332
θαῤῥεῖ. Πέπομφα. επεμψα. Πέπταμαι. ἐκ τοῦ ιπτημι, επτακα, επταμαι, επτασαι, επταται, καὶ πλεονασμῷ τοῦ π πέπταμαι, αἰολικῶς· οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον. ωσπερ τὸ ἐπτέρυγμαι, οιον· -ὡς δὲ πάϊς παῖδα μητέρα πεπτερύγωμαι. ̔Ηρωδιανὸς ἐν τοῖς περὶ πάθους. Πέπτωκα. πτῶ, ὁ παρακείμενος επτωκα καὶ κατὰ ἀναδιπλασιασμὸν πέπτωκα. Πέπρωται. εἱμαρμένον ἐστί· καὶ πεπεράτωται. Πελάζειν. πλησιάζειν. Περιστοιχήσαντεσ. περικυκλώσαντες. περιστάντες. pi.1541 Περιπτύσσεσθαι. προσφύεσθαι, περιπλέκεσθαι. Περισκυθίσαντεσ. σπαράξαντες. κυρίως δὲ τὸ ἀποτεμεῖν τὸ ἐπὶ κεφαλὴν δέρμα σὺν ταῖς θριξί· καταχρηστικῶς δὲ καὶ τὸ ἀποκεῖραι. Περιφύσ. ἀντὶ τοῦ περιπλακείς. Περιῤῥέουσα. ἡ λεπτὴ καὶ ἀραχνώδης καὶ μαλακή. Περιέτριζεν. εκλαιεν· ἠντιβόλει. πεποίηται ἡ φωνὴ ἀπὸ τῶν πτηνῶν τῶν περιπτομένων καὶ θρηνούντων τοὺς κινδυνεύοντας ἑαυτῶν νεοττούς. Περιτετμῆσθαι. ηγουν ̓Ιουδαῖον χρηματίζειν. ̓Ιουδαίων γὰρ ἡ περιτομή. Περιοριζόμενον. περιγραφόμενον, ο ἐστι περιεχόμενον. pi.1542 Πέρθω. τὸ πορθῶ. Περιπολεύειν. κυκλεύειν, ἀναστρέφεσθαι. Περιαυτίζεται. περὶ αὐτοὺς μέγα φρονεῖ. η περὶ τῶν αὐτῶν πάλιν λέγει. Περινοστεῖ. περιέρχεται. ἀναστρέφεται. Περιστέλλων. σκέπων, ἐνδύων. Περιαθρεῖ. περιβλέπει. Περιλάμπεσθαι. τὴν μερικὴν λάμψιν δηλοῖ. καταλάμπεσθαι δὲ τὴν τελείαν. Περιστένειν. στενοχωρεῖν. η καὶ τὸ στενάζειν. Περιέπειραν. επηξαν. πείρω γὰρ τὸ σουβλίζω Περιεργαζόμενοσ. πονηρευόμενος. Περιέσται. νικήσει, η περιγενήσεται. pi.1543 Περιπτυξώμεθα. ἀσπασώμεθα. Περιστέλλει. κοσμεῖ. η φροντίδος ἀξιοῖ. Περιέπει. φυλάττει. Περιορισθῆναι. περιληφθῆναι. Περιόψεται. παρίδοι, καταφρονήσει. Περκάζει. ὡριμάζει. Περαίνει. καὶ περαιῶσαι, τὸ τελειῶσαι. Πέττω. τὸ χωνεύω. ἐξ ου καὶ πέψις. τριττὴ δέ ἐστιν ἡ πέψις ἐν τοῖς ἐναίμοις ζώοις. καὶ πρώτη μὲν ἡ ἀπὸ τῆς οἱασοῦν τροφῆς εἰς χυλοποίησιν ἐν τῇ κοιλίᾳ μεταβαλλομένη. δευτέρα ἡ διὰ τῆς κοίλης φλεβὸς τῆς κυρτῆς ὀνομαζομένης ἐκ τῆς