332
τὴν Κασπίαν θάλασσαν. ουτοι πρῶτον μὲν αἰτήσαντι Πομπηίῳ δίοδον εδοσαν, ειτα γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους προσέβαλον αὐτῷ, καὶ τραπέντες ἐφθάρησαν παμπληθεῖς. τῷ δὲ βασιλεῖ αὐτῶν πέμψαντι πρέσβεις σπεισάμενος ἀπῄει ἐπὶ τοὺς Ιβηρας μαχιμωτέρους οντας τῶν ̓Αλβανῶν καὶ μήτε Μήδοις μήτε Πέρσαις ὑπείξαντας, διαφυγόντας δὲ καὶ τὴν Μακεδόνων δυναστείαν, ̓Αλεξάνδρου ταχέως ἐκ τῆς ̔Υρκανίας ἀπάραντος. 2.350 ἀλλὰ καὶ τούτους μεγάλῃ μάχῃ τρεψάμενος πολλοὺς ἀνεῖλε καὶ πλείους ἐζώγρησεν. ἐντεῦθεν εἰς τὴν Κόλχων ἐνέβαλεν. αυθις δὲ ̓Αλβανῶν ἀποστάντων ηλαυνεν ἐπ' αὐτοὺς δι' ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, υδωρ ἐν ἀσκοῖς πολλοῖς ἐπικομιζόμενος. καὶ συμβαλὼν αὐτοῖς ὑπὸ τοῦ ἀδελφοῦ τοῦ σφῶν βασιλέως στρατηγουμένοις ἐνίκησε· καὶ αὐτὸν ἐπελθόντα οἱ καὶ βαλόντα ἐκ χειρὸς διελάσας ἀπέκτεινεν. οτε καὶ ̓Αμαζόνες λέγονται συμμαχῆσαι τοῖς ̓Αλβανοῖς. μετὰ γὰρ τὴν μάχην σκυλευομένων τῶν νεκρῶν, πέλταις ̓Αμαζονικαῖς οἱ ̔Ρωμαῖοι καὶ κοθόρνοις ἐνέτυχον, σῶμα δὲ γυναικεῖον οὐδὲν εὑρέθη. νέμονται δὲ αυται τὰ καθήκοντα πρὸς ̔Υρκανίαν θάλασσαν τοῦ Καυκάσου. μέσον δὲ τῶν ̓Αλβανῶν καὶ αὐτῶν οἰκοῦσι Γέλλαι καὶ Λίγυες. οις ετους ἑκάστου περὶ τὸν Θερμώδοντα ποταμὸν εἰς ταὐτὸν φοιτῶσαι ὁμιλοῦσιν ἐπὶ δύο μῆνας· ειτα καθ' ἑαυτὰς ἀπαλλαγεῖσαι βιοῦσι· τεκοῦσαι δὲ τὰ μὲν αρρενα κομίσασαι περὶ τὴν τῶν πατέρων ἐκτίθενται γῆν, τὰ δέ γε θήλεα τρέφουσι. Τῶν δὲ τοῦ Μιθριδάτου παλλακῶν ἀναχθεισῶν πρὸς αὐτὸν οὐδεμίαν εγνω Πομπήιος. Στρατονίκη δέ, η καὶ μέγιστον παρὰ Μιθριδάτῃ εσχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττε, δῶρά τε πολλὰ τῷ Πομπηίῳ προσήγαγε καὶ τὸ φρούριον παρεδίδου. ὁ δὲ τῶν προσαχθέντων οσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρεῖχον λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην εχειν ἐκέλευσε. καὶ τοῦ βασιλέως δὲ τῶν ̓Ιβήρων κλίνην καὶ τράπεζαν καὶ θρόνον χρυσᾶ πάντα πεπομφότος αὐτῷ, καὶ ταῦτα 2.351 τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδέδωκεν. ὡς δὲ τὸν