333
καὶ τὰ παραλήγοντα τῶν φωνηέντων εἰς ˉε, τούτου χάριν καὶ τὸ πελέκεως καὶ πήχεως μετέστρεψαν εἰς ἐκτεινόμενα. παραλῆγον δέ ἐστιν, οιον Μενέλαος, τὸ ˉα· τὸ γὰρ Μενέλαος Μενέλεως γράφουσιν οἱ ̓Αττικοί. Πῆξισ. ἡ ἑδραίωσις. Πηγάδασ. κρυώδεις ἡμέρας. ̔Ησίοδος· τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αι τ' ἐπὶ γαῖαν. Πήρα. παρὰ τὸ τηρῶ. ἡ τὰ βαλλόμενα τηροῦσα. (Οὐδέτερον.) Πήγανον. βοτάνη. οπερ φυτευόμενον ὑπὸ τῇ συκῇ δριμύτερον ἑαυτῆς γίνεται. μετατίθεται pi.1547 γὰρ εἰς τὸ φυτὸν τὸ ἐν τῇ συκῇ βαρύοσμον. καὶ ταῖς συκαῖς τῶν ἀγριοσυκῶν παραφυτευομένων βελτίω τὰ σῦκα γίνονται. Πηδάλια. αὐχένια. Πηκτόν. τὸ αροτρον. Πῆμα. ἡ βλάβη. πῆμα κακὸς γείτων-. Πηνίον. τὸ μέτρον. Πηλίκον. τὸ μεγέθους δηλωτικὸν, καὶ τὸ ἐν ἀμορφίᾳ ον. ὡς παρὰ τὸ ̓Αποστόλῳ· ιδετε, πηλίκοις ὑμῖν γράμμασιν εγραψα τῇ ἐμῇ χειρί. ὡσεὶ ελεγε· καὶ ταῦτα μὴ εἰδὼς γράφειν καλῶς. ( ̔Ρῆμα.) Πηδαλιουχῶν. κυβερνῶν. †Πήθω. τὸ πάσχω.† Πηκαλίζειν. ἐμπαίζειν. Πημαίνω. τὸ βλάπτω. Πῆξον. ἑδραίωσον. ( ̓Επίῤῥημα.) Πῆ. ἀντὶ τοῦ ποῦ. Πῆθι. ἀντὶ τοῦ ποῦ. Πηνίκα. ἀντὶ τοῦ ὁπότε. pi.1548 Τὸ Π μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Πίδνοσ. ποταμός. Πιμεντάριοι. οἱ βοτανολόγοι. Πίνακεσ. τὰ πινακίδια, αἱ γραφαί. καὶ τὸ πινακίδιον. †Πίνδοσ. ορος Θεσσαλίας.† Πινσόσ. ὁ τοῦ τοίχου. Πινυτόσ. συνετὸς, φρόνιμος, σώφρων. καὶ πινυτώτατος. Πῖλοσ. τὸ κέντουκλον. Πίροσ. ποταμός. Πίσυνοσ. ὁ θαῤῥῶν, ὁ παῤῥησιαστικός. Πίτυλοσ. κύριον. καὶ ὁ κτυπῶν. Πιτηρούμ. κύριον. Πιόνιοσ. κύριον. Πιστόσ. ἀντὶ τοῦ ἀληθής. παρὰ τῷ ̓Αποστόλῳ· πιστὸς ὁ θεὸς, δι' ου ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. (Θηλυκόν.) Πιγκιανή. τόπος. Πίδαξ. ἡ πηγή. pi.1549 Πιδήεσσα. ὑγρά. Πιερίδεσ. αἱ ἐν Μακεδονίᾳ Μοῦσαι. Πιθάκνη. ὁ μικρὸς πίθος. Πιθοιγία. ἡ τοῦ πίθου ανοιξις. Πικηνίσ. χώρα. Πιμελή. τὸ διακεχυμένον λῖπος ἐν τῇ σαρκί. †Πίνδακασ. θραύματα σανίδων.† †Πινδήρα. αροτρον.† Πίννα. ονομα ἰχθύος. ἐξ ης καὶ πιννέριον. Πινυτή. σώφρων. συνετή. †Πιπώ. ορνεον.† Πίσα. πόλις. πεῖσα δὲ ἡ τοῦ ξύλου, δίφθογγον. †Πίστρα. ἡ ποτίστρα.† Πιτυάνη. ἀσκὸς μικρός. Πίτυρισ. ἡ θλαστὴ ἐλαία. Πίειρα. ἡ λιπαρά. Πίστισ. ἁπλῆ λογισμῶν καὶ ἀπερίεργος συγκατάθεσις η ἐνδιάθετος υπαρξις. Πίστις δὲ ειρηται κατὰ τὸ πείθεσθαι εις τι. διττῶς δὲ νοεῖται ἡ ὀρθὴ πίστις· εστι γὰρ πίστις ἐξ ἀκοῆς τοῦ κηρύγματος, καὶ εστι βεβαιοτέρα πίστις ἡ τῶν ἐλπιζομένων ἀγαθῶν. καὶ τὴν μὲν ἐξ ἀκοῆς πάντες ανθρωποι εχειν δύνανται· τὴν δὲ δευτέραν μόνοι οἱ δίκαιοι κέκτηνται. pi.1550 Πίστισ ἐστὶν ἀδήλων ἀβασάνιστος συγκατάθεσις, ὡς ελεγχος πραγμάτων οὐ βλεπομένων. γνῶσις δὲ κατειλημμένων περίεργος συγκατάθεσις, ὡς ὁρωμένων ελεγχος. Πίστισ ἐστὶν ἀπράγμων σύνθεσις, ὁμολογία ψυχῆς εὐσεβοῦς ἀπερίεργος, λόγος εὐσεβείας κατὰ τῆς ἀσεβείας φερόμενος, πειθὼ ἀπερίεργος τοῦ πιστεύοντος περὶ τὸ πιστευόμενον, ἀποδείξεως κρείττων. η ὁ τὴν πνευματικὴν ἀναγέννησιν εἰς ονομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰληφώς. Πιτύϊνα. ὁ καρπὸς τῆς πίτυος. Πίδαξ. παρὰ τὸ πιδύω πίδαξ. η πηδῶ, πίδαξ, κατὰ μετάθεσιν ἰωνικὴν τοῦ ˉη εἰς ˉι. (Οὐδέτερον.) Πιαλέον. πόσιμον η λιπαρόν. καὶ πιαλέοις οφεσιν, ὡς διψαλέοις, ειρηται ἐπὶ τοιοῖς τισι ἰδίως οφεσι τοῖς κατὰ ̔Ιεριχὼ μάλιστα εὑρισκομένοις, ἐξ ων ἰατροὶ ὡς τὰ πολλὰ τὴν θηριακὴν σκευάζουσι. τούτοις ἀντιθέτως ἐνταῦθα ἁπλῶς τίθεται τὸ πιαλέοις, τουτέστι πινομένοις, ποσίμοις, λιπαροῖς, πλουσίοις αμα καὶ ὑπερεκχεομένοις καὶ κορεστικοῖς. Πιεστήριον. τὸ ἐκθλίβον. pi.1551 Πιθήκειον βλέμμα. τὸ τοῦ πίθηκος. πιθήκιον δὲ, τὸ μικρὸν, ἰῶτα. Πῖλον καὶ πιλίδιον. τὸ κέντουκλον. †Πίνιον. ειδος βάμματος.† Πῖον καὶ πῖαρ. τὸ λιπαρόν. Πινῶδεσ. ῥυπαρόν. Πιναρά. εὐτελῆ· ῥυπαρά. Πινία. τὰ κέντουκλα. Πῖσον. ειδος ὀσπρίου. Πῖ. τὸ στοιχεῖον. παρὰ τὸ παίω. ὁ γὰρ τούτου φθόγγος ὡσεὶ παίοντος καὶ κρούοντος ηχος ἐστί. Πικαίριον. ῥίζαν. τοῦ Ψελλοῦ· σίραιον δὲ τὸ εψημα, πικαίριον τὴν ῥίζαν. ( ̔Ρῆμα.) Πιαίνει. λιπαίνει. Πιεζόμενοσ. θλιβόμενος. δαμαζόμενος. Πῖθι. ἀντὶ τοῦ πίε. Πιθήσασ. †ἀντὶ τοῦ πεισθείς.† Πιμπρᾷ. καίει. Πιμπλῶν καὶ πίμπλημι καὶ πιπλῶν. ἀντὶ