κοιλίας εἰς τὸ ηπαρ ἑλκομένη, κᾀκεῖσε εἰς αιμα μετασκευαζομένη. τρίτη ἡ ἀπὸ τοῦ αὐτοῦ ηπατος εἰς εν εκαστον μόριον τοῦ ολου σώματος ἀναδιδομένη καὶ τροφὴν τὴν αὐτοῖς ἁρμόζουσαν παρεχομένη· ἐν ῃ δηλαδὴ τρίτῃ πέψει εστιν ἡ αἱματοποίησις, ἡ αὐτὴν τὴν σάρκα γεννῶσα. διὸ καὶ ὁρίζεται, τί ἐστι σὰρξ, αιμα πεπηγὸς ὑπὸ φύσεως. Πεφήσεται. ἀναιρεθήσεται. Πεφαυλισμένον. ἀποδεδοκιμασμένον. Πεφοινιγμένη. ᾑμαγμένη. pi.1544 Πεφωριῶσθαι. τὸν ὀφθαλμὸν πεπαχύνθαι. Περπερεύεται. προπετὲς ποιεῖ· ἀτακτεῖ· κατεπαίρεται. ἡ ἀγάπη οὐ περπερεύεται. Πέποιθασ. ἀντὶ τοῦ λογίζῃ. τοῦ ̓Αποστόλου Πέτρου· πέποιθας σεαυτὸν ὁδηγὸν ειναι τυφλῶν. Περισσεύομεν. τουτέστιν εὐδοκοῦμεν παρὰ θεῷ. ἀποστολικὴ ἡ λέξις. Τὸ Π μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Πηγόσ. ὁ εὐτραφής. Πηγεσίμαλλοσ. ὁ βαθύθριξ. Πήγασοσ. ονομα ιππου. Πήδαιοσ. κύριον. Πήδασοσ. πόλις η τόπος καὶ ορος. Πηκαλισμόσ. ὁ ἐμπαιγμός. Πηνεόσ. ποταμός. Πηόσ. ὁ κατ' ἐπιγαμίαν συγγενής. Πηρόσ. ὁ τυφλὸς, ὁ βεβλαμμένος. Πηρῖνοσ. τὸ αἰδοῖον. Πηλεύσ. κύριον. παρὰ τὸ βάλλω, τὸ κινῶ, γίνεται Παλεὺς, καὶ τροπῇ τοῦ ˉα εἰς ˉη Πηλεύς. pi.1545 (Θηλυκόν.) Πηγή. ἀνάβλυσις τῆς ὑπὸ γῆν ἀτμίδος, ητις ὑπὸ τῆς ἐντὸς ψυχρότητος κατὰ μικρὸν βληθεῖσα ὁμοῦ τὲ συνήφθη καὶ ἐξεδόθη. Πηγυλίσ. τὸ κρύος. Πηδώνη. ἡ κώπη. η πηδόν. Πήρα. τὸ σακκούλιον. πείρα δὲ ἡ δοκίμη, δίφθογγον. Πηκτίσ. τὸ τῆς κιθάρας ξύλον. Πήληξ. ἡ περικεφαλαία. Πηλιάσ. τὸ δόρυ. Πηλιάδα μελίην. ἀπὸ μελίας δένδρου. Πημονή. ἡ βλάβη. Πημαντική. διδασκαλική. Πημαντή. βλαβερά. Πηνίτισ. χώρα. Πηνελόπη, Πηνεὼ καὶ Πηνελόπεια. ὀνόματα κύρια. Πηνήκη. τὸ κεφαλοδέσμιον. πηνύκη δὲ, ἡ οὐρὰ, τὸ ˉνˉυ ψιλόν. pi.1546 Πῆχυσ. μέτρον δισπιθαμιαῖον. καὶ κλίνεται πήχεως, ὡς πέλεκυς πελέκεως. α καὶ σεσημείωνται ὡς διὰ τοῦ ˉω μεγάλου γραφόμενα. καὶ διὰ τί σεσημείωνται; ̔Ηρωδιανὸς λέγει, οτι πήχυος ην καὶ πελέκυος κατὰ ἀκολουθίαν, ὡς βότρυς βότρυος· ἀλλ' ἐπειδὴ οἱ ̓Αττικοὶ τὸ ˉο μικρὸν εἰς ˉω μέγα μεταβάλλουσι