φησιν, ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία, ἤγουν ἡ περὶ Τύρον χώρα. Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ. Συνακτέον δὲ ἐκ τῶν ῥηθέντων καί, ὅτι οἱ Ἄριμοι ἀρσενικῶςκαὶ τὰ Ἄριμα οὐδετέρως λέγεται. τοπικὸν δὲ τῶν Ἀρίμων Ἀριμαῖος. τοῦ δὲ 1.544 ῥηθέντος ἀνωτέρω γηγενοῦς πυρὸς ἐκλιπεῖν τὰς πηγὰς ὁ Γεωγράφος λέγει,δείκνυσθαι δὲ βόθρους τρεῖς, οὓς φύσας καλοῦσι. [(ῃ. 782) Τὸ δέ «ἱμάσσῃ»,ὅ ἐστιν ἱμάντι πλήττῃ, μικροπρεπὲς μέν ἐστι ῥηθὲν ἐπὶ τοῦ μεγίστου κακοῦ,προσφυῶς δ' ἔχει τῷ «γαῖα δ' ὑπεστενάχιζε». καὶ μετῆκται ταῦτα ἐκ τῶν ἐν τῷἱμάσσεσθαι ὑποστεναζόντων. ἄλλως δὲ στεναχίζει γαῖα, ὡς καὶ πόντος παρὰ Σοφοκλεῖ.] (ῃ. 783) Τὸ δέ «φασίν» εἶπε κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, ἵναμὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι διὰ τὸ μυθῶδες. (ῃ. 786-806) Ὅτι τῶν Ἑλληνικῶν πραγμάτων ἐχόντων, ὡς εἴρηται, οἱ Τρῶες «ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι, πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες». πρὸ τῶν βασιλείων γὰρ ἦν, φασίν, ὡς εἰκός, τὸ ἐκκλησιαστήριον. Ζεὺς δέ, φησίν, ἄγγελονἔστειλε τοῖς Τρωσὶ τὴν Ἶριν, ἣν καὶ ποδήνεμον καὶ ὠκέαν καλεῖ καὶ πόδαςὠκέαν. ἡ δὲ ἐλθοῦσα σὺν ἀγγελίῃ ἀλεγεινῇ ἔφη τῷ Πριάμῳ· «Ὦ γέρον, αἰείτοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ' ἀλίαστος ὄρωρε»,τουτέστιν ἄφυκτος. λιάζω γὰρ τὸ ἐκφεύγω. μέμφεται δ' ἐν τούτοις τὸν γέρονταὡς ἐν καιρῷ μάχης καὶ ἔργων λογολεσχοῦντα. εἰρήνῃ μὲν γὰρ πρέπουσι βουλαὶκαὶ δημηγορίαι, πολέμου δὲ ἀκμὴ οὐ τούτοις χαίρει. [∆ιό τινες τὸν Ἄρην παρὰτὴν στέρησιν τοῦ λέγειν ἐτυμολογοῦντες τὴν εἰρήνην ἀπὸ τοῦ εἴρειν, ὅ ἐστιλέγειν, παράγουσι, κατὰ τὸ «ἐν χερσὶ τέλος πολέμοιο, ἐπέων δ' ἐνὶ βουλῇ».] Εἶτα τὸν Ἑλληνικὸν στρατὸν ἐκπληττομένη φησίν· «ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα· λίηνγὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ».καὶ οὕτω τὴν Τρωϊκὴν ἀγορὰν ἡ Ἶρις ἐγκόψασα προκαλεῖται εἰς ἔργον τὸνἐντρεχέστατον Ἕκτορα καί φησιν ἀσυνδέτως οὕτως· «Ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι ὧδέ γε ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων. τοῖσι δ' ἕκαστος ἀνὴρ σημαινέτω, οἷς ἄρχει, τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας», ἤτοι τοὺςἑαυτοῦ πολίτας, πλεονασμῷ τοῦ ˉη. [οὐ δήπου γὰρ φυσικῶς ἐνταῦθα ἔγκειται,ὡς ἐν τῷ Μασσαλία Μασσαλιήτης καὶ τοῖς τοιούτοις.] Καὶ ταῦτα μὲν τὰ τῆςμυθικῆς Ἴριδος. Φαίνεται δέ, ὅτι σκοπός τις ἐκάθητο τοῖς Τρωσὶν ἐπιτεταγμένοςτὰ τῶν Ἑλλήνων σκοπεῖν, ὃς ἰδὼν ἐκείνους ἐκτεταγμένους οὕτω δραμὼν ἐξεῖπε 1.545 τὰ τοῦ πράγματος κατὰ σπουδήν. διὸ καὶ τὴν δημηγορίαν ἐπέτεμεν οἷα μὴἐνδαψιλευομένου πλατυτέρου καιροῦ. ἐμφαίνει δὲ ὁ ποιητὴς τοῦτο εἰπών, ὅτιἡ Ἶρις εἶπεν, ἃ εἶπε πρὸς Πρίαμον καὶ Ἕκτορα εἰσαμένη, ἤγουν ὁμοιωθεῖσα, φθογγήν· «υἷι Πριάμου Πολίτῃ, ὃς Τρώων σκοπός», ἤτοι κατάσκοπος, «ἷζεποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος,ὁππότε ναῦφιν», ἤτοι ἀπὸ τῶν νηῶν, «ἀφορμηθεῖεν Ἀχαιοί». ὁ γοῦν Πριαμίδης Πολίτης οὗτος ἐλθὼν ἐδήλωσεν, ὡς τῶν νηῶν ἀφώρμηνται οἱ Ἕλληνες. ἐπεὶ δὲ πάνυ πολλοῦ τοῦ τάχους ἔδει καὶ ἐχρῆν ἐπτερῶσθαι οἷον ἄρτι τὸνκατάσκοπον τά τε ἄλλα καί, ἵνα μὴ θεαθεὶς ὑπὸ ἱππέων ἐπιδιωχθῇ, πέπλασταιπιθανῶς ἡ Ἶρις ἀγγέλλουσα τὴν Ἑλληνικὴν κίνησιν, ἣν ὁ μῦθος καὶ πτέρυγας ἔχειν λέγει, οὐκ ἀρκούμενος τοῖς ῥηθεῖσιν Ὁμηρικοῖς [ἐπ' αὐτῇ] ἐπιθέτοις, τῷποδήνεμος καὶ τοῖς λοιποῖς. Τάχα δὲ καὶ προέδραμε τοῦ Πολίτου φήμη τῆςτῶν Ἑλλήνων κινήσεως, οἷα εἰκός, ἢ ἐκ τοῦ ἤχου τῶν ποδῶν ἢ ἐκ τῆς βοῆς ἢἄλλως ὁπωσοῦν. Καὶ τοῦτό ἐστιν ἡ Ἶρις αὕτη, περὶ ἧς, ὅτι τε ∆ιός ἐστινἄγγελος καὶ διὰ τί τοῦτο λέγεται καὶ ὅτι ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, γίνεται,ὡς καὶ ὁ ἐν Ὀδυσσείᾳ Ἶρος, καὶ εἴ τι δὲ χρεὼν ἕτερον εἰς αὐτὴν συμμέτρως ῥηθῆναι, ῥηθήσεται