335
Ῥωμαίοις ἄρχουσιν ὥσπερ τι τῶν ἀναγκαιοτάτων αἱ πρὸς βασιλέα ὕβρεις ἐπιτηδεύονται, τούτου χάριν μὴ ἐτέρῳ παρασχέσθαι ἀναγιγνώσκειν, ἵνα μὴ εἰς πολλῶν ἐμπέσῃ τὸ βλάσφημα ἀκοὰς, ἀλλ' ἀγαγεῖν πρὸς αὐτὸν, ἵν' εἰ μέν τι χρήσιμον ἐγγεγραμμένον ᾖ, λόγον τινὰ ποιήσωνται αὐτοῦ· 2.401 εἰ δὲ τὰ συνήθη ταῦτα, ὕβρεις καὶ λοιδορίαι, ἐπὶ τὰς τῶν γεγραφότων τρέπωνται κεφαλάς. ἐπαινέσαντος δὲ αὐτὸν τοῦ βασιλέως ἐπὶ τούτῳ, ἔπειτα ἀνεγινώσκετο τὰ γράμματα, καὶ ἦν οὐδὲν ὑγιὲς ἐγγεγραμμένον, ἀλλὰ πρός τε βασιλέα ὕβρεις αἰσχραὶ καὶ ἀγεννεῖς καὶ μέμψεις πρὸς Ἀμοὺρ, ὅτι αὐτῷ ἀνέχοιτο ἀκολουθεῖν καὶ τὴν εὐγένειαν περιυβρίζοι. βασιλεὺς δ', ἐπεὶ οἱ ἐν Βυζαντίῳ οὐδεμίαν ἐλπίδα παρείχοντο εἰρήνης, ἀναγκαίως καὶ αὐτὸς ἐχώρει πρὸς τὸν πόλεμον καὶ ἠνάγκαζεν αὐτῷ τὰς πόλεις προσχωρεῖν ἢ ἑκούσας ἢ βιαζομένας. βασιλίδι δὲ Εἰρήνῃ ἐν ∆ιδυμοτείχῳ μηδὲν ἕτερον περὶ βασιλέως πεπυσμένῃ, ὅτι μὴ πρὸς Βέῤῥοιαν διατρίβει προσχωρήσασαν, ἀπήγγελλεν ὁ ἀρχιερεὺς ∆ιδυμοτείχου, ὅτι ὁ βασιλεὺς ἤδη τῆς Χαλκιδέων εἴη ἐπιβὰς, καὶ ἐπιστεύετο αὐτίκα. ἦσαν γὰρ οὐδὲν μικρὸν περὶ ἐκείνου πεπυσμένοι, ἀλλ' ὡς πάντα τὰ ἐσόμενα εἰδότι προσεῖχον ἀκριβῶς. καὶ ἦσαν εὐθὺς ἐν κρότοις καὶ ἑορταῖς, καὶ τῆς ἐπανόδου βασιλέως πολλὰς θεῷ προσῆγον τὰς εὐχαριστίας. μετὰ τρίτην δὲ ἡμέραν ἐξ ἐκείνου καὶ ὁ Μουζάλων ἧκε παρὰ βασιλέως καὶ ἀπήγγελλε πάντα ὡς ἐγένετο· καὶ πάλιν ἦσαν ἐν ταῖς ὁμοίαις ἑορταῖς ἤδη βεβαιότερον. Γλάβας δὲ Γεώργιος, ὃς τῶν εἰς ∆ιδυμότειχον τεταγμένων ἄρχειν εἷς ἦν, ἐλθὼν πρὸς τὸν ἀρχιερέα, εὐχὴν ᾔτει παρ' αὐτοῦ, ὡς εἰς βασιλέα ἀφιξόμενος· δεδοικέναι γὰρ, μὴ πρὶν ἐκεῖνον 2.402 ἐπανήκειν τελευτήσας, τῆς ἡδίστης ὄψεως βασιλέως ἀποστερηθῇ. ὁ δ' ἐπέτρεπε μὲν πρὸς ἐκεῖνον ἀφικέσθαι· παρῄνει δὲ θαῤῥεῖν, ὡς ὄψεται βασιλέα καὶ εἰς τήνδε τὴν πόλιν ἐπανήκοντα καὶ πρός τινας ὑπηρεσίας χρήσιμος ἐκείνῳ ἔσται. μετὰ δέ τινα χρόνον, ἡνίκα καὶ αὐτὸν ἴδῃ πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια κληθέντα, παρασκευάζεσθαι