335
ἓν ἀργύριον καὶ ἓν χρυσίον τῷ ἤδη προστοιβασθέντι κέρματι· ὅπερ ἐστὶ φιλαργυρίας πάθος καὶ Ἰουδαϊκὸν ἀποτέλεσμα. ἐρωτῶ καὶ ἀποκρίθητέ μοι· ἔχετε ἄρτον καὶ οἶνον καὶ ἔλαιον κατ' ὀλιγότητα σὺν τοῖς ἄλλοις ἐπιτηδείοις καὶ τροφευτικοῖς τοῦ σώματος μέχρι μηνὸς ἑνὸς ἢ δυοῖν; ἐὰν κατανεύσητε, χάρις Κυρίῳ, εἰ δὲ μή, πριᾶσθε ἐξ οὗ δέδωκα ὑμῖν νομίσματος ἄρτι, καὶ οὐδεὶς περισπασμός, καὶ οὐδεμία ταραχή· ἱκανήσει γὰρ οἶδ' ὅτι καὶ τετραμηνιαίου χρόνου εἰς χρείαν. καὶ ὅτε ἀπορήσητε πάλιν ἢ ἐντεῦθεν ἢ ἄλλοθεν, προσθείην δ' ἂν καὶ ἐκ τοῦ ἐργοχείρου ὑμῶν, ὁ τρέφων τὰ πάντα θρέψειεν καὶ ὑμᾶς. Οὗτος ὁ βίος ἄριστος, οὕτως τὸν Χριστὸν μέσον ὑμῶν σχοίητε, πῇ μὲν ἐργαζόμενοι, πῇ δὲ προσευχόμενοι, καὶ ποτὲ μὲν ἡσυχάζοντες, ποτὲ δὲ ἀναγινώσκοντες. καὶ ἀνατελεῖ ὑμῖν φῶς γλυκὺ καὶ τοῖς ὁρῶσιν ἔσεσθε ἐραστοί· καὶ θεὸς δοξασθήσεται ἐν ὑμῖν καὶ ἀντιδοξάσειεν ὑμᾶς καὶ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι, ἡμῶν τε αὐτῶν τῶν ἁμαρτωλῶν ἔσεσθε καύχημα καὶ ὅλης τῆς ἀδελφότητος κλέος. ταῦτα εἴρηκα ὡς οὐκ ἐχόντων ὑμῶν χρυσίον τεθησαυρισμένον, μηδὲ εἴη ἔχειν ὑμᾶς, ὡς ἂν μὴ ἀκούσοιτε· ὅπου ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. θησαυρισμὸς δέ ἐστι μοναχῷ, ἐὰν ἐπάνω τῶν τριῶν νομισμάτων κατὰ τὸ γεγραμμένον ἐν τοῖς πατράσι περιποιήσηταί τις ἑαυτῷ, καὶ τοῦτο ἐπὶ τῶν πτωχῶν τὴν διάνοιαν, ἐπεὶ ὅ γε ἀκριβὴς μοναχὸς καὶ δεσπόζων κόσμου δι' ἀκτημοσύνης οὐδὲ ἓν ἀργύριον κέκτηται καὶ κράζει μετὰ τοῦ ἁγίου Παύλου· ὡς πτωχὸς ἐγώ, πολλοὺς δὲ πλουτίζων· καὶ ὡς τὰ πάντα κατέχων καὶ μηδὲν ἔχων. καὶ γὰρ ὁ θεὸς τῷ τοιούτῳ πάντοθεν ἀνοίγει θύραν, καὶ ἡσυχάζοντι καὶ διωκομένῳ καὶ φυλακιζομένῳ καὶ ὁτιοῦν πάσχοντι ἕτερον. καὶ χριστοφόρος ὁ τοιοῦτος καὶ χριστιανὸς ἀληθινὸς καὶ ἄγγελος ἐπὶ γῆς καὶ θεομίμητος ἀνὴρ καὶ κληρονόμος θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ. Σκέψασθε οὖν λοιπόν, ὦ ἀδελφοί, τὸν λόγον καί, εἰ μὲν τρινομεῖτε