337
διαπρεπής, οὐ μὴν ἀλλὰ καὶ περὶ γράμματα καλῶς ησκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων ειθιστο χρησίμως ἀκούειν, καὶ προσῆν τούτοις ηθος περιεργίας καθαρόν. ἀκούσασα τοίνυν ηκειν Πομπήιον μετὰ νηὸς μιᾶς καὶ αὐτῆς ἀλλοτρίας φεύγοντα, κατέπεσε χαμᾶζε καὶ αναυδος εκειτο. μόλις δ' ουν εἰς ἑαυτὴν ἐλθοῦσα ἐξέδραμεν ἐπὶ θάλασσαν. ἀπαντήσαντος δὲ τοῦ Πομπηίου καὶ ἐναγκαλισαμένου "ὁρῶ σε" ειπεν "ανερ, οὐ τῆς σῆς τύχης εργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμμένον ἑνὶ σκάφει, τὸν πρὸ τῶν τῆς Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην παραπλεύσαντα τὴν θάλασσαν. ὡς εὐτυχὴς μὲν αν ημην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ανδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ μετ' ἐκεῖνον, ωσπερ ωρμησα, τὸν ἑαυτῆς προεμένη βίον. ἐσωζό2.363 μην δὲ καὶ σοί, Πομπήιε Μάγνε, γενήσεσθαι συμφορά." ὁ δὲ πρὸς ταῦτα "μίαν αρα, Κορνηλία, τύχην ῃδεις" εφη "τὴν ἀμείνονα, η καὶ σὲ ισως ἐξηπάτησεν, οτι μοι πλέον τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν ἀνθρώπους οντας, καὶ τῆς τύχης ετι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων εἰς ἐκεῖνα μεταπεσεῖν τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον." ̓Αναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο. καὶ εἰς ̓Αττάλειαν ἐλθών, πόλιν τῆς Παμφυλίας, ευρε καὶ τριήρεις ἐκ Κιλικίας καὶ στρατιώτας, καὶ πολλοὶ τῶν συγκλητικῶν περὶ αὐτὸν συνελέγησαν. πολλῶν δὲ γενόμενος λογισμῶν, ἐνίκησε τελευταῖον φεύγειν εἰς Αιγυπτον. καὶ μαθὼν Πτολεμαῖον διάγειν εἰς τὸ Πηλούσιον, ἐκεῖ κατηνέχθη. Πτολεμαίου δὲ οντος κομιδῇ νέου διεῖπε τὰ πράγματα Ποθεινὸς ὁ εὐνοῦχος. καὶ μαθὼν περὶ Πομπηίου ηθροισε βουλὴν τῶν παρ' αὐτῷ δυναμένων τὰ μέγιστα. καὶ οἱ μὲν ἀπελαύνειν Πομπήιον συνεβούλευον, οἱ δὲ δέχεσθαι· ὁ δὲ Χῖος Θεόδοτος ὁ ῥήτωρ γνώμην εἰσήνεγκεν ἀνελεῖν αὐτόν, ἐπειπὼν οτι νεκρὸς οὐ δάκνει. ἐστάλησαν ουν τινες τὸν ανδρα μετακαλούμενοι. ὡς δ' ειδον οἱ μετ' αὐτοῦ οὐ βασιλικὴν οὐδὲ λαμπρὰν τὴν ὑποδοχήν, ἀλλ' ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπώπτευσαν τὴν ὀλιγωρίαν, καὶ τῷ Πομπηίῳ παρῄνουν τὴν ναῦν εἰς πέλαγος ἀνακρούεσθαι. πελαζούσης δὲ τῆς ἁλιάδος μετελθεῖν εἰς αὐτὴν ἠξίουν αὐτὸν ἑλληνιστὶ ἀσπασάμενοι, τέναγος λέγοντες ειναι πολύ, καὶ βάθος οὐκ εχειν οὐδὲ πλώιμον ειναι τριήρει τὴν θάλασσαν, ὑπόψαμμον ουσαν. ἀσπασάμενος ουν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ δύο ἑκατοντάρχους προσεμβῆναι κελεύσας καὶ τῶν 2.364 ἀπελευθέρων ενα Φίλιππον καὶ θεράποντα Σκύθην ονομα, στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν ειπε Σοφοκλέους ἰαμβεῖα οστις δὲ πρὸς τύραννον ἐμπορεύεται κείνου 'στὶ δοῦλος, καν ἐλεύθερος μόλῃ. ταῦτα φθεγξάμενος ἐνέβη. καὶ συχνοῦ διαστήματος οντος ἐπὶ τὴν γῆν, ὁ Πομπήιος εχων ἐν βιβλίῳ μικρῷ λόγον ὑπ' αὐτοῦ γεγραμμένον ̔Ελληνικόν, ῳ παρεσκεύαστο χρήσασθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν. ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς ουσα τὸ μέλλον ἀπεσκόπει, ἐν τούτῳ δὲ τὸν Πομπήιον, τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρὸς ὡς ἐξανασταίη, Σεπτίμιος οπισθεν τῷ ξίφει διελαύνει πρῶτος, ειτα καὶ ̓Αχιλλᾶς καὶ ετεροι. ὁ δὲ ταῖς χερσὶ τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μόνον στενάξας, μηδὲν δ' εἰπὼν ἀνάξιον ἑαυτοῦ, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα ἑνὸς δέοντα βεβιωκὼς ετη. Οἱ δ' ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὴν σφαγήν, θρῆνον ἐξάκουστον αχρι τῆς γῆς ἐκχέαντες εφυγον. τοῦ δὲ Πομπηίου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ αλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις ἀπέλιπον τοιούτου θεάματος. παρέμεινε δὲ αὐτῷ Φίλιππος εως ἐγένοντο μεστοὶ τῆς οψεως· ειτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, μικρᾶς ἁλιάδος εὑρὼν λείψανα, τούτοις αὐτὸ κατέκαυσε, καί τινος ἀνδρὸς ̔Ρωμαίου γηραιοῦ ηδη, τὰς δὲ πρώτας στρατείας ετι νέῳ Πομπηίῳ συστρατευσαμένου, συνεπιλαβομένου αὐτῷ. ος ἐπιστὰς τῷ Φιλίππῳ ειπε "τίς ων, ω ανθρωπε, θάπτειν