339
τόλμαν δ' ἐπιδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονίαν. οτε καὶ εἰς κίνδυνον περιέστη ὁ Καῖσαρ, ὡς βοᾶν διὰ τῶν τάξεων περιθέων τῶν ἑαυτοῦ, εἰ μὴ αἰδοῦνται λαβόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. πρὸς δὲ τοὺς φίλους μετὰ τὴν μάχην ειπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. νικήσαντος δὲ Καίσαρος ὁ μὲν νεώτερος τῶν Πομπηίου παίδων διέδρα, ἀνηνέχθη δ' αὐτῷ μεθ' ἡμέρας τοῦ πρεσβυτέρου ἡ κεφαλή. τοῦτον εσχατον Καῖσαρ ἐπολέμησε πόλεμον. ̓Επανελθὼν δ' εἰς ̔Ρώμην δικτάτωρ διὰ βίου ἐψήφιστο, ο τυραννὶς ἐτύγχανεν αντικρυς, τῷ ἀνυ2.368 πευθύνῳ τῆς μοναρχίας προσλαβοῦσα τὸ ἀδιάδοχον. ουτω δὲ καταστὰς εἰς μοναρχίαν πολλοὺς ἀφῆκε τῶν πεπολεμηκότων αὐτῷ, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμὰς εδωκεν, ων ησαν καὶ Βροῦτος καὶ Κάσσιος, καὶ τὰς Πομπηίου δὲ στήλας καταβεβλημένας ἀνέστησεν. ἀξιούντων δὲ τῶν φίλων δορυφορεῖσθαι αὐτὸν παρῃτήσατο "βέλτιόν ἐστιν" εἰπών "απαξ ἀποθανεῖν η ἀεὶ προσδοκᾶν." μειζόνων δ' ἐρῶν πραγμάτων καὶ καινοτέρας δόξης, γνώμην εσχε στρατεύειν ἐπὶ Πάρθους καὶ δι' ̔Υρκανίας εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν. Μῖσος μέντοι τοῖς ἀνθρώποις κατ' αὐτοῦ καὶ ετερα ἐνεποίησαν, τὸ δέ γε μεῖζον ὁ τῆς βασιλείας ερως εἰργάσατο, δι' ον οἱ περὶ αὐτὸν καὶ λόγον εἰς τὸν δῆμον ἐνέσπειραν ὡς ἐκ γραμμάτων Σιβυλλείων φαίνοιτο μὴ αλλως εσεσθαι τὰ Πάρθων ̔Ρωμαίοις ἁλώσιμα, εἰ μὴ βασιλεὺς αὐτοῖς συστρατεύσοιτο. καὶ ἐκ τῆς Αλβης δὲ πρὸς τὴν ̔Ρώμην ἰόντα τὸν Καίσαρα ἐτόλμησάν τινες προσειπεῖν βασιλέα. τοῦ δὲ δήμου θορυβηθέντος ἐκεῖνος οὐ βασιλεύς, ἀλλὰ Καῖσαρ εφη καλεῖσθαι. ̓Ελέγετο δὲ Καῖσαρ, ως τινες οιονται, οια δὴ τάχα τῆς μητρὸς αὐτοῦ ἐν τῷ τίκτειν θανούσης, καὶ αὐτοῦ δι' ἀνατομῆς προαχθέντος εἰς φῶς. οὐκ ἀληθὲς δὲ τοῦτό ἐστι· τὴν γὰρ μητέρα αὐτοῦ ζῆν οἱ περὶ αὐτοῦ συγγεγραφότες ἱστόρησαν καὶ αὐτοῦ ἀνδρωθέντος. τὸ δ' ἐξ ἀνατομῆς εἰς τὸν βίον ἐλθεῖν οὐκ ἐπ' αὐτῷ γέγονεν, ἀλλ' ἐπί τινι τῶν αὐτοῦ προγόνων, καὶ ἐξ ἐκείνου τὴν κλῆσιν εσχον οἱ ἐκείνου ἀπόγονοι. Προσιόντων δέ ποτε τῶν ὑπάτων αὐτῷ καὶ τῶν στρατηγῶν καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, οτι μὴ ἐξανέστη καθήμενος, οὐ μόνον ἐλύπησε τὴν βουλήν, 2.369 ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ προπηλακιζομένης τῆς πόλεως, καὶ μετὰ κατηφείας οἱ πλείους ἀπῆλθον εὐθύς. ἐπιγίνεται δὲ τοῖς προσκρούσμασι τούτοις καὶ ὁ τῶν δημάρχων προπηλακισμός. ἐτελεῖτο μὲν γὰρ τῇ πόλει ἑορτή, Καῖσαρ δ' ἐπὶ δίφρου χρυσέου καθήμενος κόσμῳ κατεκοσμεῖτο θριαμβικῷ· ̓Αντώνιος δὲ ὑπατεύων εἰς ἀγορὰν ἐνέβαλε φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον, καὶ ἐδίδου τῷ Καίσαρι. καὶ γίνεται κρότος οὐ λαμπρὸς ἐκ παρασκευῆς· ἀπωσαμένου δὲ τοῦ Καίσαρος απας ὁ δῆμος ἀνεκρότησε· καὶ τούτου δὶς γεγονότος ἡ πεῖρα ἐξηλέγχετο καὶ ὁ Καῖσαρ ἀνέστη. ἐπεὶ δὲ καὶ ἀνδριάντες αὐτοῦ διαδήμασιν ωφθησαν ἀναδεδεμένοι βασιλικοῖς, ἀπέσπασαν ταῦτα οἱ δήμαρχοι, καὶ τοὺς προσειπόντας βασιλέα τὸν Καίσαρα ἀπῆγον εἰς δεσμωτήριον. καὶ ὁ δῆμος ἐπὶ τούτοις ἐκρότει καὶ Βρούτους ἐκάλει τοὺς ανδρας· Βροῦτος γὰρ ην, ὡς ἱστόρηται ανωθι, ὁ καταλύσας Ταρκύνιον καὶ τὸ κράτος εἰς τὸ κοινὸν περιστήσας ἐκ μοναρχίας. ἐπὶ τούτοις ὁ Καῖσαρ παροξυνθεὶς τὴν μὲν ἀρχὴν τοὺς δημάρχους ἀφείλετο, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν, αμα καὶ τὸν δῆμον ἐφυβρίζων, πολλάκις Βρούτους ἀπεκάλει τοὺς ανδρας. ̓Εντεῦθεν πρὸς Μάρκον Βροῦτον τρέπονται οἱ πολλοί, ἐκ Βρούτου τοῦ πάλαι δοκοῦντα τὸ γένος ελκειν· καὶ πρὸς μόνον ἐκεῖνον η πρῶτον οἱ μεταβολῆς ἐφιέμενοι ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων προσομιλεῖν, νύκτωρ δὲ γράμματα περὶ τὸ βῆμα καὶ τὸν δίφρον ἐρρίπτουν ἐφ' ου στρατηγῶν ἐχρημάτιζε, λέγοντα "καθεύδεις, ω Βροῦτε" καί "οὐκ ει Βροῦτος." καὶ Κάσσιος δὲ παρώξυνεν αὐτόν. 2.370 Καὶ τῷ Καίσαρι δὲ πολλὰ λέγεται σημεῖα γενέσθαι δηλοῦντα τὸν ολεθρον, ων εν καὶ τοῦτό ἐστι. παριαύων τῇ γυναικὶ φωνὰς ἀσαφεῖς καὶ στεναγμοὺς ἀνάρθρους ἐκείνην ἀναπέμπουσαν ῃσθετο· ἐδόκει δὲ κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις εχουσα