προγέγραπται. εἰ δέ, ὡς εἴρηται, ἔθρεψεν Ἀπόλλων, 1.535 οὐκ ἄρα μόνον ἀπόλλυσιν, ὥσπερ καὶ προδεδήλωται, ἀλλὰ καὶ μάλιστα ζωογόνος λάμπει καὶ θάλπει, ὡς οὔλιος, ὅ ἐστιν ὑγείας ποιητικός, καθὰ καὶ αὐτὸ προείρηται. (ῃ. 767) Θήλειαι δὲ ἦσαν αἱ ῥηθεῖσαι ἵπποι, ὡς καὶ ἡ βασιλικὴ Αἴθη.καὶ ὅσα τις ἐρεῖ πρὸς ἔπαινον ἐκείνης, ἁρμόττει καὶ ταύταις. οὐ γὰρ σκορακιστέοντὰ θήλεα τῶν ζῴων ὡς μὴ χρηστὰ εἰς ἔργον. οἱ δὲ παλαιοὶ ἐνταῦθά φασιν, ὅτι, ἐπειδὴ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, οὐ μόνον ἄρρενας ἀλλὰ καὶ θηλείας ἤγαγον εἰς Τροίαν οἱ Ἀχαιοί, οὐ μόνον ἀφθονίας τοῦ γένους χάριν, ἀλλὰ καὶ ὅπως οἱ ἄρρενες ῥυθμίζοιντο μὴ ἐξοιστρᾶσθαι (ἔστι γὰρ μάλιστα αἰσθανόμενον ὁ ἵππος)διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. Οἱ αὐτοὶ δὲ κἀκεῖνό φασι περὶ τοῦ»ὄτριχας οἰέτεας σταφύλῃ τὸν νῶτον ἐΐσας, ἄμφω θηλείας, φόβον Ἄρεοςφορεούσας», ὅτι συντόμως πᾶσαν ἵππων διαφορὰν περιέλαβε. διαφέρουσι γὰρἀλλήλων ἵπποι ἡλικίᾳ, χροιᾷ, μεγέθει, γένει, δυνάμει, ὧν ἡλικίαν μὲν δηλοῖτὸ οἰέτεας, χροιὰν δὲ τὸ ὄτριχας, μέγεθος δὲ τὸ σταφύλῃ ἴσας, ὅπερ τινὲς οὐδιαβήτην τὸν ἀνωτέρω ῥηθέντα ἐνόησαν, ἀλλὰ στάθμην, ἥτις, φασίν, ἐστὶσχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ συνηγούμενοι ἀπορθοῦσι τὰ ξύλα.καὶ οὕτω μὲν ἡ σταφύλη ἡλικίαν δηλοῖ, γένος δὲ τὸ «ἄμφω θηλείας», δύναμινδὲ τὸ «φόβον Ἄρεος φορεούσας». λέγει γὰρ δεινὰς αὐτὰς εἶναι πονεῖσθαι περὶπόλεμον. Ἀλλαχοῦ μὲν γὰρ ἵππων ἀρετὴν ἐκτιθέμενος δεξιοὺς εἶπεν εἶναιδιώκειν καὶ αὖθις ἐν καιρῷ φέβεσθαι ἤτοι φεύγειν, ἀταράχως δηλαδή. ἐνταῦθαδὲ τῷ τοῦ φόβου ὀνόματι, ἤτοι τῆς ἐν δέοντι φυγῆς, ἀφῆκε κατὰ λόγον συντομίαςσυννοεῖσθαι καὶ τὸ διώκειν. ὁ δὲ ῥηθεὶς φόβος καὶ ταχυτῆτα ἵππων ἔοικε δηλοῦν,ὡς πολλῶν τοὺς ταχεῖς ἵππους λεγόντων φεύγειν, ὅ ἐστι συντόνως τρέχειν, οἷατῶν φευγόντων μάλιστα τὸν δρόμον ἐπιτεινόντων, ὡς δηλοῖ καὶ παροιμίαἡ ἐπ' ἀνθρώπων λέγουσα «θέειν τὸν