337
καὶ πλεονασμῷ τοῦ μ πτμὸς, καὶ διὰ τὴν ἀσυνταξίαν τοῦ ˉπ ˉτ ˉμ ἐπλεόνασε τὸ ˉο, καὶ ἐγένετο πότμος, ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου. ἐπὶ δὲ τῆς τύχης παρὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων. Πορισμόν. κέρδος. ̓Απόστολος· νομιζόντων πορισμὸν ειναι τὴν εὐσέβειαν. τοῦτο λέγει· ὑποκρίνονται τὴν εὐσέβειαν, ινα δι' αὐτῆς ἐρανίζονται πορισμὸν, οιον χρημάτων καὶ κέρδους. (Θηλυκόν.) Πόα. ἡ βοτάνη. η φυτὸν πολύφορον ἀπὸ ῥίζης. ἀπὸ τοῦ ποιὰ, ἀποβολῇ τοῦ ι, πόα. ποιὰ δέ ἐστι ὁ ἐνιαυτὸς, ἐξ ου πόα, ἐπειδὴ κατ' ἐνιαυτὸν πολλάκις αυξεται καὶ ξηραίνεται. ειρηται δὲ παρὰ τὴν ποιότητα. καὶ ποία ἡ βοτάνη. Ποδηγία. ἡ ὁδηγία, ἡ παιδαγωγία. Ποδοκάκη. τὸ ἐν εἱρκτῇ ξύλον, οπερ κλάπα λέγεται καρτζικῶς. Ποδήνεμοσ. ταχεῖα. Ποηφαγία. βοτανοφαγία. Ποθή. ἡ ἐπιζήτησις. Ποινή. τιμωρία, η ἡ ὑπὲρ φόνου ζημία, φοινὴ τὶς ουσα καὶ τροπῇ τοῦ ˉφ εἰς ˉπ ποινή. pi.1564 Ποικιλτική. ὑφὴ ποικίλη. Ποιμαντική. διδασκαλική. Ποιότησ. ἡ τὴν διαφορὰν ἐκ τῶν αλλων ἐν ἑαυτῇ δεικνύουσα. η ποιότης ἐστὶν ἐκείνη, καθ' ην παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγει. ποιότης ἐστὶ καὶ ἡ ἐνούσιος δύναμις, ὡς τοῦ υδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. Ποιότησ καὶ ἰδιώτης καὶ διαφορὰ καὶ ἰδίωμα εν καὶ τὸ αὐτὸ σημαίνει. εστι καὶ ετερόν τι ποιότης, φωνὴ δηλοῦσα τὴν ποιότητα τῆς φωνῆς η τῆς σημασίας. ἐὰν γὰρ ειπω· πὺξ, λὰξ, τὴν ποιότητα τῆς φωνῆς ἐδήλωσα. Ποίησισ. τὸ ολον βιβλίον. οιον ̓Ιλιὰς καὶ ἡ ̓Οδύσσεια. ̓Ιλιὰς δέ ἐστιν ἡ τῆς Τροίας ὑπόθεσις· Ιλιον γὰρ ἡ Τροία. ̓Οδύσσεια δὲ ἡ πλάνη τοῦ ̓Οδυσσέως. εἰσὶ δὲ καὶ δύο αυται ποιήσεις τοῦ ̔Ομήρου. διαιρεῖται δὲ τριχῶς ἡ ποίησις· εἰς διηγηματικόν· εἰς μιμητικὸν, καὶ μικτόν. καὶ διηγηματικόν ἐστιν, ἡνίκα ολος ὁ λόγος ἐκ ποιητικοῦ μόνου προσώπου λέγεται. μιμητικὸν δὲ αἱ τραγῳδίαι καὶ κωμῳδίαι. ποίημα καὶ ποίησις διαφέρει. ποίησις μὲν γάρ ἐστιν, ὡς ειρηται, τὸ ολον βιβλίον· ποίημα δὲ ἡ ῥαψῳδία. ειρηται δὲ ῥαψῳδία ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾳδειν τὰ ̔Ομήρου ποιήματα. καὶ διατί δαφνίνην ῥάβδον κρατοῦντες ῃδον τὰ ̔Ομήρου ποιήματα; διὰ τὸ ἀειθαλὲς τοῦ φυτοῦ, η οτι μαντικὴ ἡ δάφνη, μαντικὴ δὲ ἡ ποιητική· οὐδὲ γὰρ ειη τὶς τέλειος ποιητὴς, εἰ μὴ ἱστορήσει καὶ μαντεύσεται καὶ διηγήσεται. †Ποίμνη. γέγονε παρὰ τὸ ποιμὴν, ποιμένη καὶ κατὰ συγκοπὴν ποίμνη.† †Ποινίδεσ. βάκχαι.† pi.1565 Πόλισ. σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον. Πολιτεία. πρᾶξις η βίος κατὰ νόμον φύσεως διεξαγόμενος. Πόλιοσ. τῆς πόλεως. ἰωνικόν ἐστι. Πολιά. παρὰ τὸ λευκὸν ειναι· τὰ γὰρ λευκὰ πολιὰ λέγεται. -πολιὴν αλα-. Πολυτέλεια. πλουσιότης. τέλος γὰρ ἡ δαπάνη. οθεν καὶ ἡ πολυτέλεια. καὶ εὐτελεῖς τοὺς μὴ ἐπὶ πολὺ χωροῦντας ταῖς δαπάναις. Πολυφασίασ. πολυλογίας. φάσις γὰρ ἡ φήμη καὶ ὁ λόγος. Πολυπίδακοσ. πολλὰς πηγὰς ἐχούσης. πίδαξ γὰρ ἡ πηγή. Πολυκοιρανίη. ἡ πολυαρχία. οὐκ ἀγαθὸν πολυκοιρανίη- κοίρανος γὰρ ὁ βασιλεύς. Πολυσπερέασ. ἐπὶ πολλὰ μέρη ἐσπαρμένας. -πολυσπερέας τὲ φάλαγγας. Πολιορκία. πόλεως πόρθησις. λέγεται καὶ ἡ χαράκωσις. Πολυϊδρία. ἡ πολυπειρία. Πολυκλήϊσι. πολυκαθέδραις. Πομπή. τὸ ὀψίκιον. λέγεται καὶ ἡ μετὰ τοῦ σταυροῦ λιτή. Πομφόλυγεσ. αἱ ἐκ τῶν ομβρων η αλλως καταφερομένων ὑδάτων ἐπὶ υδασιν εὐδιάλυτοι κυρτώσεις, ηγουν φυσήματα. οθεν καὶ ἐπὶ τῶν διαpi.1566 κενῆς φυσιουμένων η ολως ἐπαιρομένων λαμβάνεται ἡ λέξις. παρὰ τὸ παφλάζω ῥῆμα, αλλο παράγωγον παμφαλίζω, ῥῆμα ονομα παμφάλυξ καὶ τροπῇ τῶν δύο ˉαˉα εἰς ˉο πομφόλυξ. Πονηρία. ἑκούσιος κακοποιΐα, δι' ην καὶ ὁ διάβολος πονηρὸς λέγεται. Πόρτισ. ἡ μικρὰ βοῦς, ἡ δάμαλις ἡ ἀρξαμένη νῦν τῆς κατὰ νομὴ πορείας. πόρος, πόρις, καὶ πλεονασμῷ τοῦ ˉτ πόρτις. λέγεται καὶ πόρκις. Πόρπη. τὸ κομβίον. παρὰ τὸ πείρω, τὸ διεκβάλλω, πόρη, καὶ πλεονασμῷ τοῦ ˉπ πόρπη. ενιοι δὲ λέγουσι καὶ πόρκη. Πόρνη. παρὰ τὸ περνῶ, τὸ πωλῶ. ἡ τὴν μίξιν πωλοῦσα. ἐπὶ δὲ τοῦ πόρνου, παρὰ τὸ πεπωρωμένον εχειν τὸν νοῦν. Πορφύρα. ἀπὸ τοῦ πορφύρω, τὸ βουλεύομαι, γίνεται πορφύρα. τὸ δὲ πορφύρω παρὰ τὸ φέρειν τὸν