338
διαθέσει ἐπιμένειν, τόν τε λόγον τῆς ὀρθοδοξίας σῶον διαφυλάττοντα καὶ τὸν βίον μὴ ἀνθιστάμενον τῷ λόγῳ. εἰ δέ τι πρὸς ἡμῶν ὁμολογεῖς ἀπώνασθαι, θεῷ ἀναθετέον τὸ πρᾶγμα, παρ' οὗ καὶ ἡμῖν καὶ ὑμῖν τὸ σωτήριον ψυχῆς τε καὶ σώματος. Καὶ περὶ τούτων μὲν ἅλις, ὅτι μηδὲ καιρός μοι μακρηγορεῖν, ἐν ἄλλοις ἀσχολουμένῳ πράγμασιν οὐκ εὐδιαλύτοις. περὶ δὲ τοῦ ἐπισκόπου Χίου τί τοῦτο κἀκεῖνο γέγραφας; ἡμεῖς οὔτε τὸν ἄνδρα εἰς ὄψιν ἡμῶν ἠγάγομεν ἐληλυθότα ἐνταῦθα, τὰς ὑποψίας διαφεύγοντες, οὔτε πάντῃ ἀναπόκριτον εἰάσαμεν, ὅτι μηδὲ θεμιτὸν καὶ τὸν τυχόντα ἀποπέμπεσθαι, μὴ ὅτι γε ὁμόσχημον καὶ ἐπισκοπῆς ὄνομα κεκληρωμένον. ἠσμενίσαμεν οὖν ὅτι ὀψέ ποτε ἀπενόσφισε τῆς ἐπισκοπῆς, εἱλάμενος ὧδέ που παραρρερρίφθαι, ὑποβάλλοντες αὐτὸν καὶ ἐπιτιμίῳ προσήκοντι, ὥσπερ πεποιήκαμεν ἐπὶ τοῖς ὁμοίως αὐτῷ δράσασι. καὶ ὁ θεὸς τῶν μετανοούντων ἐστίν. καὶ τοῦτο ἐναργὲς ὑπόδειγμα μετανοίας ἐπεζήτηται καὶ παρ' ἡμῶν καὶ πρὸς ἄλλων, τῶν ἰατρεύειν ἐπιτεταγμένων, ἡ τοῦ ὑποπεπτωκότος ὑποχώρησις τῆς ἐπισκοπῆς καὶ εἶρξις τῆς ἱερουργίας σὺν ἐπιτιμίῳ ἕως καιροῦ εἰρήνης. Εἰ οὖν ταῦτα ὡμολόγηται τῷ ἀνδρί, τίνες ἦμεν ἡμεῖς ἀποσείεσθαι τὸν προσιόντα καὶ ἐχθραίνειν ἐν τούτῳ θεῷ; μὴ σύ, ὦ θαυμάσιε, βαρέως φέροιο ἐπὶ τῷ ἀνδρί, κἂν ὅτι μάλιστα, ἃ λέγεις πεπραχέναι αὐτόν, ἀποδέδεικται ἀληθῆ εἶναι, ἐπεὶ ἡμεῖς οὔτε ἀκηκόαμεν ἕως τοῦ παρόντος οὔτε, εἰ καὶ ἀκηκόαμεν, κρίνομεν αὐτὸν ἐν τούτοις· γέγραπται γάρ· μὴ ὁ νόμος ὑμῶν κρίνῃ τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ. καὶ πάλιν ὁ ἀπόστολος λέγει· κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. ἔπειτα οὐδὲ περὶ τούτων πρόκειται λόγος ἢ ἐξουσία τοῦ κρίνειν, ἀλλὰ περὶ τοῦ προσίεσθαι τοὺς ὑποπεπτωκότας τὴν μετάνοιαν, ταμιευομένων τῶν ὑπὸ τῆς τιμιότητός σου λελεγμένων ἢ ἐνταῦθα καιρῷ τῷ δέοντι τοῖς προεστῶσι τῆς ἐκκλησίας ἢ ἐν τῷ μέλλοντι αἰῶνι τῷ κριτῇ τῶν ἁπάντων. διὸ συμβουλεύω τῇ χρηστότητί