335
διδόναι τὴν γερουσίαν τῆς ἀρχῆς χρόνον τῷ Καίσαρι, "ἀλλ' αυτη" φάναι "δώσει," κρούσαντα τῇ χειρὶ τὴν τοῦ ξίφους λαβήν. ειτα γνώμη εἰσήνεκτο, εἰ μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ Καῖσαρ τὰ οπλα κατάθηται, ἡγεῖσθαι τὸν ανδρα πολέμιον. ̓Αντωνίου δὲ καὶ τῶν πραττόντων τὰ Καίσαρος ἀξιούντων καὶ Καίσαρα καὶ Πομπήιον τὰς ἀρχὰς ἀποθέσθαι, τῇ γνώμῃ πάντες συνέθεντο. ἐπεὶ δὲ παρὰ Καίσαρος ηκον ἐπιστολαὶ τῶν μὲν αλλων ἐξισταμένου, τὴν δ' ἐντὸς Αλπεων ἐπαρχίαν καὶ τὸ ̓Ιλλυρικὸν ἀξιοῦντος αὐτῷ δοθῆναι μετὰ δυεῖν ταγμάτων, ταλλα μὲν ἐδίδου Πομπήιος, τοὺς δέ γε στρατιώτας ἀφῄρει. οἱ δ' ὑπατεύοντες καὶ τῆς βουλῆς ἐξήλασαν τὸν ̓Αντώνιον καὶ τοὺς σὺν αὐτῷ. οἱ δὲ διὰ φόβον ἐν δουλικαῖς ἐσθῆσι μετημφιεσμένοι ἐπὶ ζευγῶν μισθίων τῆς ̔Ρώμης ἐξῄεσαν. ο τοὺς στρατιώτας παρώξυνεν, ανδρας ἐλλογίμους καὶ αρχοντας περιυβρισμένους ὁρῶντας. Καῖσαρ δὲ πολλοὺς λογισμοὺς κινήσας καὶ διαφόρων γνωμῶν γεγονώς, τέλος τοῦτο δὴ τὸ κοινὸν ὑπειπὼν "ἐρρίφθω κύβος" ωρμησε, καὶ τὸν ποταμὸν ̔Ρουβίκον διέβη, 2.358 καὶ τὸ ̓Αρίμινον κατέσχε, μεγάλην πόλιν τῆς Κελτικῆς. λέγεται δὲ τῇ πρὸ τῆς διαβάσεως νυκτὶ οναρ ἰδεῖν εκθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν αρρητον μίξιν. ̓Επεὶ δὲ τὸ ̓Αρίμινον κατελήφθη, ὡς ὑπὸ πνευμάτων ἡ ̔Ρώμη πιμπλαμένη σάλου καὶ κλύδωνος, μικροῦ αὐτὴ ὑφ' ἑαυτῆς ἀνετέτραπτο. οι τε γὰρ υπατοι καὶ οἱ πλείους τῶν βουλευτῶν εφευγον, καὶ αὐτὸν δὲ Πομπήιον εκπληξις ειχε, καὶ αλλος ἀλλαχόθεν τὸν ανδρα ἐτάραττον αἰτιώμενοι ὡς καθ' ἑαυτοῦ καὶ τῆς πολιτείας αὐξήσαντα Καίσαρα, καὶ οὐδεὶς εια αὐτὸν τοῖς οἰκείοις χρήσασθαι λογισμοῖς. διὸ καὶ τὴν πόλιν ἐξέλιπεν, επεσθαι τὴν γερουσίαν κελεύσας. ειποντο δ' οἱ πλείους, τὴν μὲν φυγὴν ὡς πατρίδα αἱρούμενοι διὰ τὸν Πομπήιον, τὴν δὲ ̔Ρώμην ὡς Καίσαρος στρατόπεδον φεύγοντες. οτε καὶ Λαβιηνός, ἀνὴρ τοῖς φίλοις Καίσαρος ἀριθμούμενος καὶ συνηγωνισμένος ἐν πολέμοις αὐτῷ προθυμότατα, ἀφεὶς ἐκεῖνον ἀφίκετο πρὸς Πομπήιον. ῳ καὶ καταλιπόντι αὐτὸν ὁ Καῖσαρ τά τε χρήματα καὶ τὰς ἀποσκευὰς