334
ἐνέπλησε, καὶ τούς τε νόμους τῷ δήμῳ συνεπεκύρου, καὶ Καίσαρι τὴν ἐντὸς Αλπεων καὶ τὴν ἐκτὸς απασαν Κελτικὴν καὶ τὸ ̓Ιλλυρικὸν μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν προσέθετο. 2.355 τῶν δ' ἀντειπόντων ἐκ τῆς βουλῆς πρὸς ταῦτα περιυβρισθέντων, ὀλίγοι παντάπασιν ὑπατεύοντι τῷ Καίσαρι συνῄεσαν εἰς βουλήν. εἰπόντος δέ τινος τῶν σφόδρα γερόντων ὡς φόβῳ τῶν οπλων καὶ τῶν στρατιωτῶν οὐ συνέρχονται, "τί ουν" εφη ὁ Καῖσαρ "οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς;" ὁ δὲ "οτι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας" ειπε· "βράχιστος γὰρ ὁ βίος ος ετι μοι λείπεται." Τοὺς δὲ Κελτικοὺς πολέμους μαχόμενος ̔Ελβητίους μὲν καὶ Τιγυρηνοὺς κατεπολέμησε καὶ ὑπέταξε, Γερμανοῖς δὲ συμμίξαι μέλλων, ὁρῶν τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα οσοι τῶν ἐπιφανῶν ησαν καὶ νέων, ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην ουτως ἀνάνδρως καὶ μαλακῶς εχοντας, αὐτὸς δὲ εφη τὸ δέκατον τάγμα παραλαβὼν ἐπὶ τοὺς βαρβάρους πορεύεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς Μαρίου χείρων ων στρατηγός. ἐκ τούτου ὁρμῆς καὶ προθυμίας γενόμενοι πλήρεις απαντες ἠκολούθουν, καὶ μαχεσάμενοι λαμπρῶς τοὺς ἐναντίους ἐτρέψαντο, ωστε νεκρῶν μυριάδας ὀκτὼ γενέσθαι. ὁ δὲ τούτων βασιλεὺς ̓Αριόυστος φθάσας μετ' ὀλίγων διεπέρασε τὸν ̔Ρῆνον. Ταῦτα διαπραξάμενος εἰς τὴν περὶ Πάδον Γαλατίαν κατέβη, ενθα διατρίβων ἐδημαγώγει πολλῶν ἀπὸ ̔Ρώμης πρὸς αὐτὸν ἀφικνουμένων, τοῖς ἀπὸ τῶν πολεμίων χρήμασι τοὺς πολίτας χειρούμενος. ἐκεῖθεν δὲ αλλοις εθνεσιν ἐπελθών, καὶ νικήσας περιφανῶς, αυθις ἐν τοῖς περὶ Πάδον χωρίοις διαχειμάσων ὑπέστρεψε, τοὺς περὶ τὴν ̔Ρώμην ευνους ἑαυτῷ τιθέμενος χρήμασιν, α τοῖς τὰς ἀρχὰς ἑαυτοῖς μνωμένοις χορηγῶν ἐκεῖνος τὸν δῆμον τούτοις διαφθείρειν ἐποίει καὶ τοῖς τὰ χρήματα διδοῦσι ψηφίζεσθαι τὰς ἀρχάς. 