καὶ αὐτὸν, ὡς μετὰ μικρὸν ἀπολείψοντα τὸ ζῇν· οὕτω γὰρ εἶναι δεδογμένον παρὰ θεῷ. ταῦτα μὲν οὖν, ὥσπερ εἴρηται, ὕστερον ἀπέβαινε. βασιλέως δὲ Περιθεώριον πολιορκοῦντος καὶ κλίμακας καὶ μηχανὰς κατασκευάζοντος πρὸς τὴν τειχομαχίαν, τὰ ἐν τῇ Μερόπῃ φρούρια προσεχώρησαν, ἥ τε Ἁγία Εἰρήνη προσαγορευόμενον καὶ ὁ Ποβισδός. καὶ ἐλθόντες πρὸς βασιλέα, ἡγεμόνα ἐδέοντο αὐτοῖς παρασχεθῆναι· σὺν τούτοις δὲ καὶ ἕτεροι νομάδες τὸ αὐτὸ οἰκοῦντες ὄρος ἐν κώμαις ἀτειχίστοις, οἳ διὰ τὴν πρὸς βασιλέα εὔνοιαν ἦσαν γὰρ καὶ πρότερον ὑπ' ἐκεῖνον τεταγμένοι, βασιλέως Ἀνδρονίκου ἔτι περιόντος, τῶν ἄλλων πρῶτοι παρεγένοντο καὶ παρεῖχον ἑαυτοὺς ἑκόντες βασιλεῖ. σκεπτομένῳ δὲ περὶ αὐτῶν πρὸς ὅ,τι χρήσαιτο καὶ τίνα ἐπιστήσειεν ἄρχοντα αὐτοῖς, ἐδόκει δεῖν Μομιτζίλῳ τὴν ἀρχὴν αὐτῶν παρέχειν, οὐ μόνον διὰ τὸ ὁμόφυλον νομίσας διακείσεσθαι αὐτῷ εὐνοϊκῶς τοὺς νομάδας ἐκείνους, ἀλλ' ὅτι καὶ εὐψυχίας καὶ τόλμης πρὸς τὰς μάχας οὐδὲν ἐνέλιπε καὶ πρὸς λῃστείας καὶ ἁρπαγὰς ἄριστα ἐξήσκητο. ἦν γὰρ δὴ ὁ Μομιτζίλος οὗτος τὸ γένος μὲν Μυσὸς, διὰ δὲ λῃστείας καὶ ἁρπαγὰς ἐκεῖθεν 2.403 ἐλαθεὶς, πρὸς Ῥωμαίους τε ἐγένετο καὶ ὑπὸ βασιλέως Ἀνδρονίκου τοῖς στρατιώταις κατελέχθη. χαίρων δὲ ἀεὶ λῃστείαις καὶ πολλὰ τὴν Μυσίαν κακουργῶν διὰ τὸ μάλιστα ἔμπειρον τῶν τόπων εἶναι, παρῃνεῖτο μὲν πολλὰ ὑπὸ τῶν τὰ μεθόρια τῆς Μυσῶν καὶ Ῥωμαίων ἡγεμονίας ἀρχόντων, μὴ τοιαῦτα κακουργεῖν, σπονδῶν οὐσῶν, καὶ πόλεμον κινεῖν. ὁ δὲ οὐ πάνυ πείθεσθαι ἠδύνατο, ἀλλ' ἐπί τινα χρόνον ἡσυχάζων, τοῖς ὁμοίοις πάλιν ἐπεχείρει. μέλλων δὲ ἤδη τῆς κακουργίας διδόναι δίκας, ἐπεὶ Μυσοῖς τε ἀπηχθάνετο διὰ τὰς λῃστείας καὶ Ῥωμαίοις οὐκ ἐθάῤῥει βουλομένοις συλλαμβάνειν, ἀπεχώρησεν εἰς Τριβαλοὺς καὶ διέτριψεν ἐκεῖ χρόνον τινὰ συχνόν. ἔπειτα ὡς βασιλεὺς ὁ Καντακουζηνὸς εἰς Περιθεώριον ἐκ Βεῤῥοίας ἐπανῆκε, πρότερον ὀλίγον χρόνον Κράλη ἀποστὰς, προσεχώρησε τότε βασιλεῖ. εἰδὼς δὲ αὐτὸν ὄντα ἐπιτήδειον πρὸς τοιαύτην ἡγεμονίαν, τά τε φρούρια ἐνεχείρισε καὶ