334
ἀδελφὸς ἡμῶν καὶ ἀρχιεπίσκοπος πλεῖστά σε προσαγορεύει. 512 {1Σεργίῳ ἡγουμένῳ}1 Χάρις Κυρίῳ, ὅτι ὑγιαίνει ἡ τιμιότης σου· τοῦτο γὰρ ἀνήγγειλε τὸ γράμμα καὶ ἡ δυὰς τῶν ἀδελφῶν. ἀπεδεξάμεθα δὲ καὶ τὴν πρόθεσιν τοῦ ἐπιθυμεῖν σε ἀφῖχθαι πρὸς ἡμᾶς, κωλυθέντα γε μὴν ὑπὸ τῆς συνοχῆς τῶν ἐμφυλίων πολέμων καὶ τῆς κατὰ τὴν ὁδὸν ἐπηρείας· ἅτινα κακὰ Κύριος ὁ θεὸς ἡμῶν διασκεδάσει ἐν τάχει, ἐπανάγων εἰς εἰρήνην τὸ ὑπήκοον καί γε ἀπαλλάττων τῆς τῶν Ἀγαρηνῶν ἐπιδρομῆς· ἐδιδάχθημεν γὰρ καὶ τὴν περὶ αὐτῶν ῥομφαίαν, οἵα καὶ ἡλίκη γένονεν ἐν τοῖς αὐτόθι. Καὶ ταῦτα πάντα ἐπιτίμιά ἐστι παρὰ θεοῦ ἐπὶ τῇ ἀμετανοήτῳ ἡμῶν κακίᾳ. ὅμως σύ, ἄνερ ἀγαθὲ καὶ ἀδελφὲ τιμιώτατε, στῆθι καὶ ἀνδρίζου ἐν τῷ καθηγεῖσθαι τῆς ἀδελφότητος, μὴ ὑποπίπτων ἀθυμίᾳ, κἂν πολλαὶ αἱ δυσκολίαι, μὴ ἀποκάμνων ταῖς ἀπορίαις, κἂν ἡ ἰσχὺς δαπανᾶται· ἀλλὰ πρῶτον μέν, ὃ καὶ πρώτου λόγου ἐστὶ ζήτημα, τὴν πίστιν φρούρει ἀσφαλῆ καὶ ἀκράδαντον, φεύγων τὴν κοινωνίαν τῶν ἑτεροδόξων παντοίῳ τρόπῳ. ἴσθι γὰρ ὅτι διωγμὸς πάρεστι, καὶ οὐ τελειότητος, τὸ ὑμᾶς οἴκοι καθέζεσθαι καὶ ἀδιώκτους διαμένειν, τῶν ζηλωτῶν τῆς εὐσεβείας πολλὰ πεπονθότων καὶ μαρτυρίου διάδημα στεψαμένων τινῶν. ὥστε ἀκριβοῦς ζωῆς ὑμῖν χρεία, ἀναπληρούσης τὸ ἐλλιπὲς τῆς ὑποπτώσεως, ἣν ὑπέπεσεν ὁ προκαθηγησάμενος ὑμῶν καὶ δι' αὐτοῦ πάντες ὑμεῖς τῇ ἐκείνου παραδοχῇ· οἵα γὰρ ἡ κεφαλή, τοιοῦτον καὶ τὸ ὅλον σῶμα. καὶ ταῦτα λέγω οὐχ ἵνα διαλυθῆτε, ἀλλ' ἵνα συντηρῆσθε ἀκριβῶς καὶ ἐπιρρώννυσθε τῇ ἀμεθεξίᾳ τῆς αἱρέσεως. δεύτερον, νήφων νῆφε καὶ γρηγορῶν γρηγόρει, ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους, ὅτι πολλὰ τὰ θήρατρα τοῦ διαβόλου, ὅτι ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ· καὶ ὃν μὲν ἡδονῇ σαρκὸς πειρᾶται ῥοφῆσαι, ὃν δὲ ἀπιστίας νοσήματι διαρρῆξαι τῆς συναφείας τῶν ἀδελφῶν· καὶ ἄλλον φθόνου βέλεσι κατατιτρώσκει, Κάιν ἄλλον ἀποδεῖξαι βουλόμενος, ἕτερον δὲ φιλαργυρίας πτώματι καταβάλλει Ἰούδαν δεύτερον