333
ἐντεῦθεν ἀκούοντος ὡς ωνιον τὴν ἀρχὴν ποιουμένου τοῖς μὴ ταύτης ἀξίοις, ὁ Κάτων πρὸς τὰς γυναῖκας "τούτων" εφη "τῶν ὀνειδῶν κοινωνητέον ἡμῖν οἰκείοις γενομένοις πρὸς τὸν Πομπήιον." Τοῦ δὲ θριάμβου τῷ μεγέθει καίπερ εἰς δύο ἡμέρας μερισθέντος ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσε. γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ' ων ἐθριάμβευεν. ην δὲ ταῦτα, Πόντος, ̓Αρμενία, Παφλαγονία, Καππαδοκία, Μηδία, Κόλχοι, Ιβηρες, ̓Αλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην, ̓Ιουδαία, ̓Αραβία, τὸ πειρατικὸν απαν ἐν γῇ καὶ θαλάττῃ καταπεπολεμημένον· ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττω, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀποδέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δέουσαι τεσσαράκοντα. πρὸς δὲ τούτοις εφραζε διὰ τῶν γραμμάτων οτι πεντακισχίλιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ων αὐτὸς προσεκτήσατο μυρίας ὀκτακισχιλίας πεντακοσίας ̔Ρωμαῖοι λαμβάνουσιν, ἀναφέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀρ2.353 γυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν τοῖς στρατιώταις δεδομένων. αἰχμάλωτοι δὲ ἐπομπεύθησαν ανευ τῶν ἀρχιπειρατῶν υἱὸς Τιγράνου τοῦ ̓Αρμενίου μετὰ γυναικὸς καὶ θυγατέρων, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη καὶ βασιλεὺς ̓Ιουδαίων ̓Αριστόβουλος, καὶ συγγενεῖς Μιθριδάτου, αλλοι τε πλείους. μέγιστον δὲ ὑπῆρξε πρὸς δόξαν αὐτῷ οτι τρὶς τεθριαμβευκώς, τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τὸν δὲ τελευταῖον ἀπὸ τῆς ̓Ασίας κατάγων, τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ἐπῆχθαι θριάμβοις. ην δὲ τότε ἐτῶν τεσσαράκοντα. Σιτοδείας δὲ μετὰ ταῦτα τὴν ̔Ρώμην καὶ τὰ περὶ αὐτὴν κατασχούσης πλεύσας εἰς Σικελίαν καὶ Σαρδὼ καὶ Λιβύην ηθροισε σῖτον. καὶ ἀνάγεσθαι μέλλων, τῶν κυβερνητῶν ὀκνούντων διὰ πνεύματα βίαια, πρῶτος αὐτὸς ἐμβὰς τὰς ἀγκύρας αιρειν ἐκέλευσε καὶ ἀνεβόησε "πλεῖν ἀνάγκη, ζῆν δὲ οὐκ ἀνάγκη." τοιαύτῃ δὲ τόλμῃ χρώμενος καὶ ἀγαθῇ τύχῃ ἐνέπλησε τὰ ἐμπόρια σίτου, πλοίων δέ γε τὴν θάλασσαν. καὶ ωνητο μὲν αν ἐνταῦθα τοῦ βίου παυσάμενος· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ηνεγκεν ἐπιφθόνους, ἀνήκεστα δέ γε τὰ δυστυχήματα. προστεθεὶς γὰρ Καίσαρι, καὶ διὰ τῆς οἰκείας δόξης τε καὶ δυνάμεως ἐξάρας αὐτόν, ὑπ' ἐκείνου ἀνατέτραπτό τε καὶ καταβέβλητο. Ινα δὲ μὴ δὶς τὰ αὐτὰ ἱστορῆται, ἐν τοῖς περὶ Καίσαρος τὰ λοιπὰ τοῦ Πομπηίου εἰρήσεται, τῇ περὶ ἐκείνου συνεμπίπτοντα ἱστορίᾳ. Εὐτυχὴς δὲ ὁ Καῖσαρ ἐν στρατηγίαις γενόμενος 2.354 καὶ πολλοὺς κατωρθωκὼς πολέμους, μνηστευόμενος δ' ἑαυτῷ τὴν ἐκ τοῦ δήμου ῥοπὴν αὐτὸν ἐθεράπευε· καὶ μοναρχίας ἐρῶν, ἐπεὶ ἑώρα τινὰς ἐναντιουμένους αὐτῷ, καὶ μάλιστα τὸν Πομπήιον μέγα τότε δυνάμενον, τῇ ̔Ρώμῃ ἐξ ̓Ιβηρίας ἐπιδεδήμηκεν. ην πρὸ τούτου λαχών, ὡς ταύτης ἐπέβη, ἐπὶ Λυσιτανοὺς καὶ Καλαίκους ἐστράτευσε· καὶ κρατήσας τούτων αχρι τῆς εξω προῆλθε θαλάσσης, τὰ μὴ πρὶν ὑπείκοντα ̔Ρωμαίοις εθνη καταστρεφόμενος. καὶ ἀπηλλάγη τῆς ἐπαρχίας εὐδοκιμῶν αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκώς. θέλων δ' ἐπὶ τῇ νίκῃ θριαμβεῦσαι, πρὸς αὐτάς τε τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας, καὶ μνώμενος ἑαυτῷ ὑπατείαν, ἐν ἀντινομίᾳ ἐγένετο. τοὺς μὲν γὰρ θριαμβεύειν μέλλοντας εξω νενόμιστο διατρίβειν τῆς πόλεως, τοὺς δὲ μετιέναι θέλοντας ὑπατείαν δι' ἑαυτῶν τοῦτο πράττειν, τοῖς ἀρχαιρεσιάζουσιν ἐντυγχάνοντας. καταφρονεῖ τοίνυν τοῦ θριάμβου, καὶ παρελθὼν εἰς τὴν πόλιν εἰς ὑπατείαν παρήγγειλε. Τῶν δὲ μέγα δυναμένων ἐν τῇ βουλῇ καὶ ὁ Κράσσος ων, πρὸς ον ὁ Καῖσαρ ᾠκείωτο, ἀντιπολιτευόμενος τῷ Πομπηίῳ ἐτύγχανε. τούτους ὁ Καῖσαρ ἐκ διαφορᾶς εἰς φιλίαν μετήνεγκε, καὶ ὑπ' ἀμφοῖν ωσπερ δορυφορούμενος εἰς ὑπατείαν προήχθη· καὶ αὐτίκα νόμους εἰσέφερε δι' ων ᾠκειοῦτο τὸν δῆμον. ετι δὲ τὴν Πομπηίου ἰσχὺν ὁ Καῖσαρ ἑαυτῷ προσάπτων, τὴν οἰκείαν θυγατέρα ̓Ιουλίαν αὐτῷ κατηγγύησε. γήμας ουν αὐτὴν ὁ Πομπήιος οπλων τὴν ἀγορὰν αὐτίκα