ἐξαπέστειλε. ∆ομίτιος δὲ κατέχων Κορφίνιον ἐπελθόντος αὐτῷ Καίσαρος ἀπογνοὺς τὰ καθ' ἑαυτὸν φάρμακον επιεν ὡς θανούμενος· ειτα θαυμαστῇ φιλανθρωπίᾳ μαθὼν πρὸς τοὺς ἁλισκομένους τὸν Καίσαρα χρώμενον, ἑαυτὸν ἐθρήνει. ὑπνωτικὸν δ' ειναι τὸ φάρμακον καὶ οὐ θανάσιμον εἰπόντος τοῦ ἰατροῦ, ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν δεξιὰν αυθις διεξέπεσε πρὸς Πομπήιον. Ταῦτα εἰς τὴν ̔Ρώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες ἐπανέστρεφον. 2.359 πολὺς δὲ γεγονὼς ὁ Καῖσαρ ηδη ἐπ' αὐτὸν ἐχώρει Πομπήιον. ὁ δὲ φυγὼν εἰς Βρεντέσιον ἐξέπλευσεν. ἀπορῶν δὲ νηῶν ὁ Καῖσαρ εἰς τὴν ̔Ρώμην ἀνέστρεψε, καὶ πάσης τῆς ̓Ιταλίας ἀναιμωτὶ κύριος γέγονεν ἡμέραις ἑξήκοντα. εὑρὼν δὲ καὶ τὴν πόλιν καθεστῶσαν, καὶ τῶν ἀπὸ τῆς βουλῆς συχνοὺς ἐν αὐτῇ, τούτοις ἐπιεικῆ διειλέχθη, ἀξιῶν αὐτοὺς πρὸς Πομπήιον ἀποστέλλειν ἐπὶ συμβάσεσιν. ἐπείσθη δ' οὐδείς. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρημάτων λαμβάνειν, καὶ νόμους προσφέροντος, εφη μὴ τὸν αὐτὸν οπλων καὶ νόμων ειναι καιρόν· "σὺ δὲ νῦν μὲν ἐκποδὼν απιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος. οταν δὲ τὰ οπλα κατάθωμαι, τότε δημαγωγήσεις. καὶ ταῦτα" εφη "λέγω τῶν ἑαυτοῦ δικαίων ὑφιέμενος· ἐμὸς γὰρ ει καὶ σὺ καὶ πάντες οσους τῶν πρὸς ἐμὲ στασιασάντων συνέλαβον." μὴ φαινομένων δὲ τῶν κλειδῶν ἐκκόπτειν ἐκέλευεν. αυθις δὲ τοῦ Μετέλλου κωλύοντος, καί τινων ἐπαινούντων, ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο, εἰπών "μειράκιον, ἀγνοεῖς οτι δυσκολώτερόν ἐστί μοι εἰπεῖν η πρᾶξαι;" ̓Εστράτευσε δ' εἰς ̓Ιβηρίαν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ' ἑαυτὸν ποιησάμενος ουτως ἐπὶ Πομπήιον ηλαυνεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε καὶ αλλων ηψατο πολιτευμάτων. ἐν ἡμέραις δὲ ενδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, υπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουίλιον ̓Ισαυρικόν, ειχετο τῆς στρατείας. καὶ διαβὰς τὸν ̓Ιόνιον Ωρικον καὶ ̓Απολλωνίαν αἱρεῖ. ἐξ ̓Απολλωνίας δὲ κρύφα πάντων