337
καθηγήσει τοῦ ἀνδρῶνος, ἡ δὲ ἐπὶ τῇ ἀφηγήσει τοῦ παρθενῶνος, νήφετε, γρηγορεῖτε, ἀνδρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ, πάντα ἐν φυλακῇ ἐντολῶν κατὰ τὰς ὑποθήκας τοῦ Ἁγίου Βασιλείου μεταξὺ ὑμῶν τοῖν δυοῖν μοναστηρίων ἔστωσαν, ἵνα, ἀπρόσκοπον καὶ ἀνένοχον βίον διανύοντες καὶ διανύουσαι, δοξάσητε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἕτερον ὑφ' ἑτέρου μοναστήριον θεοπρεπῶς συγκροτούμενόν τε καὶ συνιστάμενον, δηλονότι σοῦ τοῦ ἀδελφοῦ Βασιλείου, τοῦ καὶ γεγραφότος ἡμῖν καὶ συνεγνωσμένου, συμπαρόντος καὶ συναντιλαμβανομένου ἑκατέρας τῶν μονῶν καθ' ὅσον οἷόν τε· καὶ μὴ ὅτι οὐχ ὑπέχεις λόγον προεστῶτος, ἀλλ', ὡς τῆς ἐφέσεώς σου πληρωθείσης διὰ τῆς τοῦ προβληθέντος ἀναδοχῆς, μᾶλλον ἑαυτὸν συνεισβάλλων καὶ συνεπαμύνων τὰ δέοντα. Ἔχετε τοιγαροῦν καλὰ παραδείγματα εἰς ἀρετῆς ἐπίδοσιν, τὰς ἐκδημησάσας εἴτουν ἐκδημήσαντας· ἔχετε τοὺς βίους τῶν ἁγίων, τὰς νομοθεσίας τῶν πατέρων· ἔχετε τὸ μεῖζον αὐτῶν, τὸν ποιητὴν τῶν ὅλων θεὸν ἐν μέσῳ ὑμῶν κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν· ἔχετε τὴν ἁγίαν Θεοτόκον ἐπίκουρον, τοὺς πάντας ἁγίους πρεσβευτάς· ἔχετε καὶ τὴν ἡμῶν οὐθενότητα, προθυμουμένην ὑμῖν ἐν τἀγαθῷ. πάντα οὖν εὖ πράξατε, πάντα εἰρηνικῶς διατελέσατε, πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε, βοᾷ ὁ μέγας ἀπόστολος· οὗ ταῖς πρεσβείαις σωθείημεν καὶ ἡμεῖς καὶ ὑμεῖς. 516 {1Ἠλίᾳ πρεσβυτέρῳ}1 Τὸ μὲν φίλημά σου, ὦ ἱερὲ ἄνθρωπε τοῦ θεοῦ, σεπτὸν ὅτι μάλιστα καὶ τὸ τῆς συμψυχίας ἀποσῷζον γνώρισμα, τὸ δὲ ἐρώτημα, οὐκ οἶδ' ὅπως εἴπω, ἀκατάλληλον καὶ οὐ συνεγνωσμένον τῇ ταπεινώσει ἡμῶν· οὐδέπω γὰρ καὶ τήμερον ἀκηκόαμεν πρὸς πατρὸς ἀναγκαστικῶς καὶ οὐκ ἐθελουσίως ἀποκαρθῆναι παῖδας. εἰ μὲν γὰρ κομιδῇ νήπιοι εἴτουν πρὸ τῆς ἡλικίας, οὐκ ἐν αὐτοῖς τὸ θελητόν· οὐδὲ γάρ εἰσι διαγνωστικοὶ καλοῦ τε καὶ κακοῦ, ἀλλὰ τῇ τῶν φυσάντων προαιρέσει ἀνενεκτέον τὸ πρᾶγμα, ὡς ἐπὶ Ἄννης, τῆς