333
κατ' ὀφθαλμούς, κατέκλασεν ἡμῶν τὴν ταπεινὴν ψυχήν, ἐξηγορήσας ἕκαστα, ὅτι καὶ εὐχαρίστως φέροις, ὁ δεσπότης ἡμῶν, τὸ συμβεβηκὸς καὶ ἐπὶ θεὸν ἀναφέρεις τὸ πάθος, ἔξω ἑαυτὸν τιθῶν τῶν σκαιωρηθέντων ἀνθρωπίναις ἐπηρείαις, καὶ τέλος ἓν ζητῶν, ὅπως εὐπρόσδεκτον πρὸς τὸ ἑξῆς τὴν ζωὴν καταστήσειας τῷ δεσπότῃ τῶν ἁπάντων. ἐπὶ πᾶσι τούτοις διέθηκεν ἡμᾶς κατὰ τὸ εἰκός, ἐκεῖνο εἰπόντας, ὅτι ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· καὶ γὰρ ὥσπερ ἔν τινι ταμιείῳ τὰ ἐκ τῆς προλαβούσης παιδείας θείας τε καὶ ἀνθρωπίνης ἐναποθέμενος τῇ ψυχῇ γνωστικὰ θησαυρίσματα ἐπὶ καιροῦ εἰκότως χρειώδους προΐοις τὰ πνευματικὰ πλούτη, οἰκονομῶν τὸ κατὰ σεαυτὸν σωτήριον. καὶ ἴδε, ἄνθρωπε ἀγαθέ, ὅτι εἰς καλόν σοι ἀπέβη τὰ θεῖα μαθήματα, ἡ ἀνάγνωσις καὶ ἐπίγνωσις, ἡ σχολὴ καὶ ἐντριβή, ἡ ἔντευξις καὶ ἡ προσευχή, ἡ κτῆσις τῶν ἱερῶν λόγων τε καὶ δέλτων. ὡς πλούσιος σὺ ἄγαν, κἂν εἰς ὀλίγα σοι περίεστι τὰ τῆς ζωῆς ἐφόδια, ὡς εὐωπὴς καὶ καλλιβλέφαρος, κἂν τὴν ὄψιν ἀδικίᾳ ἀπεστέρησαι, ὡς περιφανὴς λίαν καὶ περίδοξος, κἂν τὴν ἄτιμον καὶ ἄδοξον ζωὴν ἀνατλᾶν διανενόησαι. καί γε πάντως τοῦτο δοκιμή τίς ἐστι καὶ βάσανος ἀρετῆς, ἵνα, ἐξ ὧν δοκῶμεν ἐγκαταλελεῖφθαι, ἐντεῦθεν εὕρωμεν εὐεργετῆσθαι πρὸς θεοῦ τοῦ ἀγαθοῦ· ὃς διὰ τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα ἡ ἀποστολικὴ διεστείλατο φωνή, οἶδεν οἰκονομεῖν συμφερόντως τὴν ζωὴν ἡμῶν. καὶ τοῦτο δόγμα ἀρχαῖον καὶ τῆς τῶν θεολήπτων ἀνδρῶν πολιτείας γνωριστικόν. λάβε μοι Ἄβελ, τὸν θεοκρίτως μαρτυρηθέντα δίκαιον· οὐχὶ παρανάλωμα ἀδελφικῆς χειρὸς γέγονεν; τὸν Ἐνὼχ ἐκεῖνον, θεῷ εὐαρεστήσαντα, οὐχὶ διὰ τοὺς τηνικαῦτα φθορεῖς καὶ φθείρειν αὐτὸν ἐσπουδακότας θεὸς ἐκ μέσου ἥρπασεν, ἐν ἀδήλοις τόποις μεταθέμενος, ὃς καὶ μένει μέχρι τοῦ δεῦρο προάγγελος τῆς δευτέρας ἐπιφανείας Χριστοῦ ἐσόμενος; γνῶθι τὸν Ἀβραάμ, πειραζόμενον ὑπὸ θεοῦ πολυτρόπως, οὗ τὸ δοκίμιον τῆς πίστεως