335
σημαίνει δὲ καὶ τὸ περισσόν. Πλῆγμα. ἡ πληγή. πλίγμα δὲ, τὸ βάδισμα, ι. Πλησιέστερον. ἐγγύτερον. καὶ πλησίον. παρὰ τὸ πέλω παράγωγον πελάζω, ῥῆμα ονομα πλατὸς καὶ πλητός. κατὰ τροπὴν τοῦ ˉτ εἰς ˉς καὶ κατὰ παραγωγὴν πλησίος, ὡς αμβροτος, ἀμβρόσιος. Πλῆκτρον. τὸ τῆς κιθάρας. ἐν ῳ τὰς χορδὰς ὁ κιθαρίζων κινεῖ. Πλημμελέσ. ἁμαρτητικόν. η τὸ ῥάθυμον καὶ ἀπαίδευτον. Πλινθίον. τὸ τετράγωνον σχῆμα. Πλουμμάτον. τὸ μολύβδινον. ( ̔Ρῆμα.) Πλημμελεῖν. τὸ ἁμαρτάνειν. Πληκτιζομένουσ. μαχομένους. Πλῆντο. ἐπληροῦντο. πέλω, πλῶ, πλῆντο. Πλείμην. ἀντὶ τοῦ πλευσαίμην. Πλεῖθι. πλεῦσον. ἰακόν ἐστι. Πλεῖν. ἀντὶ τοῦ πλέειν. Πλεῖ. τὸ προστακτικόν. οὐχὶ πλεῖθι, οὐδὲ πλέε. τοῦτο γὰρ ἰακόν. καὶ πνεῖ, οὐχὶ πνέε, καὶ pi.1557 δεῖ καὶ θεῖ καὶ ῥεῖ τὰ προστακτικὰ λέγει. Εὐριπίδης· πλεῖ κατὰ πορθμόν. Ερμιππος· ἀλλ' ἐκεῖσε θεῖ. δεῖ τοῦτον. Πλύνεται. καθαίρεται η ὑβρίζεται. Πλῶ. τὸ πλησιάζω. Πλῴζω. τὸ πλωΐζω. εχει τὸ ˉι. ἀπὸ τοῦ πλώω πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. η ωσπερ ἀπὸ τοῦ λέγω λόγος, ουτω καὶ ἀπὸ τοῦ πλόος γίνεται πλοΐζω, καὶ κατ' εκτασιν τοῦ ˉο εἰς τὸ ˉω μέγα πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. *ὡς χροΐζω χρῴζω. η ὡς ἀπὸ τοῦ πλέω πλόος, καὶ ὡς ἀπὸ τοῦ ανθρωπος γίνεται ἀνθρωπίζω, ουτω καὶ ἀπὸ τοῦ πλόος γίνεται πλοΐζω, καὶ κατ' εκτασιν τοῦ ο εἰς ω μέγα πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω.* Πληροφόρησον. πλήρωσον. ̓Αποστόλου· τὴν διακονίαν σου πληροφόρησον. Πλαδόω. τὸ σήπομαι. τοῦ Ψελλοῦ· πλούμματον τὸ μολύβδιον, τὸ σήπομαι πλαδοίω. ( ̓Επίῤῥημα.) Πλαγίωσ. δολίως. Πλήν. ἐκτὸς, η ομως. Τὸ Π μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) Πνευματικόσ. ὁ ολον διόλου ἑαυτὸν μεταθεὶς, καὶ τῇ διανοίᾳ ἀεὶ πρὸς τᾲ πνευματικὰ διατρίβων. Πνεύμων. τὸ μέρος τοῦ σώματος. ἀναλογώτεpi.1558 ρον διὰ τοῦ ˉν. ταμίας γάρ ἐστι τοῦ πνεύματος πνεύμων. κλίνεται δὲ πνεύμονος. (Θηλυκόν.) Πνευμονίη. ἡ περὶ τὸν πνεύμονα πνιγμονή. Πνύξ. δικαστήριον ἐν ̓Αθήναις. καὶ κλίνεται πνυκός. (Οὐδέτερον.) Πνεῦμα. τὸ θεῖον· ὁ αγγελος· ἡ ψυχή· ὁ ανεμος· ὁ νοῦς· ὁ δαίμων. η πνεῦμα ἐστὶ νοερὸν καὶ ἁπλοῦν καὶ λεπτόν· σαφὲς καὶ τρανόν· ἀπήμαντον καὶ ἀμόλυντον· μονογενὲς καὶ παντεπίσκοπον. η πνεῦμα ἐστὶ λεπτὴ καὶ αϋλος καὶ ἀσχημάτιστος ἐκπορευτικὴ υπαρξις. Πνεῦμα δὲ ειρηται ὡσανεὶ πᾶν νεῦμα, διὰ τὸ ὡς νεῦμα ὀξέως παντὶ νεῦον καὶ κινούμενον. ειρηται δὲ ἐν τῇ γραφῇ πνεῦμα τετραχῶς· πνεῦμα τὸ αγιον· πνεῦμα ὁ αγγελος· πνεῦμα ἡ ψυχή· πνεῦμα ὁ ανεμος. εστι δ' ο τε καὶ ὁ νοῦς τοῦ ἀνθρώπου πνεῦμα λέγεται. Πνεῦμα αγιόν ἐστι δύναμις ἁγιαστικὴ, ἀσχημάτιστος, τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιος, ἐκπορευτικῶς, οὐχ υἱκῶς ἐκ τοῦ πατρὸς προϊοῦσα. Πνεύματα. καὶ ἡ δασεῖα καὶ ἡ ψιλή. καὶ διὰ τοῦτο εἰσὶ δύο πνεύματα, διότι ἡ μὲν δασεῖα ἐκ τοῦ θώρακος ἐξέρχεται, ἡ δὲ ψιλὴ ἐξ ακρων τῶν χειλέων. καὶ διὰ τοῦτο οὐ προσέσχεν ὁ ποιητὴς τρίτου πνεύματος, τῆς φύσεως μὴ ἀπαιτούσης. διὰ τοῦτο δὲ λέγονται πνεύματα, διὰ τὸ ἐν τοῖς πνεύμασιν αὐτὰ παρεικασθῆναι. πνεῦμα δέ ἐστιν ἐκφορὰ λέξεως ἀθρόως η μετρίως παραλαμβανομένη. Πνῖγοσ. τὸ καῦμα. ( ̔Ρῆμα.) Πνείω. ἀντὶ τοῦ πνέω. pi.1559 Τὸ Π μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Ποδήρησ. χιτὼν, ὁ αχρι τῶν ποδῶν διήκων καὶ φθάνων. η ὁ συῤῥαπτόμενος εἰς τὸ κατώτερον τῆς στολῆς, ἐκ πορφύρας καὶ βύσσου. Ποδαλείριοσ. παρὰ τὸ εχειν τὸν πόδα περὶ τὰ λείρια, ηγουν τὰ ανθη. ποδαλείριος χιτών. Ποδάρκησ. ὁ ταχὺς περὶ τὸν δρόμον. ποδάρκης ̓Αχιλλεύς. καὶ κύριον ονομα. Ποδοῖϊν. ποιητικῶς. -ἐκ δὲ ποδοῖϊν ακμονας ηκα δύο- ἀμφοτέροιεν. παρὰ τὸ ποδὸς ποδοῖν, καὶ πλεονασμῷ τοῦ ι ποδοῖϊν. Πόθοσ. παρὰ τὸ πήθω, τὸ πάσχω, γίνεται πόθος, τροπῇ τοῦ ˉη εἰς ˉο. η ἀπὸ τοῦ πείθειν, τὸ εἰς συγκατάθεσιν αγειν. ἐξ ου τὸ πέποιθα. ὁ γὰρ πόθος πείθει τὸν ποθοῦντα ποθεῖν, ο ποθεῖ. ἐκ τοῦ πόθος ποθεινὸς, ὡς σκότος σκοτεινός. Ποικιλομήτησ. ποικιλόβουλος. Ποικίλοσ. σημαίνει τὸν ἐπιμελῶς κατεσκευασμένον. παρὰ τὸ πύκα. ὁ πολλὰς εχων πυκνότητος ποικιλίας. Ποιήεισ. βοτανώδης. ἀπὸ τοῦ πόα, ο σημαίνει τὴν βοτάνην. †Ποιήεντα. σιτοφόρον.†