γνωρίσαι γλιχόμενος. καὶ ἁπαξαπλῶς, ἔργον αὐτῷ νύκτωρ καὶ μεθ' ἡμέραν ἡ καθ' ἡμῶν ἀπώλεια. Σκόπει, φυλάττου τρόποις καὶ λόγοις τὰ πρόβατα τοῦ Χριστοῦ καὶ ὁ μισθός σου πολὺς παρὰ θεοῦ· αὐτὸς γὰρ εἴρηκε πρὸς τὸν κορυφαῖον τῶν ἀποστόλων· Σίμων Ἰωνᾶ, φιλεῖς με πλέον τούτων; ποίμαινε τὰ πρόβατά μου. ὥστε ἀπόδειξις τῆς εἰς αὐτὸν ἀγάπης ἡ ποιμαντικὴ κατὰ λόγον ῥάβδος. 513 {1Στεφάνῳ τέκνῳ}1 Κατέλαβεν καὶ ὁ ἀββᾶς Ἄνθιμος, ὦ καλὲ Στέφανε καὶ υἱὲ ἠγαπημένε, καί, καθάπερ σε ὀφειλομένως ἰδών, ἀνέκρινα ὅπως διάγοις· ἐπειδὴ ὁ λόγος τῆς προστασίας ἀπαιτεῖ τοῦτο, οὕτως ἐχρησάμην καὶ ἐπὶ τοῦ ἀδελφοῦ σου Ἀνθίμου. καὶ ὅτι μὲν ἀγάπην ἔχετε μετ' ἀλλήλων διέγνων, οὐ μὴν οἵαν ἐπιζητεῖ ἡ ἀλήθεια ἐπὶ ἀδελφοῖς γνησιεύουσι κατὰ Κύριον. καὶ τί τοῦτο, ὅτι οὐ κοινοποιεῖτε πάντα, ἀλλὰ καὶ αὐτὸς ἰδιοχρυσεῖς καὶ οὗτος ἰδιοχρυσεῖ, ὅπερ ἐστὶ διαιρετικὸν ἀγάπης; ποῦ γὰρ δύναιτ' ἂν μία ψυχὴ καὶ μία καρδία εἶναι, ὅπου "4τὸ ἐμὸν καὶ τὸ σὸν"5 εἴρηται; ἐντεῦθεν αἱ ὑποψίαι, ἐντεῦθεν αἱ καταλαλιαί· καὶ τὸ τρίτον, ἐντεῦθεν οὐχ ὁ Χριστὸς ἐν μέσῳ ὑμῶν, ὁ εἰπών, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ἀλλ' ὁ ἐχθρὸς τῶν ψυχῶν ἡμῶν, ὁ διατέμνων τὰ μέλη τοῦ Χριστοῦ. δῆλον γὰρ ὅτι, ὅπου ἰδιοκτημοσύνη καὶ οὐ κοινότης, ἄπεστιν ἐκεῖθεν ὁ Χριστός, ἐπειδὴ γέγραπται ἐπὶ τῶν ἀποστόλων, εἶχον ἅπαντα κοινὰ καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Οὐκ αἰσχυνόμεθα ἄρτι, σύγγνωτε, δύο ὄντες μὴ κεκτῆσθαι κοινὰ τὰ ὄντα, ἐπὶ τῶν ἀποστόλων τοσούτου πλήθους ὄντος τὴν κοινότητα ὑπάρχειν; διὰ τοῦτο ἐκεῖ ἦν ὁ Χριστός, ἐν ὑμῖν δὲ οὐδαμῶς, κἂν βαρὺς ὁ λόγος· ἦ γὰρ ἂν καὶ σύμψυχοι ἦτε, σύμφρονές τε καὶ ὁμοκάρδιοι, ἀλλήλους ἀνεχόμενοι, ἀλλήλων φροντίζοντες, αὐτάρκεις, εὐπειθεῖς, εὐμείλικτοι, ἱλαροί, ἀρκούμενοι τοῖς παροῦσι, γλυκεῖαν ζωὴν ἔχοντες καὶ μετὰ μόνου ἄρτου καὶ ὕδατος, οἵαν εἶχον οἱ ἅγιοι. νῦν δὲ τοὐναντίον κατὰ τὰ προειρημένα. διὰ τοῦτο καὶ ὁ περισπασμὸς ὑμῖν, ἵνα προστεθῇ