πολυτιμότερον χρυσίου ὅτι μάλιστα. καὶ ἵνα τοὺς ἄλλους παραδράμοιμι, πολλοὺς ὄντας καὶ οὐκ ἐν ἐπιστολῆς μέτρῳ ὑπομνηματίζεσθαι ἐγχωροῦντας, Ἰὼβ τὸν μυρίαθλον τάχα, εἰ παραβάλωμεν τὰ ἑαυτῶν τοῖς ἐκείνου πάθεσιν, εὕροιμεν δὴ ἐνδεῶς ἔχοντα καὶ συμφθεγξόμεθα τὴν ἐκείνου ἀοίδιμον φωνὴν ἑκάστοτε ἀναλαμβάνοντες. Οὕτως οὖν παρακαλοῦμέν σε, ἐπιπόθητε, διαθέσθαι τὰ κατὰ σαυτὸν καὶ τὸν καιρὸν τῆς δυσπραγίας καὶ πολυπαθείας κρείττονι λογισμῷ καὶ βεβαιοπίστῳ γνώμῃ εἰς εὐτυχίαν καὶ εὐπάθειαν μεταστοιχειώσασθαι· τὸν γὰρ οὕτως ἐρηρεισμένον καὶ πεποιθήσει θεοῦ ζῶντα οὐδὲν παρακινήσει τῶν ἀνθρωπίνων, ὑψηλότερον πεφηνότα πάντων τῶν λυπεῖν εἰωθότων. κἂν λέγῃς ἐν τῇ παρακροάσει τοῦ ἀναγινώσκοντος εἰς ὕπνον τρέπεσθαι, οὐ θαῦμα· πέφυκε γὰρ ἡ ἀφαίρεσις τῆς ὄψεως τοῦτο ἐργάζεσθαι. κἂν φῇς μηδὲν ἔργον ἐπὶ χεῖρας ἔχειν, ἀπρακτούσης τῆς φύσεως, μηδέν σοι μελέτω· φησὶν ὁ ἀπόστολος· ψαλμὸν ἔχεις, διδαχὴν ἔχεις, γλῶσσαν ἔχεις, ἀποκάλυψιν ἔχεις· πάντα πρὸς οἰκοδομὴν γινέσθω. φάγε, πίε, ὕπνωσον, μόνον τὸ εὐχάριστον κέκτησο καί, ὅσα σοι οἴκοθεν καὶ ἐν τῷ φυσικῷ τοῦ νοῦ βιβλίῳ ἀπόκειται, ἀναγίνωσκε. καὶ μικρὸν ὕστερον ἀναβλέψειας μέγα καὶ ἴδοις τὸ φῶς τὸ ἀπρόσιτον, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, ἀπ' οὐρανοῦ ἐρχόμενον μετὰ δόξης δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, οὓς μὲν κρίνοντα ὡς ἐνδίκους κρίσεως, οὓς δὲ δοξάζοντα ὡς δόξης συνίστορας· μεθ' ὧν εἴης καὶ αὐτός. φίλτατέ μοι καὶ τιμιώτατε, ἀπαστράπτων ἴσα καὶ ἡλίου βολίδι. Περὶ οὗ προώρισας προαστείου εἰς μοναστήριον καθεστάναι, εἴ τι οὖν ἄλλο οὕτως ἢ ἑτέρως ἐν καλῷ διώριστο, πάντα ὡς ἤδη γεγονότα θεὸς ἐδέξατο, εἴπερ εὐχαρίστως τὴν ἀφαίρεσιν πάντων οἴσεις. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν· ἄρτι γὰρ οὐχ ἡμεῖς οἱ ἁμαρτωλοί, ἀλλὰ καὶ εἴ τις τῶν ὁσίων ἐξαιτήσοιτο ἄν σου τὴν δέησιν, ὡς κάμνοντος τοῖς παθήμασιν. ὁ θεοφιλέστατος