336
γενώμεθα τῶν αἰωνίων ἀγαθῶν. 514 {1Μαρίᾳ βασιλίσσῃ}1 Ὁποῖοι ἡμεῖς καὶ τίνες, οἱ εὐτελεῖς, ἀπολογίας ἠξιωμένοι ἐπὶ τοῖς συμβᾶσιν ἀνιαροῖς, πρὸς δὲ καὶ ἐπαίνοις ὑπεράγαν ἀφοσιωθέντες παρὰ τῆς ὑπερτίμου σου κυριότητος; ὅμως ὅτι ἀποδεδέγμεθα τὸ εὐσυγκατάβατόν σου τῆς εὐσεβείας, διδαξάσης τὸ ἀληθὲς τῶν πραγμάτων (ἐπεί τοι καὶ ἀναγκαῖον) ἀπαλλαξάσης τε τοὺς πολλοὺς ψευδοεποῦς ὑπολήψεως, εἰωθυίας ἐν ταῖς τοιαύταις ὑποθέσεσι παρεισκρίνεσθαι. καὶ οὐ θαυμαστόν· ῥυϊσκόμενος γὰρ ὁ λόγος σκιδνᾶται ἐπὶ πολλοῖς, οὐκ ἔχων ἐφ' ἑκάστῳ τἀληθὲς ἐντελῶς. Ἡμεῖς δὲ ποίοις λόγοις χρησόμεθα, πειρώμενοί σου θεραπεύειν τὸ ἄλγος τῆς πολυωδύνου καρδίας; ἢ τίσι πραοτέραις ἐπαφαῖς λεᾶναί σου δυνηθείημεν τὸ τραχύνον τῆς ψυχῆς; ἤνεγκας τοιγαροῦν, ἵν' ἐξ ὑπαρχῆς ἡμῖν προΐοι ὁ λόγος, ἄδικον χωρισμὸν ὁμοζύγου, συνεκρα γεῖσα καὶ τοῦ κράτους, ἐφ' ᾧ δεδόνηται ὁ κόσμος. ἐλεεινὸν θέαμα· ἡ μοιχαλὶς πορφυροφοροῦσα καὶ ἡ βασιλὶς μελανειμονοῦσα, ἡ δούλη δεσπόζουσα καὶ ἡ δέσποινα θητεύουσα. καί, ἵνα τἆλλα παραδράμοιμεν, σοῦ τῆς παθούσης μᾶλλον εἰδυίας ὑπὲρ ἡμᾶς τοὺς ἀγνῶτας, ἤνεγκας ἐξορίαν ὑπὲρ ἀληθείας, ἐκτμηθεῖσα τοῦ γνησίου σπάγχνου. κἀνταῦθα καὶ ὁ πόνος μέγας καὶ ὁ ὕμνος σοι μάλα παρά τε θεῷ καὶ πᾶσι τοῖς εὐσεβέσιν. τρίτη πληγὴ ἡ παροῦσα, ἐφ' ᾗ τὸ δέον παραδεῖξαι κεκελεύσμεθα. ἄλλα μὲν οὖν ἄλλοι φθέγξονται, συνέπεσθαι μητέρα θυγατρί, ὅτι τοῦτο καὶ θηρίοις, φασί, φυσικῇ ὁλκῇ συμβαῖνον ἴδοι τις ἄν, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ τὰ τοῦ δεσπότου· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; καὶ αὖθις· εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὴν θυγατέρα, οὐκ ἔστι μου ἄξιος. τί τὸ συναγόμενον; τὸ τὴν σὴν θεοσέβειαν οἴκοι μένειν, τῆς αὐγούστης ἐχούσης τὰ βασίλεια· ἐφ' ᾧ δέδεικται ἡ εὐαγγελικὴ μάχαιρα τὴν τομὴν ἐπάγουσα. Ταῦτα, σύγγνωθι, δέσποινα, σὺν πολλῇ προσοχῇ καὶ συνοχῇ καρδίας τεθαρρήκαμεν, ὡς ἂν εἰς οὖς ὁμιλοῦντες, ἐπιστεῖλαι, ὑπὲρ ἀμφοτέρων