339
τοσοῦτον, ὥσπερ ἀνδράποδον ἕποιτο Καντακουζηνῷ τοσοῦτον χρόνον ἐπὶ ξένης ταλαιπωρῶν ἐπὶ κέρδει μὲν οὐδενὶ, ἀδοξίᾳ δὲ ἐσχάτῃ, ᾗπερ περιβέβληκεν αὐτὸν ἑκών· τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ δορυφόρου τάξιν ἐπέχειν οὐκ ἠσχύνθη πρὸς Καντακουζηνὸν, ἀλλ' ἐπὶ τὴν ἐκείνου σκηνὴν ἐρχόμενος, ἀγρυπνοίη νύκτωρ, ὡς ἂν ἐκεῖνος ῥέγχῃ μηδὲν ὑφορώμενος δεινόν. ταῦτα μὲν οὖν εἰς τοσοῦτον ἀδοξίας ἄγοντα αὐτὸν, εἰ φίλον ἐκείνῳ τοιαῦτα ὑπομένειν, οὐδ' αὐτοῖς μελήσειν περὶ τῆς ἐκείνου ὕβρεως. νυνὶ δὲ εἰ ἀρκοῦσα ἔδοξεν ἡ ἐπὶ τοσοῦτον χρόνον ἐπὶ τῆς ξένης ταλαιπωρία καὶ δέοιτο ἐπανελθεῖν πρὸς τὴν οἰκείαν, ξυλλήψεσθαι οὐκ ὀλίγα καὶ αὐτούς. εἴτε γὰρ διὰ Βιθυνίας καὶ Φρυγίας ἐπὶ τὴν Ἰωνίαν βούλοιτο ἐλθεῖν, ἀδεᾶ τὸν πόρον παρασχεῖν αὐτοὺς ἐπὶ τὸν Ἑλλήσποντον ἢ τὸν κατὰ τὸ Βυζάντιον πορθμόν· εἴτε ναυσὶ πρὸς τὴν οἰκείαν ἀποπλεῦσαι, τριήρεις παρασχέσθαι καὶ ναῦς ἑτέρας, τὴν στρατιὰν δυνησομένας ὑποδέξασθαι. ἐπεὶ δὲ χρεία καὶ χρημάτων αὐτῷ ἀμείβεσθαι τοὺς ἐπὶ τοσοῦτον αὐτῷ χρόνον συστρατευομένους, παρέξειν ὅσα ἂν συμβῶσι. τοιαῦτα μὲν ὁ μέγας δοὺξ ἀπεκρίνατο πρὸς τὴν πρεσβείαν. ὁ βάρβαρος δὲ πρὸς τὴν κατὰ τοῦ δεσπό 2.413 του κατηγορίαν βουλόμενος ἐνίστασθαι «δοκεῖτέ μοι» ἔφη «πολέμιοι μόνον εἶναι πολλῶν, φίλοι δὲ οὐδενός. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν οὕτως ἦτε πόριμοι μηχανὰς μὲν καὶ ἐπιβουλὰς ἐξευρίσκειν κατὰ τῶν πολεμίων, τῇ τε γλώττῃ χρώμενοι ἀφειδῶς πρὸς ὕβρεις, ὥσπερ διὰ τοῦτο ταύτην κεκτημένοι, καὶ πᾶσαν ἄλλην ἐπιδεικνύμενοι πονηρίαν, τῶν δὲ φίλοις προσηκόντων ἐπιστάμενοι οὐδέν. ὅθεν ὑπὸ τῆς ἄγαν περὶ ταῦτα ἀπειρίας καὶ τοῦ ἐμοῦ δεσπότου κατηγορήκατε ἀδοξίαν, ὅτι πρὸς τὴν βασιλέως σκηνὴν ἐλθὼν, ἀπὸ τῶν ἐπιβουλευόντων πολλῶν ὄντων ἀγρυπνῶν ἐφύλαττεν, ὑπὸ τῆς περὶ βασιλέα ἡττώμενος εὐνοίας καὶ πάθει μόνῳ τῶν πάντων παθῶν ἡδίστῳ τε ἅμα καὶ ζηλωτῷ δεδουλωμένος. ἐρωτήσω δὲ ὑμᾶς, τίς βέλτιον περί τε τὸ προσῆκον καὶ τὸ δίκαιον καὶ πρὸς φιλοτιμίαν