338
νοῦν ωδε κἀκεῖσε. καὶ κῦμα πορφύρεον, τὸ μέλαν. ενθεν καὶ τὸ βάθος μεριμνᾷν, πορφύρειν λέγεται. Πόσιοσ. τοῦ ποτοῦ. ἰωνικῶς. Πόσαι. ἀντὶ τοῦ πολλαί. Ποσότησ. ἀριθμοῦ πέρας, ηγουν μονάδος σύνθεσις. Ποτή. ἡ πτῆσις τῶν πτηνῶν. ἀπὸ τοῦ πέτω ποτὴ, ὡς εχω ὀχή. Πότνια. δυσωπητική· σεμνή· σεβασμία. pi.1567 Πονηρία. πονηρίαν λέγει ὁ ̓Απόστολος τὸν ἐκ κατασκευῆς εις τινα παρά του πόνον γενόμενον. Ποτιπτερνίδασ. τὰς ἐν ταῖς πτέρναις φλέβας ουσας φησὶν ̔Ιπποκράτης. (Οὐδέτερον.) Ποδηνεκέσ. μέχρι ποδῶν καθῆκον, η μέγα. Ποικίλον. πολύτροπον. †Ποίφυγμα. σχῆμα ποικίλον.† Πολύχουν. πολύφορον. Πολύευκτον. τίμιον, εὐχῆς αξιον. Πολυάνδρια. τὰ ξενοτάφια. Πολίχνια. αἱ μικραὶ πόλεις. Πολλοστημόριον. βραχύτατον μέρος. ὀλίγον. Πολλοστόν. τὸ ἀκαριαῖον. Πολυοπὸν τριβώνιον, μικρόν· πολυωπὸν δὲ δίκτυον, μέγα. ἀπὸ τοῦ πολλὰς ὀπὰς εχειν. τοιοῦτον καὶ τὸ περιωπή· ἐκτείναντος τοῦ ˉο εἰς ˉω μέγα. Πολείδιον. ἡ μικρὰ πόλις. Πολαιτόριον καὶ Πολυκτόριον. ὀνόματα τόπων. Πόμα. τὸ πινόμενον. πῶμα δὲ, τὸ σκέπασμα, μέγα. Πομήριον. τόπος. pi.1568 Ποιμνήϊον. ἡ ποίμνη. †Πορεῖον. οχημα.† Πορθμεῖον. τὸ πλοῖον. πορθμίον δὲ, τὸ ναῦλον, ˉι. Πότερον. ὁποῖον, η εν ἐκ τούτων, η τῶν δύο τὸ ετερον. Ποταίνιον. τὸ ξένον, τὸ πρόσφατον. καὶ οιμαι παρὰ τὸ νέον, ιν' ῃ ποτίνεον. Ποτήριον. οὐ παρὰ τοῦ ποτὸς η πότον, ἀλλὰ παρὰ τὸ πότης, ποτήρ. ὡς ποιητὴς, ποιητήρ. οθεν καὶ συνθέσει οἰνοποτήρ. Ποτὶ χαλκοβατὲς δῶ. πρὸς δῶμα καὶ οικημα χαλκοβατές. τὸ ποτὶ ἀντὶ τῆς πρὸς, πρόθεσις ἐστὶ ∆ωρική. ἡ πρὸς πρόθεσις ἀποβάλλει τὸ ˉρ ∆ωρικῷ εθει, καὶ τρέπει τὸ ˉς εἰς ˉτ, καὶ πλεονασμῷ τοῦ ˉι ποτί. διότι οὐ δύναται λέξις Ἑλληνικὴ εἰς αφωνον καταλήγειν, προσλαμβάνει τὸ ι. Πολυειδέσ. τὸ ἐν μιᾷ θεωρίᾳ διάφορα ειδη ὑποδεικνύον. συγγενές ἐστι τὸ ἀπαραλείπτως τῷ ἑτέρῳ ἐξομοιούμενον. η τὸ εἰς διαφόρους μορφὰς ἐκ μεταβολῆς φαινόμενον. Πορφύρεον. μέλαν. κῦμα πορφύρεον. pi.1569 ( ̔Ρῆμα.) Ποθήσεται. ἀντὶ τοῦ ποτὸς καὶ πινόμενος γενήσεται. ποθήσεται οινος. ἐκ τοῦ πῶμι, πώσω, πέπωκα. πέπομαι δὲ μικρόν. Ποθέεσκε. ποθέω, ποθῶ, ἐπόθεον, ἐπόθουν, ἐπόθεες, καὶ πλεονασμῷ τῆς κε συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ποθέεσκε. Ποιπνύειν. ἐνεργεῖν, διακονεῖν. οἱονεὶ τὸ μετὰ σπουδῆς καὶ πνεύματι ποιεῖν τι· τοῖς γὰρ ἐσπουδακόσι καὶ ἐνεργοῦσιν επεται τὸ πνευστιᾷν. πνέειν ουν καὶ πνύειν, καὶ ἐν συνθέσει μετὰ τοῦ ποιεῖν ποιπνύειν. †Ποιφύξαι. φοβῆσαι.† Ποιφύξαι. φυγεῖν. Ποιναλίζω. βασανίζω. Ποιεῖν. τὸ ἐν ἑαυτῷ εχειν τὴν αἰτίαν τῆς ἐνεργείας. ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς φημὶ καὶ τῶν τοιούτων. *Πούβλικον. παρὰ Λατίνιος τὸ δεδημοσιευμένον.* Πολυωρήσεισ. φυλάξεις, πολλὴν φροντίδα ποιήσεις. *Πολιτικόν. χρηματικόν.* Πολιορκεῖ. ἀντὶ τοῦ πολεμεῖ. Πολεύω. ζητῶ. Πολῶ. τὸ ἀναστρέφομαι. Πολίζω. πόλεις κτίζω, η οἰκίζω. καὶ πολίσας. πολίσας τὴν ερημον. Πολεμησείω. ἐπιθυμῶ πολέμου. Πομπεύει. προοδοποιεῖται. ὀψικεύει. καὶ πομπεύεται. Πομποστολεῖ. τὸν νηΐτην ἐκπέμπει στόλον. pi.1570 Ποιμαίνει. βόσκει η διδάσκει. Πονεύμενον. ἐπιπονοῦντα· μαχόμενον. πονεόμενον, πονεύμενον. Πονηρεύω. παρὰ τὸ πονῶ, πονήσω, πονηρὸς, ὡς ὀδύνω, ὀδυνήσω, ὀδυνηρός. τὸ πονῶ παρὰ τὸ πόνος, τὸ δὲ πόνος παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω. Ποππύζεσθαι. κυλακεύεσθαι. ειρηται δὲ ἐπὶ τῶν ἀνημέρων ιππων καὶ ἀγυμνάστων. εστι δὲ ἡ λέξις πεποιημένη. Πορσύνω, καὶ πορσαίνω, καὶ πορσανέουσα. σημαίνει τὸ εὐτρεπίζω. ἀπὸ τοῦ πόρος, πορῶ, πορύνω, καὶ πλεονασμῷ τοῦ ˉς πορσύνω καὶ πορσαίνω, ὁ μέλλων πορσανῶ, ἡ μετοχὴ πορσανῶν καὶ τὸ θηλυκὸν πορσανοῦσα, καὶ πλεονασμῷ τοῦ ˉε πορσανέουσα. πορσύνω καὶ ἀντὶ τοῦ ἐρεθίζω. Πορφύρω. τὸ βουλεύομαι. παρὰ τὸ φέρειν τὸν νοῦν ωδε κἀκεῖσε. καὶ πορφύρειν τὸ κατὰ βάθος μεριμνᾷν. Ποτινίσσεται. προσέρχεται· ο ἐστιν ἀνάκειται. ἀπὸ τοῦ ιμι τοῦ διὰ τοῦ ˉι, τοῦ σημαίνοντος τὸ πορεύομαι. Ποτνιώμενοι. παρακαλοῦντες. ἐξιλεούμενοι. ἐλεεινὰ ῥήματα λέγοντες. καὶ ποτνιᾶσθαι. κυριώτερον αν τις φήσει ἐπὶ γυναικῶν, οταν κακόν τι πάσχωσιν,