ἐπιθετικὰ σύνθετα εἰς ˉηˉςλήγοντα, ἐν ὀξείᾳ τάσει ἔχουσιν αὐτά· γένος εὐγενής, κλέος εὐκλεής, θάλοςεὐθαλής. ἐχρῆν οὖν, φασί, καὶ περὶ τὸ ἔτος ταὐτὸ γίνεσθαι. ἀναγινώσκουσι δὲ καὶτὸ ἑξέτε' ἀδμήτην παροξυτόνως ἑξετέα, ὡς εὐσεβέα. Αἴλιος δὲ ∆ιονύσιος, ἐνᾧ συνέθετο Λεξικῷ, φησί· «διέτης, τριέτης, πεντέτης καὶ πάντα τὰ ὅμοιαβαρύνουσιν Ἀττικοὶ προφέροντες τῷ τόνῳ ὡς εὐεργέτης». Ἡρωδιανὸς δὲ τοῖς ἀπηλεγέως, ὡς ἐρρέθη, κατακρίνουσι συνδιαγνωμονῶν λέγει, ὅτι οἱ μὲν τὸδιετής ὀξυτόνως προηνέγκαντο, οἱ δὲ βαρυτόνως. ὁ μέντοι λόγος ἀπαιτεῖὀξυτόνως λέγειν, ἐπεὶ πᾶν εἰς ˉοˉς οὐδέτερον δισύλλαβον, ἐπὰν τὸ κατὰ τὴν παρατέλευτον μεμελέτηται διὰ τοῦ ˉε εἶναι, ἡνίκα ἂν συντεθῇ, εἰς ˉηˉς λήγει καὶ ὀξύνεται,οἷον σθένος ἀσθενής, βέλος πολυβελής. οὕτως οὖν καὶ ἔτος διετής καὶ τὰ ὅμοια.[Οτι δὲ διάφορα καὶ ἄλλα οἱ Ἀττικοὶ παρὰ τὴν ἀνάλογον συνήθειαν τονοῦσι,δῆλον καὶ ἐκ τοῦ τροπαῖον, ὃ κοινῶς τρόπαιον λέγεται, καὶ ἐκ τοῦ ἑτοῖμον καὶἐρῆμον καὶ ἐκ τοῦ ὁμοῖος. τὸ γὰρ κοινὸν ὅμοιος ἐν προπερισπάσει. οἱ δ' αὐτοὶκαὶ βδέλυρος λέγουσι καὶ πόνηρος καὶ μόχθηρος ἔξω ἀναλογίας. Πᾶν γὰρ εἰςˉρˉοˉς λῆγον παρώνυμον, παρεσχηματισμένον τοῖς γένεσιν, ὀξύτονόν ἐστι καθ'Ἡρωδιανόν. ∆ιό, φησίν, εἰ καὶ πόνηρος μὲν καὶ μόχθηρος βαρυτόνως ἐπὶ τῶνἐπιπόνων καὶ ὑπομενετικῶν, πονηρὸς δὲ καὶ μοχθηρὸς ἐπὶ τῶν κατὰ ψυχὴνφαύλων, ἀλλὰ τοῦτο οὐκ εὖ. εἰ γὰρ πόνος καὶ μόχθος τὰ πρωτότυπα, εὐλόγωςπονηρὸς καὶ μοχθηρὸς τὰ τούτοις παρακείμενα, κἂν διαφόρων ἔχηται σημασιῶν,ἵνα ᾖ ἀνάλογα τῷ κάματος καματηρός, ὄλισθος ὀλισθηρός, βλάβη βλαβερός,κράτος κρατερός. τονώσεως δὲ διαφόρου Ἀττικῆς καὶ τὸ ἰδέ καὶ λαβέ ἀντὶ τοῦἴδε καὶ λάβε κατὰ συνεκδρομὴν τοῦ εἰπέ, ἐλθέ, εὑρέ.] Τὸ δέ «σταφύλῃ ἐπὶνῶτον ἐΐσας» δηλοῖ μὲν τὰς ἰσήλικας, ἔχει δὲ ἔλλειψιν τοῦ ˉωˉς παραβολικοῦἐπιρρήματος. ὤφειλε γὰρ εἶναι «ὡς σταφύλῃ», ἵνα λέγῃ αὐτὰς οὕτως ἴσαςἀλλήλαις τὸ μῆκος ἐν τῇ κατ' ἐπίπεδον στάσει, ὡς ἐὰν σταφύλῃ ἐξισώθησαν.