332
Ἀβραὰμ ὅτι Σάρρα θηλάζει; συμβολικὸς ὁ λόγος. εὐχόμεθα οὖν αὐτὸν τὸν Κύριον τῆς δόξης, ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς ἐν αὐτῇ ἀλήκτου παραμυθίας, ὡς ἂν οἴκοθεν ἔχουσα τὰς ἀφορμὰς τῆς παρακλήσεως μὴ δεδεῆσθαι φωνῆς ἑτέρας. Εἴδομεν δὲ καὶ τὸν ἀγαπητὸν ἡμῶν ἀδελφὸν καὶ πνευματικὸν υἱέα, τὸν κύριον Ἰωάννην, τὸν ὁμαίμονα τῆς ὑψηλότητός σου, ἐπισκεψάμενον ἡμᾶς τοὺς ἁμαρτωλοὺς κατὰ τὸ εἰκός· ὃν καὶ παρεμυθησάμεθα βραχέσι λόγοις διὰ τὸ μητρικὸν πάθος καὶ συμπαρεκαλέσαμεν οἴσειν τῇ ἀδελφικῇ συνδιαθέσει τὰ κατὰ τὴν θεοσέβειάν σου. 510 {1Εὐφροσύνῃ ἡγουμένῃ}1 Καὶ ἐπὶ τοῦ παρόντος ἐπισκεπτόμεθά σου τὴν τιμιότητα διὰ τοῦ γράμματος, γλιχόμενοι μαθεῖν ὅπως ὑγιῶς διατελοίη, φέρουσα εὐαγῶς τὴν πνευματικὴν ζωήν· καὶ γὰρ ἔργον ἡμῖν ὀφειλόμενον τοῦτο ποιεῖν, καθάπερ καὶ αὕτη προσανατέθεικας ἑαυτὴν τῇ ταπεινώσει ἡμῶν ἀπ' αὐτῆς τῆς μακαρίας μητρός σου, ἧς τὸ μνημόσυνον ἐν βίβλῳ ζώντων, καλῶς βιωσάσης καὶ χαρακτῆρα εὐσεβείας τὸν ἑαυτῆς βίον καταλιπούσης, οὐ μόνον σοὶ τῇ ἱερᾷ καὶ θεόφρονι ταῖς τε ὑπὸ χεῖρα, ἀλλὰ καὶ πᾶσιν ἄλλοις, οἷς ἐστι πόθος ζηλοῦν τὰ καλά. τὸ γοῦν ὑπόδειγμα τῆς ἀρετῆς μητρόθεν ἔχουσα πρόσθες καὶ τὰ κατὰ σαυτὴν ἔτι, κυρία, παρακαλοῦμεν, ἐξ εἰκόνος ἀρίστης εἰκὼν γινομένη καὶ αὐτὴ ἐνθέου βίου τοῖς ὁρῶσί σε, ὥσπερ καὶ γίνοιο· καὶ γὰρ ἀκούομεν ἔτι καὶ ἔτι τὰ καλά σε πράττουσαν, τοῦτο μὲν ἐν τῇ καθηγήσει τῶν ἀδελφῶν, μιᾷ ψυχῇ ἀγαπητικῇ τὰς πάσας συνέχουσαν, γρηγοροῦσαν τὰ πρὸς θεὸν ἐν προσευχαῖς, ἐν ψαλμῳδίαις, ἐν ἀναγνώσεσι, τοῦτο δὲ ἐν φιλαδέλφῳ ξενοδοχίᾳ, πολυτρόπως διαμεριζομένην ταῖς φροντίσεσί τε καὶ ἐπιδόσεσι καὶ οἷόν τις ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἐν τῇ Βυζαντίδι, ὡς κατανοῶ, τὸ σὸν μοναστήριον· δι' οὗ δοξάζεται θεὸς καὶ ἥδεται ἀρρήτως ἡ μακαρία μήτηρ, ἐπείπερ ἠξίωνται οἱ ἅγιοι βλέπειν τῶν σφῶν μαθητῶν τὰ κατορθώματα. Χαίροις οὖν, ἀγαθὴ διδάσκαλε καὶ μήτηρ γνησιεύουσα τῶν κατὰ θεὸν τέκνων· καὶ ἄλλοι μὲν ἐχέτωσαν