339
τῷ μηδὲν ὠφελεῖσθαι ἐν τῇ συμβολῇ τοῦ λόγου καὶ ἑαυτοὺς παραβλάψοιμεν, τοῖς ἰοβόλοις αὐτῶν ῥήμασι δίκην ὄφεως φαρμακευόμενοι. ὁ θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν· τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Ἱκανούσθω σοι ταῦτα. τὸ δὲ ὀφειλόμενον ἡμῖν ἐξ ἀναγκαίου, ὅπως εὐαρεστήσωμεν τῷ Κυρίῳ, πῶς διαφευξόμεθα τὰς παγὰς τοῦ διαβόλου· δῆλον ὅτι ὑπόπτεροι τῷ πνεύματι γιγνόμενοι, τὰ ἄνω ζητοῦντες, τὰ ἄνω φρονοῦντες, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· ἀφ' οὗ καὶ ἥξει μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ, ἤγουν Ἰουδαίοις καὶ εἴ τισι σύμφροσι τῶν Ἰου-δαίων καὶ κατὰ πίστεως διαστροφὴν καὶ κατὰ βίου στρεβλότητα. Ταῦτα μελέτα, ὦ τᾶν, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν, παρακελεύεταί σοι Παῦλος, ὁ μέγας τῆς ἀληθείας κῆρυξ· τὰς δὲ μωρὰς ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας Ἰουδαϊκὰς παραιτήσαιο. ἵνα δὲ ἐν κεφαλαίῳ περὶ ὧν προέτεινας ἀποκριθῶμεν, ὅλον τὸ λῆμμα τῆς προφητείας περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστιν, ἐν ᾧ καὶ ὁ λαὸς ὁ ἀπωσμένος ἀνασέσωσται ἐκ τῶν τεσσάρων πτερύγων εἴτουν περάτων τῆς γῆς· τό τε ἐπὶ τῶν χειρῶν ἐζωγραφῆσθαι τὰ τείχη τῆς νέας Ἱερουσαλὴμ τὸ σταυρικὸν πάθος δηλοῖ, ἐπείπερ, ἥλοις ἐμπεπαρμένος ταῖς ἁγίαις χερσίν, ἀφηλοῖ τὸ ἀνθρώπινον ἐκ τῆς ἐμπαθοