337
Μυσῶν βασιλέα, ὥστε συμμαχεῖν αὐτοῖς ἐπὶ Καντακουζηνὸν τὸν βασιλέα. ἐκάκου γὰρ ἡ τῶν Περσῶν στρατιὰ καὶ τὴν ἐκείνου. ὁ δὲ ὑπέσχετο, ἂν μισθὸν αὐτῷ παρέχωσι τῆς συμμαχίας τὰς κατὰ Στενίμαχον καὶ Τζέπαιναν πόλεις καὶ μείζους καὶ ἐλάττους καὶ τὴν ταύταις ἐγκαθιδρυμένην στρατιάν. ἦσαν δὲ ἐννέα, ἡ Τζέπαινα καὶ ὁ Κροτζιμὸς, ἡ Περιστίτζα, ἡ Ἁγία Ἰουστίνα, ἡ Φιλιππούπολις, πόλις θαυμασία καὶ μεγάλη, ὁ Στενίμαχος, ὁ Ἀετὸς, ὁ Μπέαδνος, ὁ Κόσνικος. στρατιὰ δὲ πρότερον μὲν ὑπὲρ τοὺς πεντακοσίους καὶ χιλίους ἦσαν· τότε δὲ ὑπὸ τοῦ Ῥωμαϊκοῦ πολέμου κἀκείνων διεφθαρμένων, ὀλίγῳ πλείους χιλίων ἦσαν, πάντες μαχιμώτατοι καὶ οὐδένων ἄλλων τῶν παρὰ Ῥωμαίοις στρατευομένων λειπόμενοι 2.407 εἰς εὐψυχίαν. οἱ δὲ, ὡς ἐπύθοντο τὴν ἀξίωσιν Ἀλεξάνδρου, παρείχοντο προθυμότατα τὰς πόλεις, δείσαντες, ὡς ἔοικε, μὴ Καντακουζηνῷ τῷ βασιλεῖ κἀκείνων προσθεμένων, πολεμίους ἔχωσιν ἀντὶ συμμάχων καὶ ὑπηκόων· καὶ ὡς ἐν συγκρίσει προτιμήσαντες Ἀλέξανδρον μᾶλλον ἔχειν σύμμαχον ἐσόμενον, ἢ τὸν πολεμοῦντα Καντακουζηνὸν τὸν βασιλέα. οὕτω πᾶσαν ἐπεδείκνυντο σπουδὴν καὶ προθυμίαν ὑπὲρ τοῦ Ῥωμαίων τὴν ἀρχὴν μὴ ἐλασσοῦσθαι. ἐπεὶ μέντοι τὰς πόλεις εἶχεν ὁ Ἀλέξανδρος, ἀπῄτουν οὗτοι τὴν συμμαχίαν κατὰ τὰς συνθήκας. ὁ δ' ἔφασκε μὴ δύνασθαι, ἄχρις ἂν οἱ Πέρσαι ἐνδιατρίβωσι τῇ Θρᾴκῃ· ἂν δέ τινι τρόπῳ δύνωνται πείθειν ἀποχωρεῖν εἰς τὴν Ἀσίαν, τότ' ἤδη Καντακουζηνῷ ἐπιστρατεύσειν προθυμότατα. τοῦτο μὲν οὖν ἑτέρας ἐδεῖτο παρασκευῆς καὶ πραγματείας οὐ τῆς τυχούσης. ὅμως οὐκ ἔχοντες, ὅτῳ χρήσονται ἑτέρῳ, ἐτράπησαν ἐπὶ τοῦτο, καὶ κρύφα προσπέμποντες διελέγοντο Ἀμοὺρ, χρήματα δώσειν ἐπαγγελλόμενοι πολλὰ, εἰ πειθόμενος αὐτοῖς οἴκαδε ἀναχωρήσειεν. ὡς δὲ οὐδὲν τῶν βεβουλευμένων ἠδύναντο ἀνύειν, τὰς τοιαύτας ὑποσχέσεις ψόφους κενοὺς ἐκείνου λογιζομένου, ἐφ' ἑτέραν ἐτράποντο ἐπιβουλὴν καὶ Μαυρομμάτην τινὰ ἐκ Φιλαδελφείας ὄντα, ὃς ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως προσετέτακτο τὴν καθ' ἡμέραν τῶν ἐπιτηδείων χρείαν τῷ Ἀμοὺρ ἀποπληροῦν, τοῦτον δὴ ἔπεισαν ὑποσχέσεσι μεγάλαις 2.408 τὴν Περσῶν στρατιὰν τρόπῳ δή τινι πείθειν ἀναχωρεῖν πρὸς τὴν οἰκείαν. ὁ δὲ ἤδη ἐπιτήδειός τε εἶναι Πέρσαις δοκῶν διὰ τὴν ὑπηρεσίαν, ἄλλως θ' ὅτι καὶ Περσιστὶ διαλεγόμενος εὔνους αὐτοῖς ἐδόκει, στοχαζόμενος ὡς ἄχθοιντο διὰ τὴν χρονίαν τῶν οἰκιῶν ἀποδημίαν, συνεβούλευε τοῖς ἡγουμένοις μάλιστα τῆς στρατιᾶς, ὡς οὐ δέον οὕτω τοσοῦτον χρόνον ταλαιπωρεῖν ἐπὶ τῆς ξένης, ἀμελήσαντας τῶν οἴκοι, ἀλλ' ἅμα πάντας προσελθόντας τῷ Ἀμοὺρ δεῖσθαι περὶ ἐπανόδου· ἰσχυρίζεσθαί τε ὡς οὐκέτι δύναιντ' ἂν ἐπὶ τῆς ξένης διατρίβειν, τῶν οἴκοι μάλιστα ἐπιμελείας δεομένων. οὐ γὰρ ἐπὶ τούτοις ἐνταῦθα ἀφικέσθαι, ὥστε μέχρι παντὸς συνεῖναι βασιλεῖ, ἀλλ' ἐπιμαχήσαντας ὅσον ἔξεστιν, αὖθις ἀναστρέφειν. νυνὶ δὲ εἶναι οὐ μετρίαν τὴν διατριβὴν ἐπὶ δέκα μησὶν ἐν τῇ Ῥωμαίων γεγενημένην· ἢν δ' ἐπιχειρῇ καὶ αὖθις, ἔφασκε, κατέχειν, ἀλλ' ὑμεῖς μὴ πείθεσθε, ἀλλ' ἀπαγορεύσατε φανερῶς τὴν ἐπιπλέον διατριβήν. Ἀμοὺρ γὰρ οὕτως ἔγνωκεν, ὡς ἐνταῦθα συνεσόμενος βασιλεῖ, ἕως ἂν τῶν πολεμίων παρασκευάσῃ περιγενέσθαι, καὶ τούτου μόνου πολλὴν ποιεῖται τὴν φροντίδα· σωτηρίας δὲ ὑμῶν καὶ ἀνακωχῆς τῶν πόνων λόγος οὐδείς. ἂν δὲ νεῶν ἀπορίαν προφασίζηται, ἐν αἷς ἀποπλεύσητε εἰς Ἀσίαν, ἐγὼ ὑμῖν καὶ ταύτην τὴν ἀπορίαν λύσω. ἐκ Βυζαντίου γὰρ ἐλεύσονται πολλαὶ, ἐν αἷς περαιώσεσθε. πρὸς τῷ καὶ χάριν ἐκείνους ὑμῖν εἰδέναι, καὶ χρήματα παρασχέσθαι τῆς ἀναχωρήσεως. τοιαῦτά τε 2.409 παρῄνει καὶ ἔπειθε, κατὰ γνώμην ὄντα καὶ αὐτοῖς. καὶ τῷ σφετέρῳ σατράπῃ προσελθόντες Ἀμοὺρ, περὶ τῆς ἐπανόδου διελέγοντο, ὥσπερ ὑπὸ Μαυρομμάτου ἐδιδάχθησαν. Ἀμοὺρ δὲ πρῶτα μὲν ἐξεπέπληκτο δεινῶς τοὺς λόγους καὶ ἐθαύμαζεν ὅθεν εἰς τοιαῦτα προαχθεῖεν· ἔπειτα ἐπεχείρει πείθειν, ὡς δέον ἔτι περιμένειν ἐπικουροῦντας βασιλεῖ. ἀναγκαίαν γὰρ εἶναι τὴν αὐτῶν παρουσίαν, πολλῶν αὐτίκα ἐπικεισομένων πολεμίων, ἂν αὐτοὶ ἀναχωρῶσι, μάλιστα δι' αὐτοὺς ἀμυνομένων· ἤνυε δὲ οὐδέν. ἔφασαν γὰρ