338
διανοῇ Μάγνον Πομπήιον;" 2.365 ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, "ἀλλ' οὐ μόνῳ σοί" εφη "τοῦτο τὸ καλὸν ὑπάρξει, κἀμὲ δὲ ωσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, αψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα ̔Ρωμαίων." Ουτω μὲν ἐκηδεύθη Πομπήιος· οὐ πολλῷ δ' υστερον Καῖσαρ ἐλθὼν εἰς Αιγυπτον τὸν μὲν προσφέροντα τὴν κεφαλὴν Πομπηίου ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ ἀνδρὸς δεξάμενος ἐδάκρυσεν, ̓Αχιλλᾶν δὲ καὶ Ποθεινὸν εκτεινεν. αὐτὸς δὲ ὁ βασιλεὺς Πτολεμαῖος μάχῃ λειφθεὶς παρὰ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτος δὲ ὁ σοφιστὴς τὴν μὲν ἐκ Καίσαρος δίκην διέφυγεν ὑπεξελθὼν Αιγυπτον καὶ ταπεινὰ πράττων καὶ μισούμενος, Βρούτῳ δὲ Μάρκῳ τῷ Καίσαρα κτείναντι περιπεσὼν ἐν ̓Ασίᾳ καὶ πᾶσαν αἰκίαν ὑπ' αὐτοῦ αἰκισθεὶς ἀπεκτάνθη. οσοι δὲ τῶν Πομπηίου φίλων ἑαλώκεσαν ὑπὸ τοῦ τῆς Αἰγύπτου κρατοῦντος, πάντας εὐηργέτησεν ὁ Καῖσαρ καὶ προσηγάγετο. Κἀκεῖ δὲ πόλεμον συνεστήσατο, καὶ κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο, ἐκβληθεῖσαν ηδη τῆς βασιλείας τε καὶ τῆς πόλεως παρὰ τοῦ εὐνούχου Ποθεινοῦ. η σὺν μόνῳ τῷ Σικελιώτῃ ̓Απολλοδώρῳ εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς βασιλείοις προσέσχε, καὶ εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ ̓Απολλόδωρος ἱμάντι συνδήσας τὸ στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα. καὶ διὰ τοῦτο τὸ τέχνημα λαμυρᾶς φανείσης, καὶ τῆς αλλης ὁμιλίας καὶ χάριτος αὐτῆς ἡττηθείς, διήλλαξε πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. 2.366 ̔Εστιωμένων δ' ἐπὶ ταῖς διαλλαγαῖς, ἐπιβουλὴν φωράσας ὁ Καῖσαρ τυρευομένην ὑπ' ̓Αχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, τὸν μὲν Ποθεινὸν ἀνεῖλεν, ̓Αχιλλᾶς δὲ φυγὼν εἰς τὸ στρατόπεδον βαρὺν αὐτῷ περιίστησι πόλεμον. οτε πῦρ ἐμβαλόντος Καίσαρος τῷ στόλῳ καὶ ἡ μεγάλη βιβλιοθήκη ἐμπέπρηστο. μάχης δὲ συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις. οτε λέγεται καὶ βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι νηχόμενος, ἀλλ' ἀνέχειν αὐτὰ ὑπὲρ τῆς θαλάσσης τῇ ἑτέρᾳ χειρί, καὶ ταῦτα βαλλόμενος. τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων καὶ τοῦ βασιλέως ἀφανοῦς γενομένου. Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν υστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ον ̓Αλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ωρμησεν ἐπὶ Συρίαν. καὶ Φαρνάκῃ τῷ Μιθριδάτου παιδὶ πολεμήσας αὐτὸν μὲν τοῦ Πόντου ἐξέβαλε, τὴν δὲ στρατιὰν αρδην ἀνεῖλε. καὶ τῆς μάχης ταύτης τὸ τάχος καὶ τὴν ὀξύτητα δηλῶν εἰς ̔Ρώμην εγραψε τρεῖς λέξεις "ηλθον ειδον ἐνίκησα." ἐντεῦθεν εἰς ̓Ιταλίαν ἀπελθὼν εἰς ̔Ρώμην ἀνέβαινε, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ον ῃρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆς ταύτης γενομένης ἐνιαυσίου· εἰς δὲ τὸ ἐπιὸν ετος υπατος ἀνεδείχθη. Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων καὶ δυνάμεις ἠθροικότων ἀξιολόγους, ἐπ' αὐτοὺς ὁ Καῖσαρ ἐστρά2.367 τευσε· καὶ μικρῷ μέρει μιᾶς ἡμέρας τριῶν στρατοπέδων ἐκράτησε, καὶ πεντακισμυρίους τῶν πολεμίων ἀνῃρηκὼς οὐδὲ πεντήκοντα τῶν ἰδίων ἀπέβαλε. τῶν δὲ πεφευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶ στρατηγικῶν ἀνδρῶν οἱ μὲν ἑαυτοὺς διέφθειραν ἁλισκόμενοι, συχνοὺς δὲ Καῖσαρ εκτεινεν ἁλόντας. Κάτωνος δὲ ἑαυτὸν διεργασαμένου δῆλος ην δηχθείς· ου δ' ενεκα λελύπητο αδηλον· ειπε δ' ουν "ω Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας." ἀλλὰ γὰρ ἐπανελθὼν εἰς ̔Ρώμην ἀπὸ Λιβύης θριάμβους κατήγαγε καὶ θέας ἐτέλεσε ναυμάχων καὶ μονομάχων ἀνδρῶν. τιμήσεων δὲ γενομένων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων αἱ πᾶσαι πεντεκαίδεκα περισωθεῖσαι εὑρέθησαν· τηλικαύτην φθορὰν τοῦ δήμου ὁ ἐμφύλιος εἰργάσατο πόλεμος. Ειτα υπατος τὸ τέταρτον αἱρεθεὶς εἰς ̓Ιβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηίου υἱούς, νέους μὲν οντας ετι,