334
τοῦ πληρῶν. Πινύσκω. σωφρονῶ. Πίομαι. μικρόν. πίωνται δὲ, μέγα. Πιτνῶ. προσπελάζω. Πιττοῦν. κυρίως τὸ τὰς πλατείας νῆας πίττῃ χρίειν. Πιφάσκει. δηλοῖ. pi.1552 Πιλνᾷ. καταβάλλει η προσεγγίζει. ̔Ησίοδος· -ἐλάτας δὲ παχείας ουρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ. Πιφασκόμενοσ. μαντευόμενος. Ομηρος· μνηστῆρσι δὲ μάλιστα πιφασκόμενος τάδε ειρω. Τὸ Π μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Πλαστουργόσ. ποιητὴς, πλάστης. Πλαταμών. ὁ αἰγιαλὸς, καὶ τόπος. Πλάνητεσ. ὀνόματα ἀστέρων. παρὰ φιλοσόφοις πλανῆται γράφονται. ἡ εὐθεῖα ὁ πλανήτης. Πλησίστιος ανεμοσ. ὁ πληρῶν καὶ γεμίζων τὰ ἱστία καὶ τὰ αρμενα. Πλήρησ. παρὰ τὸ πολὺ πολυήρης, καὶ κατὰ συγκοπὴν πλήρης. η εστι πλεῖος, πλειήρης, καὶ κατὰ συγκοπὴν πλήρης. Πλεισθένησ. κύριον. Πλεῖστοσ. πολύς. παρὰ τὸ πλείων γίνεται πλεῖστος, ὡς λῷον λῷστος, ῥᾷον ῥᾷστος, πλείων πλεῖστος. Πλειών. ὁ ἐνιαυτός. ἀπὸ τοῦ πλείονας χρόνους περιέχειν ἐν ἑαυτῷ, η παρὰ τὸ πολεῖν καὶ διέρχεσθαι κατὰ τοὺς τεταγμένους χρόνους. Πλόκαμοι. αἱ μακραὶ τρίχες, αἱ ἐπιτήδειαι ουσαι εἰς τὸ πλέκεσθαι. παρὰ τὸ πλέκω. pi.1553 Πλοχμόσ. παρὰ τὸ πλέκω, πλεχμὸς καὶ πλοχμός. ὡς βρέχω, βρεχμὸς, καὶ συνέχω, συνοχμός. Πλοῦτοσ. κτῆσις χρημάτων καὶ κτημάτων. παρὰ τὸ πολὺς καὶ τὸ λαμβάνω καὶ τὸ δέχομαι, πολύουτος, κατὰ συγκοπὴν πλοῦτος. η οτι ἐκ τοῦ πηλοῦ καὶ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις. Πλόϊμοσ. ὁ ανεμος. ο ἐστι πλεόμενος. καὶ πλόϊμος καιρὸς, ητοι πλεόμενος. καὶ πλόϊμος θάλασσα, τουτέστι πλεομένη. καὶ πλοϊμότερος ουρος, ητοι ἐπιτήδειος πλόος. μικρά. Πλώϊμοσ δὲ, τὸ ἀξίωμα, καὶ πλωτὴρ, ὁ ναύτης, καὶ πλωτὸς, ητοι πλεόμενος, καὶ πλωτὴ θάλασσα, ο ἐστι πλεομένη, καὶ πλωΐζω, καὶ πλῴζω, καὶ πλώοντες, καὶ πλωϊσάμενος, ὁ πλεύσας, καὶ πλωὰς, ειδος ὀρνέου, μεγάλα. Πλιέζερ. κύριον. Πλινσθενίτησ. κόλπος. Πλόοσ. παρὰ τὸ πλέω, πλεύσω, πλόος καὶ πλοῦς. (Θηλυκόν.) Πλάστιγξ. τὸ μέρος τοῦ ζυγίου. Πλοκάσ. ἀναβολὰς η ὑπερβιβασμούς. Πλαδόωσα. σεσημμένη. †Πλάστισ. ἡ γυνή.