334
ἡ βασιλέως τοῦ Καντακουζηνοῦ πρεσβεία πρὸς Ἄνναν τὴν βασιλίδα. Ἀμοὺρ δὲ καὶ αὐτὸς ἰδίᾳ συνεβούλευεν ἔχεσθαι τῆς εἰρήνης, ὡς τὰ μέγιστα λυσιτελούσης. αὐτὸς μὲν γὰρ καὶ πρότερον φίλος εἶναι βασιλεῖ τῷ Καντακουζη 2.398 νῷ ἐκ πολλῶν ἐτῶν, καὶ διὰ τὴν αὐτοῦ φιλίαν βασιλεῖ τε τῷ Ἀνδρονίκῳ οὐ μόνον εἰς τὸν κατὰ Φωκαίας πόλεμον συμμαχίαν παρεσχῆσθαι, ἀλλὰ καὶ ὕστερον ἐπὶ Ἀλβανούς. καὶ ἐξ ἐκείνων τῶν χρόνων εἰς τὴν Ῥωμαίων οὐδέποτε ἐμβεβληκέναι, Ῥωμαίους πάντας ἡγούμενος ὑπὸ Καντακουζηνὸν τελεῖν τὸν βασιλέα, καὶ ἔτι τὴν ἰδιώτου τύχην στέργοντα. νυνὶ δὲ οὐκέτι φίλος εἶναι βασιλέως, ἀλλὰ δοῦλος, καὶ οὕτω παρεσκευάσθαι, ὡς οὐ πέμπων στρατιὰν βοηθεῖν, ἀλλ' αὐτὸς παρεῖναι καὶ τὴν ἴσην ἐπιδείκνυσθαι σπουδὴν, ἣν ἂν καὶ ὑπὲρ ἑαυτοῦ τὸν πόλεμον αἱρούμενος ἐποιεῖτο. δι' ἃ συνεβούλευεν αἱρεῖσθαι μᾶλλον τὴν εἰρήνην, τοῦ βασιλέως μάλιστα τὰ εἰς αὐτὸν γεγενημένα πρότερον διὰ τῶν ἀρχόντων τὴν ἀγνωμοσύνην ἀφιέντος καὶ τὸν πόλεμον κατατίθεσθαι ἐθέλοντος. οὐ μόνον γὰρ εἴ τι τῆς Ῥωμαίων ἡγεμονίας κατελίπετο, ἀκέραιον διασωθήσεται, ἀλλὰ καὶ τὰ διεφθορότα ὑπὸ τοῦ πολέμου δυνατὸν πάλιν ἀνακτᾶσθαι. αὐτὸν δὲ ἀντὶ πολεμίου σύμμαχον ἐξέσται καὶ φίλον ἔχειν. τοιαῦτα μὲν καὶ ὁ Ἀμοὺρ διεπρεσβεύετο. ξεʹ. Ὁ μέγας δὲ δοὺξ ἐπεὶ πύθοιτο τὰ τῆς πρεσβείας, Σαλατίνην μὲν τὸν Ἀμοὺρ πρεσβευτὴν φιλοτίμως τε ὑπεδέξατο καὶ μετὰ μικρὸν ἐξέπεμψε δῶρα παρασχών. Βρουλᾷ δὲ τὸ γένειον περικείρας καὶ τὴν κεφαλὴν, ἔπειτα καὶ τοὺς μυκτῆρας διαῤῥήξας καὶ τὰς κνήμας, ἀσβόλῳ τε τὸ πρόσωπον περιχρίσας, εἵλκυσε διὰ τῆς ἀγορᾶς οὕτως ὕφαιμον. 2.399 πρὸς δὲ τὴν πρεσβείαν οὕτως ἀπεκρίνατο. Ἀμοὺρ μὲν ἔγραφε πολλὰς κατὰ βασιλέως ὕβρεις καὶ χαλεπάς· αὐτοῦ δὲ καθήπτετο μετρίως, ὅτι Καντακουζηνῷ ἀκολουθεῖν αἱροῖτο, ἀνάξια ποιῶν τῆς σφετέρας εὐδοξίας· πλέον δὲ οὐδέν. βασιλεῖ δὲ ἔφασκεν, ὡς οὐ δέοιντο αὐτοῦ, οὔτε συμβασιλεύειν τοῖς βασιλέως παισὶ καὶ Ῥωμαίων ἄρχειν, οὔτ' αὐτοῖς ὁμοίως δοῦλον εἶναι. ἔτι γε μὴν