336
εἰς πλοῖον ἐμβὰς δωδεκάσκαλμον ἐν ἐσθῆτι θεράποντος ἀναχθῆναι πρὸς τὸ Βρεντέσιον ἐβουλεύσατο, τοῦ πελάγους ὑπὸ 2.360 τῶν πολεμίων περιεχομένου στόλοις μεγάλοις. χειμῶνος δὲ οντος ὁ πλοῦς απορος ἐδόκει τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸ πλοῖον. ὁ δὲ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν. καὶ τοῦ κυβερνήτου πρὸς τὴν οψιν ἐκπεπληγμένου "τόλμα καὶ μὴ δέδιθι" εφη, "Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην συμπλέουσαν." Κατέπλευσε δὲ καὶ ̓Αντώνιος τὰς δυνάμεις αγων. καὶ θαρρήσας Καῖσαρ προυκαλεῖτο Πομπήιον. ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι Πομπηίου μάχαι σποράδες ἐγίνοντο, καὶ περιῆν ὁ Καῖσαρ πάσαις πλὴν μιᾶς, ἐν ῃ τροπῆς γενομένης μεγάλης ἐκινδύνευσε μὲν ἀπολέσαι τὸ στρατόπεδον, καὶ αὐτὸς δὲ παρὰ μικρὸν ηλθεν ἀποθανεῖν. φεύγοντι γὰρ ἀνδρὶ μεγάλῳ καὶ ῥωμαλέῳ τὴν χεῖρα ἐπιβαλὼν μένειν ἐκέλευε καὶ στρέφεσθαι πρὸς τοὺς πολεμίους· ὁ δὲ μεστὸς ων ταραχῆς ἐπῆρε τὴν μάχαιραν ὡς πλήξων αὐτόν, καὶ επληξεν αν, εἰ μὴ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς τὸν ωμον ἐκείνου φθάσας ἀπέκοψεν. ουτω δ' ἀπέγνω τότε Καῖσαρ τὰ καθ' ἑαυτὸν ωστε τοῦ Πομπηίου εργῳ μεγάλῳ μὴ ἐπιθέντος τέλος, ἀλλὰ καθείρξαντος τοὺς φεύγοντας εἰς τὸν χάρακα καὶ ἀναχωρήσαντος, ειπεν ὁ Καῖσαρ "σήμερον ἡ νίκη παρὰ τοῖς πολεμίοις ἐγένετο αν, εἰ τὸν νικῶντα ειχον. ̓Εκεῖθεν δὲ μεταστὰς τὸν στρατὸν εἰς Μακεδονίαν προῆγεν ἐπὶ Σκιπίωνα. τοῦτο τὴν Πομπηίου στρατιὰν ἐπῆρε καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καὶ φεύγοντος Καίσαρος διώκοντας επεσθαι. εὐλαβῶς δ' ειχε πρὸς τοῦτο Πομπήιος, καὶ ἠξίου τρίβειν καὶ μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν. τὴν δὲ γνώμην μόνος ἐπῄνει Κάτων, φειδοῖ τῶν πολιτῶν. ος γε καὶ τοὺς πεσόντας τῶν πολεμίων ὡς 2.361 εἰς χιλίους οντας ἰδὼν ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δ' αλλοι πάντες ἐκάκιζον φυγομαχοῦντα Πομπήιον. ἐντεῦθεν καὶ ακων εἰς μάχην ἐχώρει, διώκων τὸν Καίσαρα. ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι ἐστρατοπεδεύσαντο, ὁ μὲν Πομπήιος αυθις τῆς πρῴην ειχετο γνώμης, φασμάτων οὐκ αἰσίων αὐτῷ γενομένων καὶ καθ' υπνον οψεώς τινος, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ ὑπὸ ̔Ρωμαίων κροτούμενον, οἱ δὲ περὶ αὐτὸν θρασεῖς ησαν καὶ τὴν νίκην ταῖς ἐλπίσι προειληφότες. ̔Ο δὲ Καῖσαρ ἠρώτα τοὺς οἰκείους στρατιώτας εἰ καθ' ἑαυτοὺς αἱροῦνται μαχέσασθαι η περιμένειν καὶ ἑτέρους ηδη οντας ἐγγύς· οἱ δὲ μὴ περιμένειν ἐδέοντο. θύσαντι δὲ τῷ Καίσαρι ὁ μάντις ἐσήμαινε τριῶν ἡμερῶν πρὸς τοὺς πολεμίους κριθήσεσθαι. ἐρομένου δὲ Καίσαρος περὶ τοῦ τέλους τί προορᾷ, μεγάλην ειπεν ἐπὶ τὰ ἐναντία δηλοῦσθαι μεταβολὴν καὶ μετάπτωσιν· "εἰ μὲν ουν ευ πράττεις ἐν τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην, εἰ δὲ κακῶς, τὴν ἀμείνονα." Τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς περιιόντος περὶ τὸ μεσονύκτιον Καίσαρος ωφθη λαμπὰς οὐρανίου πυρός, ην τὸ αὐτοῦ ὑπερενεχθεῖσαν στρατόπεδον εδοξε λαμπρὰν καὶ φλογώδη γενομένην εἰς τὸ τοῦ Πομπηίου πεσεῖν. ηδη δὲ διαλαμψάσης ἡμέρας οἱ σκοποὶ καταβαίνειν ἀπήγγελλον ἐπὶ μάχῃ τοὺς πολεμίους. περιχαρὴς δὲ γενόμενος ωρμησεν εἰς μάχην, καὶ συμβαλὼν τοῖς τοῦ Πομπηίου τρέπεται τούτους. Πομπήιος δὲ κατιδὼν τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας οὐκέτι ην ὁ αὐτὸς οὐδ' ἐμέμνητο Πομ2.362 πήιος ων Μάγνος, ἀλλ' ὡς ὑπὸ θεοῦ βλαπτόμενος ῳχετο αφθογγος ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθήμενος ἐκαραδόκει τὸ μέλλον. ὡς δὲ τοῦ χάρακος ἐπέβαινον οἱ πολέμιοι, φεύγοντι πρέπουσαν στολὴν ἐνδὺς ὑπεξῆλθεν. ̔Ο δὲ Καῖσαρ καὶ τοῦ χάρακος τῶν πολεμίων ἐκράτησε καὶ τοὺς ἁλόντας ζωοὺς τοῖς ἑαυτοῦ κατέμιξε τάγμασι, πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν αδειαν εδωκεν· ων καὶ Βροῦτος ην ὁ κτείνας αὐτὸν υστερον. ἐδίωκε δὲ τὸν Πομπήιον. ὁ δὲ πλοίου ἐπιβὰς φορτηγοῦ καὶ παραπλεύσας ἐπ' ̓Αμφιπόλεως εἰς Μιτυλήνην κατήχθη, βουλόμενος τὴν γυναῖκα Κορνηλίαν ἀναλαβεῖν ἐκεῖθεν καὶ τὸν υἱόν. ἡ δὲ ην θυγάτηρ Μετέλλου Σκιπίωνος, συνοικήσασα μὲν ἐκ παρθενίας Ποπλίῳ τῷ Κράσσου παιδί, ἐκείνου δὲ τεθνηκότος ἐν Πάρθοις γαμηθεῖσα τῷ Πομπηίῳ. ην δὲ ἡ κόρη καὶ τὴν ωραν