἑπτὰ ἡμέραις. πρεσβείαν δὲ Ἀμοὺρ πρὸς τοὺς ἐν Θεσσαλονίκῃ πεποιημένου καὶ παραινοῦντος προσχωρεῖν ἑκόντας βασιλεῖ καὶ τὴν πόλιν παραδιδόναι, τούς τε αἰχμαλώτους ἀπολύσειν αὐτοῖς, εἰ πείθοιντο, ἐπαγγελλομένου, ἀπεκρίναντο οὐδὲν ἐπιεικές. δείσαντες δὲ οἱ Ζηλωταὶ, μὴ οἱ τὰ βασιλέως ἔνδον ᾑρημένοι, καιροῦ λαβόμενοι ἐπιτηδείου καὶ τὸν δῆμον ἀναπείσαντες, τεθορυβημένον ὑπὸ τῶν βαρβάρων, ἄλλως τε καὶ ἐλπίσαντα τοὺς αἰχμαλώτους αὐτοῖς ἀπολυθήσεσθαι, ἐπίθωνται καὶ κρατήσωσιν αὐτῶν, ἔγνωσαν ἐπὶ ὠμότητα καὶ φόνους χωρεῖν, ἵνα δι' αὐτῶν καὶ τοὺς ἄλλους ἐκφοβῶσι. καὶ Παλαιολόγον τέ τινα ἐκ τῶν ἀρίστων, οἴκοι σχολάζοντα διὰ τὸ ὑποπτεύεσθαι καὶ μηδεμίαν αἰτίαν τοῦ ἀποθανεῖν παρεσχημένον, ἐξαρπάσαντες ἀπέσφαξαν ἐπὶ τῆς δημοσίας ἀγορᾶς, καὶ τὴν κεφαλὴν ἀποτεμόντες, ἔπειτα καὶ τὸ σῶμα διελόντες τετραχῆ, τὰ μὲν τμήματα ἐν ταῖς πόλεως πύλαις ἀπηώρησαν ἑκάστῃ τμῆμα· τὴν κεφαλὴν δὲ δόρατι ἐνθέμενοι καὶ τὰ ἔγκατα σύροντες ἀνηλεῶς περιῄεσαν τὴν πόλιν. Γαβαλᾶν δέ τινα ἐκ τῶν μέσων πολι 2.394 τῶν τὰ ὦτα πρότερον ἐκτεμόντες καὶ τὴν ῥῖνα, καὶ τὰ ἄλλα μέλη διαλωβησάμενοι, ἔπειτα ἀπέκτειναν. ἑτέρων δὲ οὐκ ὀλίγων τοιούτων ῥῖνας καὶ ὦτα ἐκτεμόντες, ἔπειτα κατεδίκασαν ἀειφυγίαν, καὶ ἀνοίξαντες τὰς πύλας, ἐξήλαυνον τῆς πόλεως. τῶν δὲ ὀδυρομένων καὶ τὴν αἰτίαν δεομένων ἐκδιδάσκεσθαι, δι' ἣν τοιαῦτα ὑπομένειν κατεκρίθησαν, οὐδὲν πλέον ἀπεκρίναντο οἱ Ζηλωταὶ, ἢ ὅτι εἰδεῖεν αὐτοὺς τὰ Καντακουζηνοῦ σαφέστατα ᾑρημένους. οἱ μὲν οὖν οὕτως ὀδυρόμενοι, ἐπεὶ πρὸς οὐδὲν ἕτερον εἶχον χρῆσθαι ἑαυτοῖς, εἰς τὸ τῶν βαρβάρων ἀπεχώρουν στρατόπεδον πρὸς βασιλέα. βασιλεὺς δὲ ἐπεὶ τὸ προσάγεσθαι τὴν πόλιν ἄπορον ἑώρα, Μανουὴλ μὲν τὸν υἱὸν καὶ Ἄγγελον τὸν ἀνεψιὸν τήν τε ἐκ Θετταλίας καὶ Βεῤῥοίας ἔχοντας στρατιὰν, ἐκέλευεν εἰς τὰς ἰδίας ἀρχὰς ἀποχωρεῖν. αὐτὸς δὲ ἀπολειφθεὶς μεθ' ὧν ἦγεν οἴκοθεν, καὶ Περσῶν τοῖς ἀρίστοις διακοσίοις ἵππους παρασχόμενος, καὶ ἐκ τῆς ἄλλης στρατιᾶς ἑξακισχιλίους ἐπιλέκτους πεζοὺς παραλαβὼν, ἅμα Ἀμοὺρ ἐκ τῆς ἠπείρου εἰς Θρᾴκην ἀπεχώρουν. τὴν δὲ ἄλλην στρατιὰν ἐκέλευον ἐν ταῖς ναυσὶν εἰς Περιθεώριον ἐλθεῖν, ὡς ἐκεῖ συμμίξοντας ἀλλήλοις. ἐπεὶ δ' οἱ μὲν ἐκ θαλάττης, οἱ δ' ἐκ τῆς ἠπείρου πάλιν ἐν ταὐτῷ ἐγένοντο, Περιθεώριον ἐπολιόρκουν περιστρατοπεδευσάμενοι. Ἀβδηρῖται δὲ προσῆλθον ἑκοντὶ δεσμώτην ἀγαγόντες καὶ Γουδέλην τὸν τῆς βασιλίδος Ἄννης οἰνοχόον, ὃν ἐπὶ τῆς