333
ἀρχῆς αὐτῶν κατέστησεν ὁ μέγας δοὺξ μετὰ τὴν βασιλέ 2.395 ως εἰς Τριβαλοὺς ὑπερορίαν προσκεχωρηκότων δέει. ἐπαινέσας δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ τοῦ τότε τῷ καιρῷ προσήκοντα πεποιηκέναι μὴ φιλονεικήσαντας ἐπιχειρεῖν τοῖς ὑπὲρ δύναμιν, καὶ τοῦ αὖθις ἐπανήκοντι προσκεχωρηκέναι μελήσαντας μηδὲν, ἐκείνοις μὲν ἄρχοντα ἐπιστήσας, οἴκαδε ἀπέπεμπε· Γουδέλῃ δὲ τά τε ἴδια κελεύσας ἀποδοθῆναι καὶ οἴκοθεν πλείω παρασχὼν, ἔπειτα καὶ Ἰάκωβον τὸν Βρουλᾶν ὄντα ἐκ τῶν οἰκετῶν καὶ Σαλατίνην ἐκ τῶν Περσῶν ἕνα ἅμα ἐκείνῳ ἐξέπεμπεν εἰς Βυζάντιον πρὸς βασιλίδα πρέσβεις. ἡ πρεσβεία δὲ ἦν περὶ εἰρήνης. καὶ πρῶτα μὲν ἐμαρτύρετο τὸν θεὸν, ὡς οὐ μόνον αὐτῇ οὐκ ἐπιβουλεύσειεν ἔργῳ ἢ βασιλεῖ τῷ υἱῷ, ἀλλ' οὐδὲ μέχρι λογισμῶν αὐτῷ τι περὶ αὐτὴν προσκεκρουκότι συνειδείη. αὐτὴν δὲ ὑπὸ συκοφαντῶν ἀνθρώπων καὶ οὐδὲν ὑγιὲς, οὔτε ποιεῖν, οὔτε λέγειν μεμελετηκότων παραχθεῖσαν ἔφασκε τὸν ἐμφύλιον τουτονὶ πόλεμον κεκινηκέναι, ὃς ἄχρι νῦν πολλῶν τε καὶ μεγάλων αἴτιος Ῥωμαίοις κατέστη συμφορῶν καὶ ἔτι μειζόνων ἔσεται, ἂν μὴ καταλυθῇ. καὶ αὐτὸν δὲ μεγάλαις μὲν χρήσασθαι συμφοραῖς διὰ τὸν πόλεμον, καὶ κινδύνοις φοβεροῖς περισχεθῆναι θάνατον ἀπειλοῦσι· τοῦ θεοῦ δὲ ὅμως ἵλεω τυχόντα, τῶν κινδύνων τε ἐκείνων ἀπηλλάχθαι, καὶ νῦν ἐπανήκειν τοῦ κρείττονος συναιρομένου. συνορῶντα δὲ ὡς τά τε μέλλοντα κακὰ ἐκ τοῦ πολέμου πᾶσαν ὑπερβήσεται ὑπερβολὴν, καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ 2.396 ὁμοίως μεγάλα τε καὶ δυνάμενα τὴν Ῥωμαίων ἡγεμονίαν κινδυνεύουσαν ἀνακτᾶσθαι, τὴν πρεσβείαν πεποιῆσθαι τὴν περὶ τῆς εἰρήνης ταύτην καὶ δεῖσθαι αὐτῆς, μὴ περιορᾷν διὰ τήν τινων μοχθηρίαν καὶ ἀγνωμοσύνην τὴν Ῥωμαίων ἡγεμονίαν διαφθειρομένην. καὶ ἐξαρχῆς γὰρ ἄχρι νῦν πολλὰ συμβεβηκέναι τὰ δεινὰ καὶ χαλεπὰ, καὶ τὴν χώραν ἅπασαν καὶ τὰς πόλεις διεφθάρθαι ὑπ' ἀλλήλων πολιορκουμένας καὶ διαφθειρομένας ἐπιδρομαῖς καὶ λεηλασίαις· μέτρια δὲ ὅμως εἶναι, οἷα δὴ Ῥωμαίων