ἐβουλεύσατο, σατράπης ὁ ἐμὸς δεσπότης, ὃς τῆς εἰς βασιλέα ἕνεκα φιλίας τοσοῦτον εἵλετο πόνον καὶ ἀδοξίαν, ὡς ὑμεῖς φατε, ἢ ὑμεῖς; οἳ πολλῶν καὶ μεγάλων ἀπολελαυκότες βασιλέως εὐεργετημάτων, ἔπειτα πάντων ὥσπερ ἐπιλελησμένοι καὶ πολλὴν ἐπιδειξάμενοι ἀγνωμοσύνην καὶ ἀχαριστίαν, διαβολαῖς χρησάμενοι καὶ συκοφαντίαις, τὸν πόλεμον κεκινήκατε τὸν μέχρι τε νῦν πολλῶν κακῶν αἴτιον γενόμενον ὑμῖν καὶ ἔτι μειζόνων, ὡς ὁρῶ, ἐσόμενον· καὶ οὐδ' αὐτὸ τοῦτο γοῦν αἰσθανόμενοι, ὥσπερ οἱ μαινόμενοι, ὅτι τὰς ἰδίας σάρκας κατεσθίετε. ἢ δῆλον, ὡς ἐκεῖνος μὲν γενναίου καὶ μεγαλόφρο 2.414 νος καὶ νόμους φιλίας ἀνδρὸς εἰδότος ἔργα εἵλετο ποιεῖν, ὑμεῖς δὲ πονηροτάτων καὶ σκαιῶν τοὺς τρόπους καὶ ἓν τοῦτο μόνον καλῶς εἰδότων, πολεμεῖν καὶ διαφθείρειν τοὺς προστυχόντας, ὠφελεῖν δὲ οὐδένα;» ὁ μέγας δὲ δοὺξ ἐξ ἀγχινοίας δῆθεν συγχέειν τὸν βάρβαρον ἐθέλων, «οὐκοῦν ὁμολογεῖς» εἶπε «τὸν σὸν δεσπότην δοῦλον εἶναι Καντακουζηνῷ;» ὁ δὲ «καὶ μάλιστα» εἶπε «καὶ τὴν ἀκριβῆ δουλείαν, καθ' ἣν οἱ ἀγαθοὶ τοὺς τρόπους ἡττῶνται τῶν καλῶν καὶ ἄχθονται ἀποσπώμενοι τοῦ δουλεύειν τοῖς τοιούτοις, ὥσπερ καὶ ὑμεῖς μοχθηρίας καὶ φθόνου καὶ πανουργίας πεφύκατε δοῦλοι ἀκριβῶς. ταύτην γὰρ κἀγὼ δουλείαν ὁμολογῶ εἶναι ἀληθῶς, καθ' ἣν δουλοῦται ἡ ψυχή· τὴν δὲ ἐκ τῶν χρημάτων καὶ αἰχμαλωσίας, οὐ ψυχῆς εἶναι, ἀλλὰ σώματος βιαζομένου ἀκουσίως. διόπερ ἐκείνην πάντες τε μισοῦμεν ἐπίσης καὶ παντὶ τρόπῳ ἐπιχειροῦμεν διαφεύγειν.» θαυμάσαντες δὲ ἐκεῖνοι τῆς συνέσεως τὸν βάρβαρον, «ἀλλὰ ταῦτα μὲν» εἶπον «ἐῶμεν. οὐ γὰρ αὐτοῦ δεῖσθαι τῆς πρὸς τὰ βελτίω παραινέσεως· ἐφ' ἃ δὲ μάλιστα τρεψώμεθα ἡ σπουδή.» καὶ αὐτίκα τὸν Λουκᾶν Γεώργιον ᾑροῦντο πρεσβευτὴν πρὸς τὸν Ἀμοὺρ, εὐφυῶς τε ἔχοντα πρὸς τὰς πρεσβείας καὶ ἄλλως ἐπιτήδειον ὄντα τῷ σατράπῃ· ἦν γὰρ καὶ πρότερον ὡμιληκὼς καὶ δοκῶν ἐν συνηθείᾳ εἶναι. ἐπεὶ δὲ ἧκον πρὸς ἐκεῖνον καὶ ἀπήγγελλον τὰ τῆς πρεσβείας, Ἀμοὺρ μὲν ἀκκίζεσθαι ἐδόκει καὶ ἀπηγόρευεν ἐπιπολύ· ἔπειτα ὡς ἐπι 2.415 πλεῖον ἐγίνοντο οἱ