περὶ ψυχῆς», ὁποῖόν τι καὶ παρὰ Ἡροδότῳδηλοῖ τὸ «περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες». καὶ αὐτὸ γὰρ ἐπὶ ἀνθρώπωντὸν περὶ ψυχῆς δρόμον ἐμφαίνει. Τινὲς δὲ τὸ «φόβον Ἄρεος φορεούσας» εἶπονἀντὶ τοῦ ἀπτοήτως φευγούσας, ἕτεροι δὲ τὰς μὴ φοβουμένας. ὡς γὰρ λύπηνφέρειν τὸ μὴ λυπεῖσθαι, οὕτω καὶ φόβον φέρειν τὸ μὴ φοβεῖσθαι. ἄλλοι φόβονἌρεος τὸν ἐκ σιδήρου καυτῆρα ἐνόησαν-Ἄρης γὰρ καὶ ὁ σίδηρος-ἵνα1.536 λέγῃ ἐγκεκαῦθαι αὐταῖς ἀπὸ σιδήρου σφραγῖδα. ἤρεσε δέ τισι καὶ δόρυ ἐνταῦθαεἰπεῖν τὸν τοῦ Ἄρεος φόβον, ὡς δόρατος ἐγκεκαυμένου αὐταῖς εἰς ἐπίσημον.ὅρα δέ, ὅτι περὶ μὲν τὰς Εὐμήλου ἵππους πλέον ἀπησχόλησεν ἑαυτὴν ἡ Μοῦσα,τοὺς δὲ τοῦ Ἀχιλλέως ἐν ὀλιγίστῳ ἐσέμνυνε, παῦρα μὲν εἰποῦσα, μάλα δὲλιγέως. ὡς γὰρ Ἀχιλλεὺς πολὺ φέρτερος ἀνδρῶν, οὕτως οἱ αὐτοῦ ἵπποιφέρτεροι δηλαδὴ τῶν λοιπῶν ἵππων, εἰ καὶ ὁ ποιητὴς ἐνέλειψε τοῦτο εἰπεῖν διὰτὸ πάντῃ σαφὲς [ἢ καὶ διὰ τὸ εὐλόγως ὑπονοεῖσθαι, ὡς ὁ εἰς πᾶν ἀμύμωνἈχιλλεὺς καὶ ὄχ' ἄριστος, ταὐτὸν δ' εἰπεῖν καὶ μέγ' ἄριστος, ἀνάλογον ἄν, ὡςεἰκός, ἐχρῆτο καὶ ἵπποις, οἳ οὐκ ἂν ᾔσχυνον αὐτῷ τὴν ἀρετήν.] Ἐνταῦθα δὲσημείωσαι, ὅτι βραχὺς ἔπαινος ἀντισηκῶσαί ποτε δύναται πρὸς πλατὺ ἐγκώμιον.οὐ γὰρ οὕτω σεμνὰ τὰ πολλὰ τὰ ἐπὶ ταῖς Εὐμήλου ἵπποις, ὡς ὁ ἐπίτροχος οὗτοςἔπαινος τῶν Ἀχιλλέως ἵππων. παραφράσαντα γὰρ τὸ τοῦ Εὐριπίδου εἰπεῖν, οὐποικίλων δεῖ τὸ αὐτόθεν μέγα ἑρμηνευμάτων. καὶ ἄλλως δέ, τούτους μὲν ὁἐπιὼν διαδείξει καιρός, ὥστε οὐ χρὴ νῦν πολυλογεῖν ἐπ' αὐτοῖς. αἱ τοῦ Εὐμήλουδὲ οὐ πάνυ τι φανητιάσουσι, διὸ ἐδέησεν ἐπὶ πλέον ἐνταῦθα συστῆσαι αὐτάς.οὕτω καὶ τὸν Αἴαντα ἐν τῷ Καταλόγῳ πάντῃ ἀσεμνολόγητον εἴασε καὶ τὸνὈδυσσέα. αὐτὰ γὰρ ἐν τοῖς ἑξῆς τὰ μεγάλα ἔργα σεμνυνεῖ τοὺς ἥρωας. [ὅτι δὲοὐ τέθριππον ἀπήρτιζον αἱ καλαὶ ἵπποι τοῦ Εὐμήλου, ἀλλὰ δύο μόναι αὐτῷ ἦσαν,δηλοῦται ἐν τῷ «ἄμφω θηλείας».] Ὅρα δὲ καί, ὅτι οὐκ εὐθὺς μετὰ τὰς ἵππους Εὐμήλου ἔθετο τοὺς τοῦ Ἀχιλλέως, ἀλλὰ