2.356 οἱ δὲ πᾶν ο τὴν ἐκείνου δύναμιν αυξειν εμελλεν επραττον. ειτα καὶ ετερα Κελτικὰ νικήσας εθνη καὶ τὸν ̔Ρῆνον γεφυρώσας στρατῷ διέβη. ἐκεῖθεν δ' ἐπαναζεύξας τὴν τῆς παιδὸς αὐτοῦ τελευτήν, η τῷ Πομπηίῳ συνῴκει μεμάθηκε, καὶ οτι τίκτουσα τέθνηκε, καὶ ὡς μετ' ὀλίγον καὶ τὸ τεχθὲν ἐπαπῆλθε τῇ μητρί. ὁ μὲν ουν Καῖσαρ καὶ ὁ Πομπήιος πένθος εσχον ἐπὶ τῇ συμφορᾷ, καὶ οἱ φίλοι δ' ἀμφοῖν βαρέως τὸ πάθος ηνεγκαν, ὡς τοῦ συνδέσμου λελυμένου τῆς αὐτῶν οἰκειότητος. Ηδη δὲ μέγας ὁ Καῖσαρ γενόμενος καὶ τὴν οἰκείαν δόξαν ἐπάρας ἐκ τῶν κατορθωμάτων, ἀνταγωνιστὴν Πομπηίῳ ἑαυτὸν κατεστήσατο. καὶ Κράσσου ἐν Πάρθοις ἀπολωλότος, ος εφεδρος αὐτῷ τε καὶ Πομπηίῳ ἐλέλειπτο, καταλύειν ἐμελέτα Πομπήιον, κἀκεῖνος αυθις τὸν Καίσαρα. τῆς δὲ πολιτείας νοσούσης, καὶ τῶν ἀρχὰς μετιόντων ὠνουμένων αὐτάς, τοῦ δὲ δήμου ὑπὲρ τῶν δεδωκότων οὐ ψήφοις χρωμένων, ἀλλ' οπλοις, καὶ τῆς πόλεως ὡς ἀκυβερνήτου κακῶς φερομένης, τοῖς νουνεχεστέροις ἀγαπητὸν ἐδόκει εἰ πρὸς μοναρχίαν ἐκ τοσούτου κλύδωνος καὶ μή τι χεῖρον περισταίη τὸ τῆς ̔Ρώμης πολίτευμα, ὡς αλλως ἀνήκεστα σφίσιν ειναι τὰ πράγματα· χρῆναι δὲ τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι τὸ πάθος τουτὶ φαρμακεύοντος, ὑποδηλοῦντες δὴ τὸν Πομπήιον. κἀκεῖνος μέντοι, εἰ καὶ λόγῳ παραιτεῖσθαι τὴν ἀρχὴν ὑπεκρίνετο, ἀλλ' οις ἐποίει εσπευδε δικτάτωρ ἀναδειχθήσεσθαι. ινα γοῦν μὴ βιάσαιτο ψηφισθῆναι δικτάτωρ, υπατον αὐτὸν μόνον ἡ γερουσία προυβάλετο, τῇ μοναρχίᾳ παρηγορουμένη τούτου τὴν εφεσιν. 2.357 ̓Εκ τούτου πέμπων ὁ Καῖσαρ καὶ αὐτὸς ἐπὶ ὑπατείαν παρήγελλεν. ἐναντιουμένων δ' ἑτέρων ἐσιώπα Πομπήιος. ὡς δ' ὁ Καῖσαρ πολλοὺς τὰ αὐτοῦ φρονεῖν ἀνέπεισε χρήμασι, δείσας τὴν σύστασιν ὁ Πομπήιος ἀναφανδὸν δι' ἑαυτοῦ καὶ τῶν φίλων ἐπραγματεύετο παυθῆναι τὸν Καίσαρα τῆς ἀρχῆς ψηφιζόμενος· ων ἐκεῖνος οὐδ' ολως ἐφρόντιζεν. ἠξίου δὲ ὁ Καῖσαρ αὐτόν τε αμα καὶ τὸν Πομπήιον καταθεμένους τὰ οπλα ἰδιωτεῦσαι καὶ αμφω· εἰ δ' αὐτὸν μὲν ἀφαιροῦνται τὴν ἀρχήν, ἐκείνῳ δὲ βεβαιοῦσι, τὸν ετερον κατασκευάζουσι τύραννον. λέγεται δέ τινα τῶν παρὰ Καίσαρος σταλέντων ταξιαρχῶν, μαθόντα μὴ