δόξας γηΐνας καὶ λαμπρότητας, διαδήματά τε καὶ στεφανώματα πρόσκαιρα, σοὶ δὲ ἀρκέσει ὁ σταυρὸς Χριστοῦ, ὁ θεόληπτος βίος, ὁ χριστοπόθητος παρθενών, εἰ δὲ βούλει, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τιμαλφέστερα λόγια τοῦ θεοῦ, τὸ φαιὸν ἱμάτιον, ἡ ἀκολούθησις τοῦ Χριστοῦ, ἅτινά ἐστι μείζω πάντων τῶν ἐπιγείων καὶ ἀρραβωνίσματα τῆς βασιλείας τῶν οὐρανῶν. μή σοι λοιπόν ποτε νυστάξῃ τὸ ὄμμα τῆς διανοίας μηδὲ ἡ ἀκοὴ τῆς καρδίας ἀνακουστήσῃ μηδὲ λήξῃ σού ποτε ὁ θεῖος ἔρως, ἀλλὰ γὰρ καὶ προσθήκαις ἀρετῶν ἀεὶ ἐπαύξαιο, νύσσουσα καὶ κατανύσσουσα τὴν ψυχὴν καὶ ὥσπερ ἔκ τινος πηγῆς προχέουσα δάκρυον. καλὸν γὰρ ὅτι μάλιστα τὸ ὕδωρ τοῦτο· καθαίρει ψυχήν, ἔσθ' ὅτε ῥυπουμένην ἐν λογισμοῖς, σβέννυσι πῦρ ἐξ ἀπροσεξίας ἀναπτόμενον ὑπὸ ἔρωτος σαρκός, κατευνάζει ταραχώδη διάθεσιν καὶ δυσμενοῦς προσβολῆς, κάμπτει τῷ ὄντι θεὸν εἰς ἔλεον καὶ ἵστησιν ἐπὶ τῆς προτέρας γνησιότητος τὸν ἐραστήν. σοφὴ οὖσα νόει ἃ λέγω· δίδωσι γάρ σοι Κύριος χάριν καὶ δώσειέ σοι ἔτι εἰς τὸ στέργειν αὐτὸν καὶ ἀντιστέργεσθαι, ποθεῖν καὶ ἀντιποθεῖσθαι, ὡς ἂν ἕξει καὶ σοὶ εἰπεῖν μετὰ τοῦ ἀποστόλου· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. καὶ γὰρ ὁ ἀγαπῶν ὁλοσχερῶς τὸν θεὸν ἐξίσταται ἑαυτοῦ ἐν τῷ ἀγαπωμένῳ καὶ ζῶν καὶ κινούμενος καὶ ὤν. Τοιαύτην σε ὁ λόγος ἐπιζητεῖ, τὴν νύμφην τοῦ Χριστοῦ, καί γε τὰς ὑπὸ σὲ θυγατέρας θεοῦ. καὶ τί τὸ ἐντεῦθεν; ὁ νυμφίος Χριστός, ὁ ἐπουράνιος νυμφὼν καὶ τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ, αὕτη ἡ βασιλεία τῶν οὐρανῶν καὶ ὅσα ἐπήγγελται ἀναπαυστικὰ τοῖς ἁγίοις· ἃ φθάσασα ἡ μακαρία μήτηρ παρακαλεῖ ἐπιμένειν ὑμᾶς ἐν τῇ ἀσκήσει, ἐν τῇ ὁμονοίᾳ, ἐν τῇ συμψυχίᾳ, πατεῖν τὰ πάθη, μισεῖν σάρκα καὶ αἷμα, ἀντέχεσθαι τῶν ἀρετῶν, δι' ὧν ἔστιν ἐπιτυχεῖν τῶνδε τῶν ἀρρήτων ἀγαθῶν. 511 {1Εὐδοκίμῳ σπαθαρίῳ}1 ∆ευτερεύω τοῦ ἐπιστέλλειν τῇ τιμιότητί σου, καὶ τοῦτο προτραπεὶς παρὰ Σιλουανοῦ, τοῦ αἰδεσιμωτάτου ἡμῶν ἀδελφοῦ· ἐπειδὴ γὰρ ἦλθεν εἰς ὁμιλίαν τὴν