τὸν Σαμουὴλ προσαγούσης θεῷ, καὶ τῶν ἐφαμίλλων ταύτῃ οὐκ εὐλαβουμένων τὸ μέλλον, καθά πού φησιν ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος· δοτὸς γὰρ καὐτὸς πρὸ γεννήσεως τῷ θεῷ. ὧν ἡ προσφορὰ οὐ πάντως ἐπιτευκτὴ διὰ τὸ ἡμαρτῆσθαι παρά τινων· καὶ νοῦς ὧδε τῶν προσοισομένων προσώπου τε καὶ καιροῦ διὰ τὰ ἀποτεύγματα, ἐπειδὴ τὰ μέν, ὡς πάλαι τε καὶ νῦν διέγνωσται, εἰς καλὸν ἀπέβη, τὰ δὲ εἰς τοὐναντίον. οὕτω δὲ ἐμφρόνων ὄντων καὶ ἐννόμων τῇ ἡλικίᾳ τῶν παίδων, ἀναγκαστικῶς τὴν μοναχικὴν τελειότητα τοὺς γεννήτορας ἐπιθεῖναι αὐτοῖς οὔτε ἤκουσται οὔτε φύσεως ἔχει λόγον. καὶ ἐπεὶ περὶ τῶν ἔξω φύσεως ἐπιτετράμμεθα δοῦναι λόγον, ὡς ἂν μὴ καὶ αὐτοὶ ἀφύσικοί τινες, μᾶλλον δὲ ἀσύνετοι, λογισθείημεν τοῖς ἀσυφήλοις, παραπεμποίμεθα τὴν περὶ τούτου διασάφησιν. Σὲ δὲ τὸν πισύνιον καὶ θεοφιλῆ ὑπομνήσκομεν καὶ ἀντιβολοῦμεν ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας ὡς πῦρ ἔχοντα τὸν λόγον μιμήσει τοῦ ὁμωνύμου. καὶ τὸν μὲν πορνείαις ἑαυτὸν ἐκδεδωκότα μονάζοντα νουθετεῖν, παρακαλεῖν, φωταγωγεῖν ἀνασφῆλαι τῆς πτώσεως καὶ μὴ τὰ Χριστοῦ μέλη πόρνης ποιεῖν μέλη· οὗ ἴσως ἁψάμενος ὁ λόγος ὀψέ ποτε καθάπερ σπινθῆρα ὕλης τῆς ξηροτέρας ἀνάψειεν τὸν Χριστοῦ ἔρωτα εἰς τὸν ἔσω ἄνθρωπον, εὐμαρῆ τὴν ἀνάκλησιν ἔχοντα ἐκ τοῦ τὸν ἔξω ἄνθρωπον ἔχειν μεμοναχημένον. τὸν δὲ παντάπασι τὴν ὁμολογίαν ἠθετηκότα, ὡς εἰς αὐτὸ τὸ Ἅγιον Πνεῦμα, παρ' οὗ καὶ ἡ χάρις, ὀφλήσαντα, παραιτήσειας καὐτὸς καὶ πᾶς τις τῶν εὐσεβούντων μηδὲ ἁλῶν μετασχεῖν κατὰ τὰ ἐντάλματα τῶν θεοπαραδότων λογίων. 517 {1Μακαρίῳ μονάζοντι}1 Ὅτι ἠκούσαμέν σου τῆς ἀδελφικῆς φωνῆς, ἥσθημεν, ἠγαπημένε· οὐδὲν γὰρ φιλίας πνευματικῆς γλυκύτερον, καὶ μάλιστα ὁπηνίκα ἓν φρόνημα καὶ μία ψυχὴ ἐν τοῖς κατὰ θεὸν λόγοις καὶ πράγμασιν ἐπιτεθεώρηται. οὕτως αὐτὸς ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐγνωσμένος ἡμῖν ὑπάρχεις· ἐφ' ᾧ καὶ προσευχόμεθα οἱ ταπεινοὶ ἐν τῇ αὐτῇ σε