σου, ἀφεμένῃ τῶν λόγων ἐκείνων, ἐν τῷ τέως εὐχαριστεῖν τῷ Κυρίῳ ἐπὶ τῇ τοῦ ἀνδρὸς μετανοίᾳ, ὡς ἂν συνεργοὶ εἴημεν θεῷ, τῷ φιλοῦντι σῴζεσθαι πάντα ἄνθρωπον, κἀν τούτῳ εἰρήνην ἔχωμεν πρὸς αὐτὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τέλος, ὅταν λάβῃς καιρόν, εἴπερ καὶ ζητεῖς, τότε εὐθύτητας κρίνοιο· τὸ δὲ νῦν προσεύχου περὶ ἡμῶν σῴζεσθαι ἡμᾶς ψυχῇ τε καὶ σώματι, ὅτι ὁμολογοῦμεν πάντων ἀνθρώπων ἁμαρτωλότεροι εἶναι. ὁ κύριος ὁ ἀρχιεπίσκοπος πλεῖστά σε προσαγορεύει, προσαγορευθεὶς ὑπὸ τῆς φωνῆς σου, ἐπεὶ καὶ πάντες οἱ μεθ' ἡμῶν ἀδελφοί. ἔρρωσο ἐν Κυρίῳ, ἀδελφέ. 518 {1Αὐξεντίῳ ἡγουμένῳ}1 Τὸ μὲν γράμμα τῆς τιμιότητός σου ἐδεξάμεθα καὶ ὡς ἦν ἡμῖν δυνατὸν ἐπήλθομεν, τὰ μὲν καθ' ἡμῶν ἐγκώμια πορρωτέρω θέμενοι, ὡς οὐκ ἄξιοι ἐγκωμιαστικῆς οὐδόλως ἐμφάσεως, ὅτι μὴ καὶ κατηγορητικῆς μᾶλλον ἐπισκώψεως· τίνες γάρ ἐσμεν ἡμεῖς οἱ ἀχρεῖοι καὶ οὐδὲ ὀνόματος ἄξιοι, οὗ ἐπικεκλήμεθα; πρὸς δὲ τὰ ἐπιζητηθέντα σοι κεφάλαια γραφικὰ πάνυ ἐξενίσθημεν, ὅτι καὶ πρὸς ἡμῶν τῶν ἀμαθῶν ἡ ἐξήτησις, καί γε περὶ τοιούτων ἐμφάσεων, ἃ ἀνήκει μόνοις τοῖς θεοφόροις διαλευκαίνειν, παρ' ὧν καὶ ἡ διασάφησις ἐγεγόνει, καί γε μάλιστα κατὰ λέξιν ὑπὸ τοῦ Μεγάλου καὶ θείου Βασιλείου. λαβὼν οὖν τὸ εἰς τὸν Ἠσαΐαν ἑρμηνευτικὸν αὐτοῦ πτυ-κτίον μαθήσῃ τὰ ἐπιζητούμενα, ἄλλως τε ὅτι καὶ μέτρον ὑπερβαίνει ἐπιστολῆς, ὅλης συγγραφῆς δεομένη ἡ τῶν τοιούτων ἐπίκρισις. Πρὸς δὲ ὅτι τοῖς Ἰουδαίοις λογομαχία πρόκειται, ἔα τοὺς χριστομάχους, ὦ πατέρων ἄριστε, λυττᾶν εἰς ἑαυτούς· οἱ γὰρ αὐτοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τὰς διδαχὰς ἀπορραπίσαντες, τάς τε τῶν ἀποστόλων ὑποθήκας παρωσάμενοι καὶ συλλήβδην πάντων τῶν θεοφόρων τὰς ὑψηγορίας βδελυξάμενοι σχολῇ γ' ἂν ὑφ' ἡμῶν αὐτοὺς ὁδηγεῖσθαι ἢ συναίρειν λόγον καθῆκον. ἄφετε αὐτούς, ὁ Κύριος εἶπεν, τυφλοί εἰσιν. καὶ ὁ προφήτης φησίν· οὐκ ἔστι λέγειν χαίρειν τοῖς ἀσεβέσι λέγει Κύριος. πρὸς γὰρ