προσευχόμενοι τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας νῦν τε καὶ πρὸς τὸ ἑξῆς. 515 {1Βασιλείῳ μονάζοντι}1 Οὐ παραιτούμεθα γράφειν τὸν ταπεινὸν ἡμῶν λόγον, ὁσάκις ἂν εὐλόγως ἐπιζητῇ ἡ τιμιότης ὑμῶν, εἴπερ καὶ εἴη λυσιτελῶν ὑμῖν· αὐτὸ γὰρ τοῦτο καὶ ἐν τῇ προλαβούσῃ ἐπιστολῇ ἐπεσημηνάμεθα. οὐκοῦν καὶ νῦν προσιέμεθα αὐτόν, ὁμοῦ μὲν παρακλητικόν, ὁμοῦ δὲ καὶ ὑπομνηστικόν. τίς δὲ ὁ παρακλητικός; ὅτι ἐπειδὴ ἀπεβίωσεν ἐν Κυρίῳ ἡ καθηγουμένη σὺν δεκαδικῷ ἀριθμῷ ἀδελφότητος, ὥς φατε, οὐκ ἀπαθὲς τὸ δρᾶμα, ἀλλὰ καὶ λίαν ἐκστατικόν, ἐπείπερ κεφαλῆς ἀπούσης ὅλον τὸ σῶμα νεκρὸν καὶ μελῶν τῶν τιμιωτάτων ἐκκοπέντων τὰ ἐναπολειφθέντα εἰδεχθῆ. Τοιοῦτον οὖν ὅσον τὸ κατὰ σάρκα τὸ γεγονός. ἀλλ' ἐπειδὴ πνευματικὰ πνευματικοῖς συγκρίνονται, ὁμοῦ μὲν λυπηρόν, ὁμοῦ δὲ καὶ περιχαρὲς τὸ συμβάν, τὸ μὲν διὰ τὴν στέρησιν, τὸ δὲ διὰ τὴν ἐλπίδα. παρεπέμψατε καθηγουμένην ἱερὰν ὅτι μάλιστα, καθὼς διηγεῖσθε, ἀδελφὰς σεβασμίας. χαρᾶς ὑπόθεσις, ἐκείνων μὲν τῶν προσληφθεισῶν ἑτοιμαζουσῶν ὑμῖν τόπον ἀναπαύσεως διὰ πρεσβευτικῆς ἐντεύξεως, ὡς ἂν οἱ προκαταλαμβάνοντες καθ' ὁδὸν τὰ καταλύματα, ὑμῶν δὲ τῶν ἀπομεινάντων ἤγουν ἀπομεινασῶν, ζηλούντων καὶ ζηλουσῶν προκαταλαβέσθαι τὸν ἀγαθὸν βίον καὶ τὴν σεμνὴν πολιτείαν καὶ ἀεὶ ἐκεῖ βλεπόντων καὶ βλεπουσῶν, ὅπου μικρὸν ὕστερον συντευξόμεθα τῇ κατὰ θεὸν μητρὶ καὶ ταῖς ἀδελφαῖς. ἴδε τοιοῦτον τὸ καθ' ὑμᾶς πάθημα εὔελπες καὶ περιχαρὲς καὶ οὐχ ὡς τῶν κατὰ σάρκα τεθνηκότων, οἵ, θρήνοις καὶ κοπετοῖς ἀλόγοις βαλλόμενοι, ἴσα τοῖς μὴ ἔχουσιν ἐλπίδα ἔθνεσι λύπης πεπλήρωνται. διὰ τοῦτο οὐδὲ ἐπιθυμητὴ αὐτοῖς ἡ μετάστασις, ἀλλὰ καὶ λίαν φευκτέα. ἡμῖν δέ, οἷς τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος, χαρᾶς περιπέτεια ἡ κοίμησις τῶν πνευματικῶν πατέρων, ὡς ἐν Κυρίῳ ζώντων καὶ μᾶλλον τῆς ἐνθάδε ζωῆς ὑψηλότερον καὶ ἀθανατώτερον. Ἀπορρίψαντες οὖν καὶ ἀπορρίψασαι πᾶσαν ἄλογον λύπην καὶ ἀγεννὲς δάκρυον, καθὸ κατέστητε χάριτι Χριστοῦ, ὁ μὲν ἐπὶ τῇ