οὐδ' αὐτῶν εἰ βούλοιτο δοῦλον εἶναι, καὶ δουλείαν τὴν αἰσχίστην εἰς ἱπποκόμους καὶ μαγείρους τεταγμένον, ἀλλὰ πολεμήσειν ἄχρι παντὸς καὶ τάχιστα διαφθερεῖν. καὶ γὰρ τὸ περιεῖναι μέχρι νῦν, οὐχ ἡ σύνεσις, οὐδ' ἡ στρατηγία περιέσωσεν, ἀλλὰ τὸ πόῤῥω ποῦ ἐν Τριβαλοῖς πλανήτην διατρίβειν. νυνὶ δ' ἐπεὶ ἐγένετο ἐγγὺς, εἴσεσθαι τὴν ταχίστην, ὅτι βέλτιον ἦν αὐτῷ θητεύειν παρὰ Τριβαλοῖς, ἢ ἐγγὺς τῆς Ῥωμαίων γενόμενον βασιλείας, ἀμφισβητεῖν περὶ αὐτῆς. Βρουλᾶν δὲ μετὰ τὰς ποινὰς ἐκείνας τὰς ἀνημέρους τῷ ἐν τοῖς Κωνσταντίνου βασιλείοις τοῦ μεγάλου δεσμωτηρίῳ καθεῖρξαν. ὃς καὶ μικρὸν ὕστερον ἀνῃρέθη μετὰ τῶν ἄλλων συνδεσμωτῶν, τοῦ δήμου τῶν Βυζαντίων ἐπιθεμένου μετὰ τὴν Ἀποκαύκου τελευτὴν, ὥσπερ ὕστερον εἰρήσεται ὀλίγῳ. ταῦτα δὲ αὐτῷ ἐπράττετο, ἐκ παντὸς τρόπου τὸν πόλεμον κατασκευάζοντι καὶ βουλομένῳ βασιλίδα τε ὁμοῦ διὰ τὸν φόβον τῶν τολμωμένων ἀπάγειν τῆς εἰρήνης καὶ Καντακουζηνὸν τὸν βασιλέα πρὸς ἔχ 2.400 θραν ἄσπονδον καὶ ἄμυναν ἐκκαλεῖσθαι. ᾔδει γὰρ σαφέστατα τὴν εἰρήνην αὐτὸν ἀπάξουσαν τῶν πραγμάτων τῆς ἀρχῆς, καὶ οὐχ ὅτι πρῶτον εἶναι συγχωρήσουσαν Ῥωμαίων, ἀλλ' οὐδὲ πολλοστὸν ἀπὸ τοῦ πρώτου. διὸ καὶ πολλῶν αἱμάτων καὶ ἀνδραποδισμῶν καὶ φθορᾶς ἀμυθήτου τῶν Ῥωμαίων τὴν τοιαύτην ἠλλάττετο ἀρχήν. βασιλέα δὲ οὐδὲν ἐκώλυσε τῶν παρανόμων ἔργων τουτωνὶ τῆς εἰρήνης ἀποσχέσθαι, ἀλλὰ πᾶσαν ἐπίνοιαν ἐκίνει, ὥστε κατατίθεσθαι τὸν πόλεμον. ᾔδει γὰρ οὐδὲν ἐπιεικὲς ἐκ τούτου συμβησόμενον Ῥωμαίοις. ἐπεὶ δὲ ὁ Ἀμοὺρ ἐπανῆκε πρεσβευτὴς, ἀπήγγελλε μὲν ὅσα συμβαίη περὶ Βρουλᾶν καὶ τὰς παρὰ τῶν ἀρχόντων Ῥωμαίοις πρὸς τὴν πρεσβείαν ἀποκρίσεις, παρείχετο δὲ καὶ τὰ γράμματα τὰ πρὸς Ἀμούρ. ὁ δὲ ὡς ἦσαν ἐσφραγισμένα ταῦτα ἔχων, ἧκεν ὡς βασιλέα· μεμφομένου δὲ ἐκείνου, εἰ περὶ αὐτοῦ τι φαῦλον ᾠήθη ὑποπτεύειν, οὐ τοιαύτην ἔφασκεν ἐκεῖνος γνώμην ἔχων μὴ λελυκέναι τὴν σφραγῖδα· ἀνόητος γὰρ ἂν εἴη παντάπασιν, εἰ τὴν βασιλέως περὶ αὐτοῦ διάνοιαν ἀγνοοίη· εἰδὼς δὲ ὡς τοῖς παρὰ