339
ἱκετευουσῶν. Ποτώμενοσ. μέγα. πετόμενος δὲ, μικρόν. ( ̓Επίῤῥημα.) Ποῖ γῆσ. εἰς ποῖον τόπον. Πολλαχῶσ. ἀναριθμήτως. καὶ πολλαχῆ. Πονήρωσ. ἐπωδύνως. pi.1571 Πόῤῥω. μακράν. παρὰ τὴν πρὸ πρόθεσιν πρόσω, καὶ μεταθέσει πόρσω καὶ τροπῇ τοῦ ˉς εἰς ˉρ πόῤῥω. Ποσῶσ. μερικῶς. Πόσε. ἀντὶ τοῦ ποῦ. Ποσαχῶσ. πλειστάκις. Ποσαπλῶσ. ἀντὶ τοῦ πολλαπλῶς. Ποταμηδόν. δίκην ποταμοῦ. Ποταινί. προσφάτως. Πολυμερῶσ. διαφόρως καὶ ποικίλως. ὁ ̓Απόστολος· πολυμερῶς καὶ πολυτρόπως. Τὸ Π μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Πράμνειοσ. οινος ἀπὸ Πραμνείας ουτω καλουμένης ἀμπέλου. η παρὰ τὸ πραΰνειν τὸ μένος. Πρανοῦσ. κατωφεροῦς. Πρακτικόσ. οστις μετὰ τῶν λοιπῶν μερῶν τοῦ σώματος καὶ τῆς χειρὸς πράττει. οιον τέκτων, χαλκεὺς, καὶ τὰ ομοια. λογικὴ δὲ καὶ πρακτικὴ διαφέρει, οτι τὴν μὲν λογικὴν μόνος ὁ ανθρωπος ἐπίσταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλόγων ζώων. Πρᾷοσ. θυμοῦ καὶ ἐπιθυμίας παντελὴς πρὸς τὰ παρὰ φύσιν ἀκινησία. καὶ πραεῖς οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ. ὡς τό· μακάριοι οἱ πραεῖς. ἡ φύσις γὰρ πρὸς κακίαν ευκολός ἐστι καὶ ὀξύῤῥοπος ἐπὶ τὸ χεῖρον. καὶ πραότης ἡ βραδεῖα τὲ καὶ δυσκίνητος εξις. οὐ γὰρ καθόλου τὴν ἀπάθειαν τῇ ἀνθρωπίνῃ φύσει νομοθετεῖ ὁ κύριος, οὐ γὰρ δυνατὸν τῇ ἐνύpi.1572 λῳ ζωῇ τὸ αϋλον. ειρηται δὲ παρὰ τὸ πάντα ῥᾳδίως ποιεῖν. Πραίκων. ὁ κήρυξ. Πραιπόσιτοσ. τὸ ἀξίωμα. καὶ πραιτέξτατος. Πραίσιοι. ζῶα. Πρέμνοσ. ὁ κλάδος. Πρευμενήσ. ὁ αγαν εὐμενής. ἀπὸ τοῦ πρᾷος καὶ εὐμενής. Πρέσβισ. ὁ παρακλήτωρ, η ὁ ἀποκρισιάριος. παρὰ τὸ πρέσβις, πρέσβιος, πρέσβεες, πρέσβεις, ἡ εὐθεῖα τῶν πληθυντικῶν. ὡς οφις, οφιος, οφεες, οφεις. παρὰ τὸ πρεσβεῦσαι. Πρέσβυς καὶ πρεσβύτησ. ἀπὸ ἐτῶν ἑξηκονταεννέα μέχρι τέλους. παρὰ τὸ προβεβηκέναι τὴν ηβην. Πρηγορεών. ὁ λαιμὸς η τόπος, οπου ἀγείρεται ἡ τροφή. παρὰ τὸ ἀγεῖραι. ουτως λέγει ̓Απολλώνιος. Πρηνήσ. ἐπὶ πρόσωπον πεσὼν η τουμπροσθεν ἐπὶ στόμα. παρὰ τὸ πρόσω νενευκέναι πρενὴς καὶ πρηνής. †Πρηνὴς γενόμενοσ. ηγουν πεπρησμένος, ἐξωγκωμένος.† Πρηστήρ. κεραυνός· η ἀστραπὴ φλογίζουσα. ἐκ τοῦ πρήθω, τὸ καίω. τὸ δὲ πρήθω παρὰ τὸ αιθω, τὸ καίω. Πρηῶνοσ. τῆς ἐξοχῆς τοῦ ορους. πρίονος δὲ τοῦ ἐργαλείου, ˉι, καὶ μικρόν. Πρηνᾶσ. ἰχθύος ονομα. Πρῆστισ. ζῶον. Πριόνωτοσ. ἰχθὺς καὶ οφις. Πρίων. τὸ ἐργαλεῖον. †Προαλήσ. τόπος ὁμαλός.† pi.1573 †Πρόβλαστοσ. ὁ ∆ιόνυσος.† †Προκόπησ. ὁ εμπροσθεν κόπτων.† †Προνότησ. ὁ πρόχειρος.† †Πρόσπαιοσ. πρόσφατος.† †Προτρυγαῖοσ. βότρυς.† †Προύνεικοσ. ὁ ὑβριστής.† †Προφερέστατοσ. κρείττων. ενδοξος. η προτιμότερος.† Προσφορώτατοσ. ὁ τῷ καιρῷ, ἐπιτηδειότατος καὶ ἁρμοδιώτατος, η ὁ ποριμώτατος. Προασπιστήσ. ὁ βοηθὸς, ὁ πρόμαχος. Πρόβολοσ. πρόμαχος, η λίθος παραθαλάσσιος, ος προβέβληται πρὸ τῶν θαλασσίων τειχῶν. Προβλῆτι. προβεβλημένῳ καὶ προνενευκότι εἰς θάλασσαν. προβλὴς, προβλῆτος, προβλῆτι. Πρόχειροσ. ετοιμος. Πρόπολοσ. ὁ δοῦλος, ὁ ὑπηρέτης. *Προσκευθμένοσ. προσκεκρουμένος.* Προσήλυτοσ. ὁ ἀπὸ ξένης ἐλθὼν καὶ πρόξενος. Προΐκτησ. πένης, προσαίτης. ἡ πρὸ ἀντὶ τῆς παρά. παρὰ τὸ ἱκνεῖσθαι. τινὲς δὲ παρὰ τὸ ιζεσθαι. ο ἐστι δωρεάν τι λαμβάνειν. ὡς ̓Αρχίλοχος· ἐμεῦ δ' ἐκεῖνος οὐ καταπροΐζεται. ὁ δὲ ̔Ηρωδιανὸς ἀπὸ τοῦ ισσω φησίν. ὡς ̓Αρχίλοχος· προτείνω χεῖρα καὶ προΐσσομαι. Προμηθεύσ. οιον προμηδεύς· μεταβολῇ τοῦ ˉδ εἰς ˉθ. pi.1574 Πρόμοσ. ὁ πρόμαχος, ὁ βοηθός. τινὲς παρὰ τὸ πρόμαχος κατὰ συγκοπήν. βέλτιον δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται πρόβος, ὁ προβαίνων ἐν ταῖς μάχαις, καὶ κατὰ μετάθεσιν τοῦ ˉβ εἰς ˉμ, πρόμος. οἱ δὲ παρὰ τὸ νῶ, τὸ πορεύομαι, πρόνος καὶ πρόμος. Πρόμωτοσ. κύριον. καὶ προμῶτος, ὁ προκόψας, κατὰ ̔Ρωμαίους· οθεν καὶ προμωτίονες, αἱ προκοπαί. δηλοῖ δὲ καὶ ὁ πόῤῥω ὠθισθείς. Προπετήσ. ὁ αγαν ἐκπίπτων τοῦ δέοντος. εμφασιν γὰρ δηλοῖ ἐπιτάσεως. παρὰ τὸ πετῶ ῥῆμα, ο σημαίνει τὸ πίπτω, καὶ τὴν πρὸ πρόθεσιν, ο ἐστιν ἐπιτάσεως. Πρόσφατοσ. κυρίως ἐπὶ τοῦ νεωστὶ πεφονευμένου. ἐκ τοῦ φῶ, τὸ φονεύω, γίνεται παράγωγον φημὶ, ἐξ ου