Μιθριδάτην ἑώρα φεύγοντα χαλεπώτερον η μαχόμενον, τούτῳ μὲν ειπεν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, αὐτὸς δὲ προῆγε σὺν στρατιᾷ. χειρωσάμενος δὲ δι' ̓Αφρανίου τοὺς περὶ ̓Αμανὸν Αραβας, καταβὰς εἰς Συρίαν ταύτην μὲν ἐπαρχίαν καὶ κτῆμα ̔Ρωμαίων ἀπέφηνε, τὴν δὲ ̓Ιουδαίαν ὑπέταξε καὶ τὸν βασιλέα αὐτῆς ̓Αριστόβουλον συνέλαβεν, ὡς ἐν τοῖς ̓Ιουδαϊκοῖς ηδη ἱστόρηται. μέγα δ' ην ονομα τῆς αὐτοῦ δυνάμεως καὶ μεῖζον τῆς ἀρετῆς καὶ πρᾳότητος. ὁ δὲ τῶν περὶ τὴν Πέτραν ̓Αράβων βασιλεὺς δείσας εγραψε Πομπηίῳ πάντα πείθεσθαι. ἠγγέλη μέντοι αὐτῷ τεθνεὼς καὶ ὁ Μιθριδάτης, Φαρνάκου τοῦ υἱοῦ διαχρησαμένου αὐτόν. εἰς ̓Αμινσὸν ουν ἀφικομένῳ Πομπηίῳ πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκόμιστο, πολλὰ δέ γε προσήνεκτο σώματα, καὶ αὐτὸς ὁ Μιθριδάτου νεκρός. ̓Επανιὼν δὲ λυπηρὰν τὴν ἐπάνοδον εσχηκε διὰ τὴν γυναῖκα Μουκίαν ἐξυβρίσασαν παρὰ τὴν ἀποδημίαν αὐτοῦ· καὶ πλησιάσας τῇ ̓Ιταλίᾳ επεμψεν ἐκείνῃ τὴν αφεσιν. εἰς δὲ τὴν ̔Ρώμην λόγοι περὶ αὐτοῦ ἐγίνοντο καὶ θόρυβος ην ὡς τὸ στράτευμα τῇ πόλει ἐπάξοντός τε καὶ μοναρχήσοντος. ὁ δὲ τῆς ̓Ιταλίας τε αμα ἐπέβη καὶ ἐκκλησιάσας τοὺς στρατιώτας ἐκέλευσεν εκαστον πρὸς τὰ οἰκεῖα τρέπεσθαι, αυθις δὲ συναθροισθῆναι διὰ τὸν θρίαμβον. σκεδασθείσης δ' ουτω τῆς στρατιᾶς ανοπλον αἱ πόλεις ὁρῶσαι Πομπήιον καὶ μετ' ὀλίγων ἀπιόντα, ὑφ' ἡδονῆς ἐκχεόμεναι καὶ προπέμπουσαι συγκατῆγον εἰς τὴν ̔Ρώμην μετὰ δυνάμεως πλείονος. τοῦ δὲ νόμου μὴ συγχω2.352 ροῦντος πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, πέμψας ἠξίου τὴν βουλὴν ὑπερθέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. Κάτωνος δ' ἐναντιωθέντος οὐκ ετυχε· διὸ καὶ οἰκειώσασθαι τὸν ανδρα ἠθέλησε. δυεῖν ουν ἀδελφιδῶν οὐσῶν ἐκείνῳ, τὴν μὲν αὐτὸς ἐζήτει λαβεῖν, τὴν δὲ τῷ υἱῷ συνοικίσαι. παραιτουμένου δὲ τὴν ἀγχιστείαν τοῦ Κάτωνος, ὡς διαφθορὰν ἐσομένην αὐτῷ τοῦ τρόπου, ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἐχαλέπαινον. ̓Αφρανίῳ δὲ Πομπηίου ὑπατείαν μετιόντος, καὶ διὰ τοῦτο πρὸς τὰς φυλὰς ἀργύριον ἀναλίσκοντος, καὶ κακῶς