† Πλάτη. ἡ κώπη. pi.1554 Πλαταγή. κρόταλον χαλκοῦν. ̓Αλλ' οτε πλατείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων. Πλάτισ. ονομα. Πλαγχώνεια. ονομα. Πλαταίασ. πόλεως. Πλαστίσ. ονομα μελίσσης. Πλαισιαία. ἡ τετράγωνος. Πλημμύρα. ὑδάτων πλῆθος. καὶ πλημμυρίς. πλημμύρω. ὀξύνεται δὲ πλημμυρίς· τὰ γὰρ ἀπὸ βαρυτόνων ῥήματα ὀξύτονα, οιον βασιλεύω, βασιλίς, πλημμύρω, πλημμυρίς. τὸ δὲ πλημμύρω ἀπὸ τοῦ πλήθω, πλήσω, πλήμη, καὶ πλημμύρω. ενιοι δὲ ἐπίῤῥημα οιονται, ὡς τὸ λικριφίς. Πληθώρα. τὸ πάθος, ἡ πλησμονή. καὶ πληθωρικαὶ, αἱ πλησμονικαί. Πλησιφαήσ. ἡ πληροσέληνος ἡμέρα. Πληγὴ φλεγμαίνουσα. ἡ μήπω συνουλωθεῖσα. Πλῆμναι. αἱ χοινικίδες, δι' ων ὁ αξων στρέφεται. παρὰ τὸ πληροῦσθαι ὑπὸ τοῦ αξονος. Πληϊάσ. τὸ ἑξάστερον. καὶ Πλειάς. κατὰ τὴν μυθολογίαν ἀπὸ Πληϊόνης, θυγατρὸς μὲν ̓Ωκεανοῦ, γυναικὸς δὲ Ατλαντος. δύνουσαι δὲ αἱ Πληϊάδες τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν, ἀνατέλλουσαι δὲ τὸ τέλος. Πλευρῖτισ. νόσος ἡ ἐν τῷ πλευρῷ. Πλευραί. αἱ πλήρεις ουσαι καὶ ἀμύχωτοι· αἱ πλεωραὶ τινὲς ουσαι· αἱ φυλάσσουσαι τὸν πνεύμονα· η πολυευραὶ, ὡς πλατεῖαι. pi.1555 Πλεῖαι. πεπληρωμέναι. πλεῖαί τοι οινου κλισίαι-. ἀπὸ τοῦ πλεῖος, ἀφ' ου καὶ τό· -πλέος μέλανος θανάτοιο. Πλινθεία. ἡ πλίνθευσις. Πλωάσ. ειδος ὀρνέου. Πλωτή. νῆσος. Πλώθεια. δῆμος. Πλεονεξία. ἡ ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος βλάβη. ουτως ὁ ̓Απόστολος. (Οὐδέτερον.) Πλαστοῖσ. ψευδέσι. Πλάσμα. τὸ ψεῦδος. σημαίνει καὶ εργον τύπου καὶ ειδους, καὶ διαμορφώσεως. οιον ὁ βίος τοῦ μεγάλου ̓Αντωνίου ὁ περὶ τοῦ μεγάλου ̓Αθανασίου συγγραφεὶς, καὶ τὸ βιβλίον ὁ Βαρλαάμ. Πλάταιον. τὸ εκπωμα. Πλαδαρόν. χαῦνον, σεσημμένον, η ὑγρόν. Πλατωνικὸν βιβλίον. τὸ τοῦ Πλάτωνος. Πλάτοσ. παρὰ τὸ πλῶ, τὸ πληρῶ. Πλαίσιον. ειδος μέτρου. η ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις, ὡς Πλάτων ἐν Σοφιστῇ. καὶ τὰ διὰ ξύλων τετράγωνα σχήματα πλαίσια ελεγον. pi.1556 Πλέθρον. μέτρον γῆς. Πλεῖον. παρὰ τὸ πολύς. πολεῖον καὶ συγκοπῇ πλεῖον.