μεσολαβήσας τὸν Τελαμώνιον καὶ τὸν Ἀχιλλέα, εἶτα τοὺς αὐτοῦ ἵππους ἐξεφώνησε. Τοῦτο δὲ καὶ σχῆμα καινότερονἐποίησε καὶ εὐκρίνειαν δὲ εἰργάσατο τῇ συνεχείᾳ τοῦ λόγου. παρέθετο γὰρ τῷπερὶ Ἀχιλλέως λόγῳ τοὺς αὐτοῦ ἵππους. πεποίηκε δὲ καὶ συντομίαν τῇ ἐλλείψει,ὡς πρὸ ὀλίγου γέγραπται. Οὕτω δὲ περιώνυμος καὶ τὰ εἰς τροφὴνἵππων ὁ Ἀχιλλεύς, ὥστε καὶ κριθαὶ Ἀχίλλειαι λέγονται, ὁποίας ἂν ἤσθιον οἱ Ἀχιλλέως ἵπποι, ὥσπερ δὴ καὶ σπόγγος Ἀχίλλειος λεπτότατος, φασί, καὶ πυκνότατος καὶ ἰσχυρότατος, ὃν ὑπὸ τὰ κράνη καὶ τὰς κνημῖδας τιθέασιν. ὃςκαὶ ἧττον πληγεὶς ποιεῖ, φασί, ψόφον. σπανιώτατοι δὲ οἱ τοιοῦτοι, φασί,γίνονται. [Λέγεται δὲ καὶ ἐν Μιλήτῳ κρήνη εἶναι, ἥτις Ἀχίλλειος ἐκαλεῖτο,ἧς τὸ μὲν ῥεῦμα γλυκύτατον, τὸ δ' ἐφεστηκὸς ἁλμυρόν. ἀφ' ἧς καὶ περιρράνασθαίφασι τὸν ἥρωα οἱ Μιλήσιοι, ὅτε ἀπέκτεινε Τράμβηλον, τὸν τῶν Λελέγων βασιλέα,οὗ μνεία καὶ ἐν τοῖς κατὰ τὸν Λυκόφρονα. Ἰστέον δέ, ὡς, εἴγε τῷ γλυκεῖἐφέστηκεν, ὡς ἐρρέθη, προσεχῶς τὸ ἁλμυρόν, καινὸν οὐδὲν καὶ τὸν Τιταρήσιον 1.537 ἐπιτρέχειν ἄμικτον τῷ Πηνειῷ διὰ τὸ ἐλαιῶδες, ὡς ἐν τοῖς εἰς τὴν Βοιωτίανγέγραπται. οὕτω δὲ καὶ ἐν τῇ νήσῳ Τήνῳ κρήνη λέγεται εἶναι, ἧς τῷ ὕδατιοἶνος οὐ μίσγεται.] (ῃ. 768 ς.) Τὸ δέ «μέγα ἄριστος» ταὐτὸν τῷ πρὸ μικροῦῥηθέντι τῷ «ὄχ' ἄριστος». [Ἴσως δὲ πλεῖόν τι τούτου ἐκεῖνο δηλοῖ. διὸ ζητήσαςτὸν ὄχ' ἄριστον καὶ μαθὼν μέγ' ἄριστον εἶναι τὸν Αἴαντα, ὡς καὶ μέγ' ἀρίσταςἵππους τὰς τοῦ Εὐμήλου, οὐκ ἠξίωσε τὸν Ἀχιλλέα οὕτω καλέσαι ἀλλὰ πολὺφέρτατον, ὡς τοῦτο ὂν τὸ ὄχ' ἄριστος. δοκοῦσι δὲ καὶ οἱ τοῦ Ἀχιλλέωςἵπποι τοῦτο ἔχειν.] ὅρα δὲ καί, ὅτι τὸ φορέεσκον, ἤτοι ἐφόρουν καὶ ἔφερον,ἐπὶ ἐμψύχου ἐνταῦθα κεῖται, τοῦ Ἀχιλλέως δηλαδή. (ῃ. 772-9) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ἀπομηνῖσαι τὸν Ἀχιλλέα ὁ ποιητὴς ἐρεῖ, τουτέστιν ἀποθέσθαιτὴν μῆνιν, ἐνταῦθα δὲ εἰπών, ὅτι ἐν νήεσσιν ἔκειτο ἀπομηνίσας Ἀγαμέμνονι,τὴν ἐπιμονὴν δηλοῖ τῆς μήνιδος. κεῖται γὰρ ἡ ˉἀˉπˉο πρόθεσις