ἀμφότεροι, οὐκ ἀπόβλητοι ἐν μοναχοῖς κατὰ τὸ ὑπόδειγμα τὸ πατρικόν· εἰ δὲ ἐπάνω δεκανομοῦντες, καθὼς ἀκούω, ἢ καὶ πρός, γινώσκετε ἔκπτωτοι εἶναι τῆς μοναχικῆς καταστάσεως καὶ θεραπευταὶ οὐ Χριστοῦ, ἀλλὰ τοῦ ἐναντίου, καὶ τέκνα οὐκ ἐμοῦ τοῦ ταπεινοῦ, ἀλλὰ τοῦ φιλοχρυσοῦντος. δόξειεν ὑμᾶς λέγειν ὅτι "4ἔχεις, ναί· ἐπεὶ καὶ Χριστὸς διὰ τοῦ γλωσσοκόμου, οὗ ἐπεφέρετο, καὶ πᾶς καθηγούμενος καὶ προεστὼς τῶν ἐκκλησιῶν"5. ἀλλὰ διὰ τὴν οἰκονομίαν τῆς ἀδελφότητος· φησὶ γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Κύριος πρὸς τὸν Ἰούδαν· ὃ ποιεῖς, ποίησον τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτὴν ἢ τοῖς πτωχοῖς ἵνα δῷ τι. οὕτως κατὰ μίμησιν Χριστοῦ ἐν πᾶσι τοῖς ἀληθινοῖς προεστῶσιν ἔστι πάντως τὸ γλωσσόκομον καὶ οὐ δι' ἄλλο τι, ἄπαγε· ἔχθιστον γὰρ θεῷ. εἰ οὖν καὶ ὑμεῖς ἐστε προεστῶτες καὶ ἐπιδιδοῦσιν ὑμῖν τινες, ὡς καὶ αὐτῷ τῷ Χριστῷ ἐκ τῶν ὑπαρχόντων αὐτῶν, καθὰ γέγραπται, αἱ συνακολουθοῦσαι αὐτῷ γυναῖκες καὶ τοῖς ἁγίοις ὁμοιοτρόπως ἄλλοι καὶ ἄλλαι, εὖ ἂν ἔχοι, καὶ σχοίητε μὴ ἀπὸ δέκα νομισμάτων, ἀλλὰ καὶ ἀπὸ μυρίων· οὐδὲν γὰρ ὑμέτερον, ἀλλὰ Χριστοῦ, καὶ οἰκονόμοι ὑμεῖς τῶν τοῦ Χριστοῦ, καθὸ καὶ Παῦλος τὰ πάντα κατέχων οὐδὲν εἶχεν καὶ πᾶς τις ἄλλος μέχρι τοῦ δεῦρο θεοφόβως ἔχων τὴν προστασίαν. εἰ δὲ οὐκ ἐστὲ προστάται καὶ οἰκονόμοι ψυχῶν, παρακαλῶ καὶ ἀντιβολῶ, διανείματε τὸ παρὰ τὸ ὡρισμένον μέτρον τάχει, ἵνα μή, τῷ τῆς φιλαργυρίας πάθει ἁλόντες ὑπὸ τοῦ διαβόλου, ἐκπέσοιτε ἀπὸ τῆς μαθητείας Χριστοῦ. Ταῦτα οὐχ ὑμῖν μόνοις εἴρηκα, ἀλλὰ καὶ δι' ὑμῶν πᾶσι τοῖς ἀδελφοῖς· καὶ οὐ μισῶν (ἄπαγε), ἀλλὰ καὶ πάνυ φιλῶν, καὶ οὐ στενοχωρῆσαι ὑμᾶς αἱρούμενος, ἀλλὰ καὶ πάνυ εὐρυχωρῆσαι. ἐν γὰρ τῇ στενότητι ἡ πλατύτης καὶ ἐν τῇ κατὰ Χριστὸν θλίψει ἡ ἀγαλλίασις τοῦ πνεύματος. καὶ ἀκούσατέ μου, τέκνα, τοῦ ἁμαρτωλοῦ, καλῶς συμβουλεύοντος, ἐννόμως προστάσσοντος, ἵνα, κατὰ πάντα καὶ ἐν πᾶσιν εὐαρεστοῦντες Χριστῷ, κληρονόμοι