336
τὰς κατὰ τὴν Μερόπην ἄλλας κώμας οὐκ ὀλίγας οὔσας. ἐξ ὧν οὐκ ὀλίγη χεὶρ συνελέγετο λῃστρική· ἦσαν γὰρ ἱππεῖς μὲν τριακοσίων ὀλίγῳ πλείους, πεζοὶ δὲ ὑπὲρ τοὺς πεντακισχιλίους· ὧν ἁπάντων αὐτῷ ἐνεχείρισε τότε τὴν ἀρχὴν καὶ προσέταττε κακοῦν τὰς πόλεις, αἳ μὴ προσχωροῖεν βασιλεῖ. ξʹ. Ἐκεῖνος δὲ ἐπεὶ Περιθεώριον οὐδὲν ἤνυε πολιορκῶν, τὰς μὲν παρεσκευασμένας μηχανὰς ἐνέπρησε πυρὶ, 2.404 τοῦ δὲ στόλου παντὸς εἰς τὴν οἰκείαν ἀποπλεύσαντος, αὐτὸς ἅμα Ἀμοὺρ ἑξακισχιλίους ἐπιλέκτους ἄγοντες Περσῶν, ἧκον εἰς ∆ιδυμότειχον. οἱ δὲ ἐν ∆ιδυμοτείχῳ ἑορτὰς ἦγον δημοσίας τῆς βασιλέως ἐπανόδου καὶ παντοῖοι ἦσαν ὑφ' ἡδονῆς. ἐδόκουν γὰρ ὡς ἐξ ᾅδου τοὺς περὶ βασιλέα αὖθις εἰς τὸν βίον ὑποδέχεσθαι. ὀλίγας δὲ ἡμέρας ἐνδιατρίψας ∆ιδυμοτείχῳ, ἐξῆλθεν εἰς Ῥοδόπην· καὶ τὰ κατὰ τὴν Μόῤῥαν πολίχνια πάντα προσεχώρησαν εὐθὺς, πλὴν ἑνὸς, Ἐφραὶμ προσαγορευομένου. τὰ μὲν οὖν προσχωρήσαντα οὐδὲν δυσχερὲς ὑπέμενον παρὰ Περσῶν, Ἐφραὶμ δὲ ἐκάκωσαν οὐκ ὀλίγα. οἷς ἐπιστήσας ἄρχοντα τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Ἰωάννην, αὖθις ἀνέστρεφεν εἰς ∆ιδυμότειχον. πρὸς δὲ τὰς ἐν τῇ Θρᾴκῃ πόλεις πέμψας στρατιὰν ἅμα Ῥωμαίων καὶ Περσῶν, ἠξίου προσχωρεῖν· ὡς δ' οὐ προσεχώρουν, ἐκάκου ὅσα δυνατὰ, καὶ κῶμαι πᾶσαι ἐπορθοῦντο καὶ οἱ ἀνδραποδιζόμενοι ἐπιπράσκοντο πρὸς τοὺς οἰκείους· ἀπέθνησκον δὲ καὶ πλεῖστοι. βασιλεὺς δὲ ἠνιᾶτο μὲν πρὸς τὰ τοιαῦτα οὐκ ἀνεκτῶς, θεραπεία δὲ τοῦ κακοῦ οὐδεμία ἐξευρίσκετο. οὔτε γὰρ αἱ πόλεις προσεχώρουν, ὥστε αὐτῶν ἀποσχέσθαι τοὺς βαρβάρους, οὔτε ἀποχρῶσαν πρὸς τοὺς πολεμίους εἶχε δύναμιν ἐκ Ῥωμαίων, ὥστε ἀποπέμπεσθαι τοὺς Πέρσας, ὡς ἅμα τοῖς συνοῦσι Ῥωμαίοις τὸν πόλεμον διοίσων. διὸ καὶ ἄκων μὲν καὶ ἀχθόμενος ἐπὶ τῇ τῶν Ῥωμαίων συμφορᾷ, κατεῖχε δὲ ὅμως δι' ἀνάγκην. ἔτι δὲ ἐν Ῥοδόπῃ ἑτέρας οὔσης 2.405 ἐπαρχίας Ῥωμαίοις ὑπηκόου Στενιμάχου καὶ Τζεπαίνης προσαγορευομένης, αἷς ἦσαν ἱππεῖς χιλίων οὐκ ἐλάσσους μαχιμώτατοι καὶ πλῆθος πεζῶν, ἐδόκει δεῖν στρατεύειν ἐπ' αὐτούς. καὶ ἄραντες ἐκ ∆ιδυμοτείχου, ἦλθον ἄχρι Μόῤῥας. ἐκεῖ δὲ νοσήσαντος Ἀμοὺρ, περιέμενον εἴ πως γένοιτο ῥαΐσαι. ὡς δὲ ἐφαίνετο αὐξάνειν μᾶλλον τὸ κακὸν, καὶ ἀπορία ἦν οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ τῶν πρὸς τὴν νόσον ἀναγκαίων, ἀνέστρεφον εἰς ∆ιδυμότειχον. οἱ δὲ ἐν Βυζαντίῳ φανερῶς μὲν ἀντιτάττεσθαι πρὸς τὴν στρατιὰν τὴν Περσικὴν οὐκ ἦσαν δυνατοί. πέμψαντες δὲ στρατιὰν πρὸς τὴν Ἀδριανοῦ, ἐφρούρουν, ὧν ἦρχεν ὁ Σφραντζὴς, μάλιστα τῶν ἐν τῇ Θρᾴκῃ πόλεων μείζω καὶ ἀναγκαιοτέραν οὖσαν. καὶ τῶν ἄλλων ἐποιοῦντο πρόνοιαν ὅση δυνατὴ, ὥστε μὴ ἀποστῆναι πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἀπ' αὐτῶν. Σφραντζὴς οὖν πυθόμενος περὶ βασιλέως, ὡς ἐπιστρατεύσειε Στενιμάχῳ, καὶ νομίσας ὡς εἴη δυνατὸν ἐκείνου ἀπόντος ἄχρις ἐπανήξῃ τὰ περὶ ∆ιδυμότειχον κακώσαντα αὖθις εἰς Ἀδριανούπολιν ἐλθεῖν, παραλαβὼν ὅσους ἦγεν, ἦλθεν ἐπὶ ∆ιδυμότειχον. συνέβη δὲ τῆς αὐτῆς ὥρας καὶ βασιλέα ἐκ τῆς Μόῤῥας ἐπανήκειν μετὰ τῆς στρατιᾶς, καὶ γενομένης συμπλοκῆς, οἱ πλείους μὲν τῶν ἐπελθόντων ἔπεσον καὶ ἑάλωσάν τινες ὀλίγοι. ἀπέθανε δὲ καὶ ὁ στρατηγός. Ἀμοὺρ δὲ καὶ αὐτὸς ἦλθεν ἐν χρῷ κινδύνου κατ' ἐκείνην τὴν μάχην. ἐκεῖνος γὰρ, καίτοι μικρὸν τῆς νόσου ῥαΐσας, ὡς ἐγένετο ἡ 2.406 συμπλοκὴ τῶν στρατοπέδων, ὁπλισάμενος ἐχώρει μετὰ τῶν προτάκτων· κοντοῖς δὲ τῶν πολεμίων τρισὶ περιτυχὼν, παρὰ δόξαν διεσώθη, πρὸς τὰς πληγὰς τῶν ὅπλων ἀντισχόντων, καὶ πολλὰς ὡμολόγει βασιλεῖ χάριτας τῆς σωτηρίας. εἰωθότα γὰρ ὅπλων μάχεσθαι χωρὶς, ὁ βασιλεὺς ἡμέραις ὀλίγαις πρότερον τῆς μάχης παρῄνει μὴ ἄφρακτον εἰσιέναι εἰς τὰς μάχας, εἰ μὴ βούλοιτο θανάτου αἴτιος καταστῆναι ἑαυτῷ· ὅσῳ γὰρ ἄν τις ἀγωνίζοιτο εὐψύχως, τοσούτῳ πεσεῖται ῥᾷστα πληγῇ τινι περιτυχὼν καὶ κατεργασθεὶς ῥᾳδίως. ᾧ καὶ πειθόμενος, καίτοι ἄνοπλος τὸν ἵππον ἐπιβὰς, αὖθις ἀναστρέψας, ἀνελάμβανε τὰ ὅπλα, τῶν βασιλέως παραινέσεων μνησθείς. βασιλίδι δὲ τῇ Ἄννῃ καὶ πατριάρχῃ καὶ μεγάλῳ δουκὶ καὶ τοῖς ἄλλοις τοῖς ἐν τέλει ἐδόκει δεῖν πρὸς Ἀλέξανδρον πρεσβείαν ποιεῖσθαι τὸν