338
ἀναφανδὸν, ὡς, εἰ μὴ βούλοιτο σὺν αὐτοῖς κἀκεῖνος οἴκαδε ἀναχωρεῖν, ἀλλ' αὐτοὶ πρὸς Βυζάντιον ἐλθόντες, πίστεις γὰρ λαβεῖν ἐκεῖθεν τοῦ μὴ ἐπιβουλευθῆναι ὑπ' αὐτῶν, περαιώσονται πρὸς Βιθυνίαν· εἶτα διὰ Φρυγίας καὶ Λυδίας ἀφίξονται εἰς Ἰωνίαν. ἐρομένου δὲ αὐτοῦ, τίνι χρώμενοι διαλλακτῇ τὰς πρὸς Βυζαντίους ποιήσαιντο συνθήκας, οὐκ ἔφασαν κατάδηλον ποιήσειν ὀμωμοκότες ἀποκρύπτειν. ἐπὶ πεντεκαίδεκα μὲν οὖν ἡμέραις ὁ Ἀμοὺρ τοῖς Πέρσαις διετέλεσε διαλεγόμενος καὶ πείθειν ἐπιχειρῶν μὴ ἀπαίρειν εἰς Ἀσίαν. ἐπεὶ δὲ ἀνήνυτα πονῶν ἑώρα, ἀπήγγελλε πάντα βασιλεῖ μετὰ πολλῆς τῆς ἀθυμίας καὶ ἐμαρτύρετο θεὸν, ὡς αὐτὸς μὲν τοιαύτῃ γνώμῃ πρὸς αὐτὸν ἀφίκοιτο, ὡς αὐτῷ συνδιατρίψων ἄχρις ἄν τι τοῦ νυνὶ πολέμου πέρας γένοιτο, καὶ ὡς ἐκείνους ἐκλέξοιτο συνεῖναι οἷς μάλιστα ἐθάῤῥει, ὅτι πάντα κίνδυνον ὑποστήσον 2.410 ται τῆς εἰς αὐτὸν εὐνοίας. νυνὶ δὲ τοὐναντίον ἅπαν γεγενῆσθαι. τὸ γὰρ στρατόπεδον ὑπό τινων ἐνταῦθα τὰ βασιλίδος φρονούντων διεφθάρθαι καὶ πρὸς τὴν οἰκείαν ἀναχωρεῖν πεπεῖσθαι. πολλὰ δὲ ἐν πεντεκαίδεκα ἡμέραις περὶ τοῦ μένειν αὐτοῖς διαλεχθέντα, μηδὲν πλέον ἠνυκέναι, πάντων ὁμοῦ πρὸς τὴν ἐπάνοδον ὁρμῇ τινι κατασχεθέντων παραβόλῳ· ἐξετάσαντα δὲ πολλὰ περὶ τοῦ τοιαῦτα πεπεικότος, μηδαμῶς δυνηθῆναι ἐξευρεῖν. τὸ μὲν οὖν αὐτὸν μόνον παραμένειν, ἀπελθούσης τῆς στρατιᾶς, ἀσύμφορον ἡγεῖσθαι. οὐδεμία γὰρ ὠφέλειά τις ἔσται τῆς παρουσίας τῆς αὐτοῦ. εἰ δ' αὐτῷ λυσιτελέστερον δοκεῖ καὶ ἐπιψηφίσαιτο καὶ αὐτὸς, τὸ νῦν μὲν ἔχον εἰς τὴν οἰκείαν ἐπανελθεῖν μετὰ τῆς στρατιᾶς· ἐκεῖ δὲ δίκας τὰς ἐσχάτας παρ' αὐτῶν τῆς εἰς αὐτὸν καὶ βασιλέα λαβόντα προδοσίας, μάλιστα γὰρ ἐκεῖ τοῦτο εἶναι ἀνυστὸν αὐτῷ, ἔπειτα ἑτέρους ἔχοντα τοὺς μάλιστα πιστοτάτους καὶ μέχρι παντὸς αὐτῷ βουλησομένους συγκινδυνεύειν, κατὰ τάχος ἐπανήκειν, εὖ διαθέμενον τὰ κατὰ τὴν οἰκίαν, ἐπιτρόπους καταστήσαντα τῆς ἀρχῆς καὶ διαδόχους μετὰ τελευτὴν, ὡς οὐ ταχέως αὖθις ἐπανήξοντα, ἀλλ' ἢ συγκατεργασόμενον τὸν πόλεμον, ἢ ἐνταῦθα ἐν τῷ μάχεσθαι πεσούμενον. ξζʹ. Βασιλεὺς δὲ ἠνιᾶτο μὲν πρὸς τὴν ἀναχώρησιν ἐκείνου· ᾔδει γὰρ ἐπιθησομένους πανταχόθεν πάντας. ὁρῶν δὲ ὡς ἀδύνατον τὴν Περσῶν παρακατέχειν στρατιὰν, πρὸς τὴν ἐπάνοδον ἤδη ὡρμημένην, Ἀμοὺρ μὲν τῆς εἰς αὐτὸν 2.411 εὐνοίας πολλὰς ὡμολόγει χάριτας· συνεβούλευε δὲ, ἐπεὶ μὴ πείθειν οἷόστε ἐγένετο, πρεσβείαν πρὸς βασιλίδα πέμπειν εἰς Βυζάντιον καὶ ὁμοίους τοῖς προτέροις περὶ τῆς εἰρήνης ποιεῖσθαι λόγους καὶ τὴν ἀβουλίαν ὀνειδίζειν αὐτοῖς, ὅτι διὰ ταύτην τῇ Ῥωμαίων ἡγεμονίᾳ πολλῆς αἴτιοι γεγένηνται φθορᾶς, καὶ ἔτι πλείονος, ἂν μὴ πείθωνται, γενήσονται. παραινεῖν τε αὖθις τὸν πόλεμον καταλύειν, καὶ μὴ διὰ φιλονεικίαν ἔχουσαν οὐδὲν ὑγιὲς περιορᾷν ὁσημέραι τοὺς ὁμοφύλους ἐξανδραποδιζομένους καὶ κτεινομένους καὶ τὰ ἔσχατα ὑπομένοντας. ἐκεῖνοι δὲ καὶ γὰρ οὐδένα αὖθις, ὥσπερ καὶ πρότερον, ποιήσονται τῆς εἰρήνης λόγον, ἐπὶ τὸ πείθειν αὐτὸν αὐτίκα τρέψονται ἀφίστασθαι ἐκείνου, καὶ πέμψαντες ἀξιόχρεών τινα, ὃν οἰήσονται τοῦτο κατεργάσεσθαι δυνήσεσθαι, παρέξονται καὶ χρήματα πολλὰ τῆς ἀναχωρήσεως μισθὸν καὶ ναῦς, αἷς χρήσεται πρὸς τὴν διάβασιν. καὶ τῇ τε στρατιᾷ τὸ σπουδαζόμενον ἔσται ἠνυκὼς, καὶ τὰ χρήματα λαβὼν ἀμείψεται τοὺς προθύμως συστρατευσαμένους. οὐ γὰρ δίκαιον ὁμοίως πᾶσιν ὀργίζεσθαι καὶ δίκας ἀπαιτεῖν, ἀλλὰ τοὺς μὲν αἰτίους τῆς αὐθαδείας μέτρια κολάζειν, ἵνα μὴ παράδειγμα τοῖς ἄλλοις γίνωνται ἀναισχυντίας, τοὺς δὲ λοιποὺς ἀξίως ἀμείβεσθαι τῶν πόνων, ἵνα τῇ τε κολάσει τῶν ἀγνωμόνων ἐκφοβῇ, καὶ τῇ περὶ τὰς εὐεργεσίας φιλοτιμίᾳ πρὸς εὔνοιαν ἐφέλκηται. ὁ μὲν οὖν ἐπείθετο αὐτίκα καὶ τῆς παραινέσεως εὐχαριστήσας βασιλέα, πρεσβείαν ἔπεμπε πρὸς 2.412 βασιλίδα καὶ διελέγετο περὶ εἰρήνης αὖθις. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ μετὰ τῶν συναρχόντων περὶ μὲν τῆς εἰρήνης οὐδένα λόγον ἐποιήσαντο, ἀλλὰ πρῶτον μὲν ἐκείνου κατηγόρουν, ὅτι σατράπης ὢν καὶ δύναμιν τοσαύτην κεκτημένος καὶ παρὰ Ῥωμαίων καὶ βαρβάρων τιμώμενος