Ἔστι δὲ ἡ σταφύλη βαρυτόνως, ὡς ἡ κοτύλη, πρὸς διαστολὴν τῆς ὀξυτόνου 1.534 ὀπώρας, τεκτονικὸν ἐργαλεῖον, ἐξισάζον τὰ ὑποκείμενα. καί φασιν οἱ ἀκριβέστεροι λαξοϊκόν, ἤτοι λιθοξοϊκόν, καὶ λαξευτικὸν διαβήτην εἶναι τὴν σταφύλην,ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ. ὁ δὲ ἕτερος, φασί, διαβήτης μόνον πλάτος. ἦσανοὖν, φασίν, αἱ τοῦ Εὐμήλου ἵπποι ἄμφω ἴσαι τὸν νῶτον, ὡς σταφύλῃ τοιαύτῃμετρεῖσθαι. ῥηθήσεται δὲ περὶ ταύτης καὶ μετ' ὀλίγα. Ἰστέον δὲ νῦν καί, ὅτι Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν εἰπὼνκεῖσθαι τὴν λέξιν ταύτην ἐπὶ τῆς καθιεμένης μολύβδου παρὰ τῶν τεχνιτῶν λέγεικαί, ὅτι τὸ «σταφύλῃ ἐπὶ νῶτον ἐΐσας» βαρύνεται ὡς Νιόβη. ἔστι γάρ, φησίν,οὐχ' ὅμοιον τῷ συκῆ· τοῦτο μὲν γὰρ διαιρεῖται συκέη, ἐκεῖνο δὲ οὐ διαιρεῖται. Λέγει δὲ ὁ Πτολεμαῖος τοῦτο διὰ τὸ μηδὲ τὴν ὀπώραν, τὴν σταφυλήν, δεῖνεἶναι ὀξύνεσθαι ἀλλὰ περισπᾶσθαι, οἷα τῶν τοιούτων εἰς ˉλˉη θηλυκῶν, ἃπαραλήγεται τῷ ˉυ, περισπωμένων κατὰ Ἡρακλείδην, [φάμενον ἡμαρτῆσθαιπαρὰ τοῖς ἑλληνίζουσι τὸ σταφυλή ὀξυνόμενον. ὅσα γὰρ τοιαῦτα παρατελευτῶνται τῷ ˉυ, περισπῶνται. καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος.] (ῃ. 766) Τὸδέ «ἐν Πηρείῃ» ἀμφιβέβληται. τινὰ μὲν γὰρ ἀντίγραφα διὰ διφθόγγου τὴνἄρχουσαν ἔχουσι, τὴν δὲ παραλήγουσαν διὰ μόνου διχρόνου. αἰτία δέ τις οὐπαραδέδοται τῆς τοιαύτης γραφῆς. ἐν δὲ ἑτέροις ἡ μὲν ἀρχὴ τὸ ˉη ἔχει, ἐνδιφθόγγῳ δὲ ἡ παράληξις γίνεται. καὶ εὕρηται οὕτω καὶ ἐν τῇ κατὰ στοιχεῖον Συλλογῇ τῶν Ἐθνικῶν, ἔνθα κεῖται, ὅτι Πήρεια χωρίον Θετταλικόν, ὅπερ τυχὸν ἑλῶδες ἦν καὶ ἀγαθὸν τρέφειν ἵππους. Ἀπόλλων δὲ τὰς Εὐμήλουἔθρεψεν ἵππους, ὡς νομεύς, καί, ὡς θητεύσας, φασί, τῷ Ἀδμήτῳ, ἢ κατὰ ἔρωταἢ ἐξ ἀνάγκης τοῦ ∆ιός, οἷα πεφονευκὼς τοὺς Κύκλωπας, οὐ τοὺς ἐν Ὀδυσσείᾳ,ἑτέρους δὲ δηλαδή, περὶ ὧν