ἀργή, ὡς καὶ ὅτε τιςλέγει ἀπομνημονεύειν χάριτος, ἐξ οὗ καὶ τὸ ἀπομνημόνευμα. οὕτω δὲ καὶ τὸἀπαντᾶν ἀδιάφορον πρὸς τὸ ἀντᾶν καὶ τὸ ἄνδρ' ἀπαμύνασθαι ἀντὶ τοῦ ἀμύνασθαι·ὅμοιον δὲ καὶ τὸ ἀπέχθεσθαι. περιττὴ δὲ ὁμοίως ἡ πρόθεσις καὶ ἐν τῷ ἀπ'οὐρανόθεν καὶ ἀπονόσφι. [Ὅτι δ' ἐνταῦθα τὸ ἀπομηνῖσαι ταὐτόν ἐστι τῷμηνῖσαι, δῆλον ἐξ Ὁμήρου εἰπόντος ἀνωτέρω μέγ' ἄριστον Αἴαντα εἶναι, ὄφρ'Ἀχιλλεὺς μήνιε, καὶ ἐπαγαγόντος τὸ ἀπομηνίσας ταὐτὸν ὂν τῷ μηνίσας.] Πάνυ δὲ ἐν τῇ Βοιωτίᾳ κατεπύκνωσε τὸν λόγον τῇ τοῦ Ἀχιλλέως μνήμῃ, ὅσγε καὶ νῦν μάλιστα μνείαν ἔχει αὐτοῦ καὶ τῶν περὶ αὐτὸν λέγων, ὅτι «λαοὶ δὲπαρὰ ῥηγμῖνι θαλάσσης», ὅ ἐστιν αἰγιαλῷ, διὰ τὴν ἐκ πολέμου ἀργίαν, «δίσκοισιτέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισί τε· ἵπποι δὲ παρ' ἅρμασιν [οἷσιν», ἤγουνἰδίοις,] «ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον [ἕστασαν,] ἅρματαδ' εὖ πεπυκασμένα κεῖτο [ἀνάκτων] ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντεςφοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδ' ἐμάχοντο». καὶ ὅρα τὸ «ἀρχὸν ποθέοντες», ὡς οὐ μόνον ἐπὶ τεθνεῶτος ἀρχηγοῦ λέγεται, καθὰ ἐπὶ Πρωτεσιλάου,ἀλλὰ καὶ ἐπὶ ζῶντος. οὕτω γὰρ καὶ τὸν Φιλοκτήτην ἐπόθουν οἱ αὐτοῦ καὶ τὸνἈχιλλέα οἱ περὶ αὐτόν. (ῃ. 774) ∆ίσκοι δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, λίθοι στρογγύλοι, οὓς χειριζόμενοι ἐρρίπτουν εἰς μῆκος οἱ γυμναζόμενοι. εἰ δὲ ἦν ἐκ σιδήρου,σόλος τὸ τοιοῦτον ἐλέγετο. γίνεται δὲ δίσκος ἀπὸ τοῦ δίκω, τὸ βάλλω καὶ ἀφίημι,πλεονασμῷ τοῦ ˉσ. ἐκ τούτου δὲ καὶ δίκτυον, τὸ κατὰ ὑγροῦ ἀφιέμενον, ὡς καὶ 1.538 βόλος ἀπὸ τοῦ βάλλειν. Αἰγανέα δὲ εἶδος ἀκοντίου ἐλαφροῦ παρὰ τὸ ἄγανἵεσθαι, ἤτοι πέμπεσθαι, ἢ διὰ τὸ δεξιὸν εἶναι εἰς θήραν αἰγῶν κατὰ τοὺςπαλαιούς, οἵ φασι καί, ὅτι αἰγανέα, ἧς ἡ ἀγκύλη ἐξ αἰγείου δορᾶς. Λέγουσι δὲἀγκύλην τὴν τῆς αἰγανέας λαβήν. κεῖται δὲ ὁ στίχος οὗτος καὶ ἐν Ὀδυσσείᾳ ἐπὶτῶν μνηστήρων. διὸ καὶ λέγουσιν ἐνταῦθα οἱ παλαιοὶ