336
Ποιητήσ. ὁ τὰ εμμετρα γράφων, καὶ ὁ δημιουργός. pi.1560 †Ποιμάνωρ. βασιλεύς.† Πόκοσ. τὸ συνελιγμένον εριον. οθεν καὶ τό· -εἰροπόκοις ὀΐεσσι. παρὰ τὸ πείκω, τὸ κτενίζω, καὶ τὸ ξαίνω, τὸ διαλύω. ὡς σπείρω σπόρος, καὶ μείρω μόρος. Πολυθρύλλητοσ. διαβεβοημένος. Πολιοῦχοσ. ὁ τὴν πόλιν σώζων καὶ φυλάσσων, η τοὺς αρχοντας. Πολύτλασ. καρτερικὸς, ὑπομονητικός. τλῶ γὰρ τὸ καρτερῶ. Πολύαινοσ. αξιος πολλοῦ ἐπαίνου. Πολιτικόσ. ἀστεῖος μετά τινος τέχνης. Πόλητοσ. ὁ μάντις. Πόλτυν. ξυλόκαστρον. παρὰ τὸ πέλω, τὸ ἀναστρέφομαι, κατὰ ἀντίφρασιν. καὶ κλίνεται πόλτυνος. ὡς Φόρκυν, Φόρκυνος. Πολυτελήσ. πλούσιος· πολυδάπανος. τέλος γὰρ ἡ δαπάνη. Πόλοσ. ὁ οὐρανός. καὶ πόλοι, οἱ ἐν τῷ οὐρανῷ. εστι δὲ αστρων θέσις. παρὰ τὸ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, ηγουν τὸν οὐρανὸν, ατε πόλον καλούμενον. πῶλος δὲ, ὁ ἀείδαρος, μέγα. Πολυκαγκήσ. ξηραντικός. παρὰ τὸ κῶ, τὸ καίω, παράγωγον κείω, οιον· -σχίζων δρυὸς, ην λίπε κείων. ἐκ τοῦ ουν κῶ γίνεται πολυκὴς, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν πολυκαγκής. Πολεῖσ. ἀντὶ τοῦ πολλούς. ἀπὸ τοῦ πολὺς, πολέος, ὡς ἡδὺς, ἡδέος, ἡδεῖς. Πολέασ. ἀντὶ τοῦ πολλούς. pi.1561 Πόλεμοσ. παρὰ τὸ τὰς πόλεις μειοῦν. η παρὰ τὸ πολλοὺς ἀμᾷν. η παρὰ τὸ τὰς πόλεις ὀλλύειν. η παρὰ τὸ ὀλῶ, ολεμος καὶ πόλεμος. Πολιήτησ. ὁ πολίτης, πλεονασμῷ τοῦ ˉη. Πολιόσ. λαμπρός. πολιὸν σίδηρον ἀντὶ τοῦ λαμπρόν. ὀξυνθεὶς γὰρ ὁ σίδηρος λαμπρότατος γίνεται. καὶ πολιὸς ὁ εντιμος. καὶ πολιοκροτάφους, τοὺς ἐντίμους καὶ λαμπροὺς ταῖς διανοίαις. καὶ πολιὴν αλα τὴν λευκήν. Πολυάϊξ, καὶ κλίνεται πολυάϊκοσ. ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω. σημαίνει δὲ πολλὰς κινήσεις καὶ ὁρμὰς εχοντος, η ἀστάτου. Πολυπάμων. πολυθρέμματος. πῶ, τὸ κτῶμαι, καὶ πᾶσθαι, τὸ κτήσασθαι, κυρίως θρέμματα, καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν. καὶ πασάμενος πολλάκις. Πομπαῖοσ. ὁ ἀπὸ τῶν γηΐνων εἰς τὰ οὐράνια πέμπων. καὶ πομπαῖος ̔Ερμῆς, ὁ τὰς ψυχὰς εἰς τὸν ᾳδην κατάγων τὲ καὶ παραπέμπων. Ποματίασ. ὁ κοχλίας. Πόντοσ. ἡ θάλασσα. κυρίως δὲ ὁ ενδον τῆς Χεῤῥονήσου, ὁ καὶ Ευξεινος καλούμενος. Πόντοσ. παρὰ τὸ πένω, τὸ ἐνεργῶ, ἀφ' ου πόνος καὶ πόντος, καθ' ον πεποίηται τὸ τῶν ἀνθρώπων γένος. η παρὰ τὸ πνέω πνότος καὶ μεταθέσει πόντος, ἐξ ου αἱ πνοαὶ γεννῶνται. Πόντιοσ. θαλάσσιος. ἐκλήθη δὲ καὶ ὁ Πιλάτος Πόντιος, ὡς ἀπὸ πόλεως Ποντίου γεννηθεὶς καὶ τοῦτο ἐπονομασθείς. pi.1562 Πόροσ. ὁ περάσιμος τόπος, η διέξοδος, η τρίβος. πόρος ἀπὸ τοῦ πορεύεσθαι δι' αὐτοῦ. Πορθμόσ. ἡ στενὴ θάλασσα, η γῆ ενθεν κᾀκεῖθεν, καὶ μέσον θάλασσα. η θάλασσα μεταξὺ δύο ἠπείρων. ἰσθμὸς δὲ τοὐναντίον, ἡ στενὴ ηπειρος μεταξὺ δύο θαλασσῶν. πορθμὸς καὶ τὸ πέραμα. ὡς ἀπὸ τοῦ κείρω κορμὸς, ουτω καὶ ἀπὸ τοῦ πείρω, τὸ περῶ, γίνεται πορμὸς καὶ πλεονασμῷ τοῦ θ πορθμός. Πόρδαλισ. ὁ αρσην. πάρδαλις, τὸ θηλυκόν. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ παραβάλλεσθαι. †Πορκεύσ. ὁ ἁλιεύς.† Πόρκοσ. οἱ μὲν τὸ δίκτυον ἀπέδοσαν, οἱ δὲ σχοινίου πλέγμα, οἱ δὲ κύρτον. οὐδὲ ουτοι ὑγιῶς. ὁ γὰρ Πλάτων ετερον φησὶ τὸν πόρκον τοῦ κύρτου. λέγει γὰρ ουτως· κύρτους, καὶ δίκτυα, καὶ βρόχους, καὶ πόρκους, καὶ τὰ τοιαῦτα, οὐκ αλλό τι πλὴν ερκη δεῖ προσαγορεύειν. μνημονεύει δὲ καὶ ∆ίφιλος τοῦ πόρκου· θᾶττον πλέκειν κέλευε τῶν πόρκων πυκνοτέρους. ελεγον δὲ πόρκον διὰ τὸ περιλαμβάνειν καὶ ἀμπέχειν τὸν εἰσδύνοντα ἰχθύν. η ἀπὸ τοῦ οἱονεὶ περικεῖσθαι. καὶ ὁ ποιητὴς πόρκον τὸν περὶ τῷ δόρατι κρίκον φησίν· ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ περιέχειν. -περὶ δὲ χρύσεος θέε πόρκης. ὁ δὲ ̓Ωρίων παρὰ τὸ πείρω. pi.1563 Ποσειδῶν. ἡ θάλασσα. τὸ υδωρ. παρὰ τὸ σείειν τὸ πέδον γέγονε Ποδοσείων, καὶ ἐν ὑπερβιβασμῷ Ποσειδῶν. ἐνοσίχθων Ποσειδῶν. λέγει γὰρ διὰ τοῦ υδατος κινεῖσθαι τὴν γῆν. οἱ δὲ εὐσεβεῖς λέγομεν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Πόνοσ. ἐμποδισμὸς τῆς κατὰ φύσιν ἐνεργείας. Πόστοσ. ἀντὶ τοῦ πόσος. ὡς τρίτος τρίτατος, ουτως πόσος πόσατος καὶ κατὰ συγκοπὴν πόστος. Πότμοσ. ὁ θάνατος. παρὰ τὸ πίπτω γίνεται κατὰ συγκοπὴν πτῶ· ῥῆμα ονομα πτὸς