Ῥωμαίοις ἐπιόντων καὶ οἶκτόν τινά ποτε καὶ τῶν ἀτυχούντων λαμβανόντων. τὰ προσδοκώμενα δὲ τοσούτῳ καὶ δεινότερα καὶ φοβερώτερα, ὡς τὰ παρελθόντα, πρὸς αὐτὰ παραβαλλόμενα, εὐτυχίας τόπον ἐπέχειν πρὸς ἀκροτάτην κακοπραγίαν. βάρβαροι γὰρ ἤδη εἶναι Πέρσαι οἱ τὸν πρὸς Ῥωμαίους ἐπιτετραμμένοι πόλεμον κἀκείνῳ συμμαχήσοντες, οἷς τὸ φονεύειν τρυφὴ καὶ τὸ ἐξανδραποδίζεσθαι καὶ ἀποδίδοσθαι ἐπὶ δουλείᾳ κέρδους ἥδιον παντὸς, καὶ οἶκτος οὐδὲ εἷς, οὐδὲ ἔλεος τῶν ἀτυχούντων, οἷα δὴ φύσει πολεμίων ὄντων διὰ τὴν περὶ τὸ σέβας ἀκροτάτην ἐναντιότητα. καὶ τούτου ἔλεγε τοῦ κακοῦ οὐκ ἐκεῖνον ἦρχθαι πρῶτον, ἀλλ' Ἀπόκαυκον τὸν παρακοιμώμενον, ὃς αὐτῷ εἰς Βέῤῥοιαν ἐπιστρατεύσας καὶ πολλὴν καὶ ἀγαθὴν ἄγων στρατιὰν Ῥωμαίων, οὐκ ἀγαπητὸν ᾠήθη, εἰ μὴ καὶ Πέρσας ἐπαγάγοι, οἳ πολλὰ ἐκάκωσαν τὴν χώραν ἐκείνην, κτείνοντες καὶ ἐξανδραποδιζόμενοι τοὺς προστυχόντας καὶ πυρὸς ἔργον πά 2.397 σας κώμας πεποιημένοι. ᾧ διδασκάλῳ κεχρημένος ἐπὶ τὴν τοιαύτην τετράφθαι πεῖραν, καὶ μηδεμιᾶς διὰ ταύτην εἶναι ἄξιος αἰτίας, εἰ μὴ δυνάμενος πρός τε βαρβάρους ὁμοῦ καὶ Ῥωμαίους ἀντιτάττεσθαι, τοῖς ὁμοίοις καὶ αὐτὸς ἐχρήσατο συμμάχοις. ἃ συνορῶσαν καὶ αὐτὴν ὡς δεινὰ καὶ τήν τε ἀρχὴν διαφθεροῦντα καὶ πρὸς τὸ μέλλον ἐκεῖ κριτήριον μεγάλην οἴσοντα τὴν καταδίκην, εἰ διὰ φιλονεικίαν καὶ ψευδεῖς συκοφαντίας καὶ διαβολὰς τὸ Χριστιανῶν αἷμα προϊεμένη φαίνοιτο χεῖσθαι ὑπὸ τῶν βαρβάρων, πεισθῆναι πρὸς τὴν εἰρήνην, πρὶν ὑπὸ τῶν βαρβάρων τι διεφθάρθαι. περιμενοῦσι γὰρ Ῥωμαίων οὐδένα ἀδικοῦντες, ἄχρις ἐπανήξουσιν καὶ οἱ πρέσβεις. τὸ δὲ ἐφ' ὁποίοις δεῖ γενέσθαι, οὐ τοῦ παρόντος εἶναι καιροῦ δηλοῦν, ἀλλ' εἰ μόνον πείθοιτο, πρέσβεις πέμπειν πρὸς αὐτὸν, οἳ διαλέξονται, ὅσα ἂν αὐτῇ καὶ πατριάρχῃ καὶ τοῖς ὑπολειφθεῖσιν ἔτι τῶν πραγμάτων ἄρχουσι βέλτιστά τε εἶναι δοκῇ καὶ λυσιτελέστατα ἑαυτοῖς. πεποιθέναι δὲ αὐτὸν, ὡς τοῦ θεοῦ διδόντος χαίροντες ἐπανήξουσι καὶ τὰ πᾶσι κοινῇ Ῥωμαίοις συνοίσοντα κατωρθωκότες. τοιαύτη μὲν ἦν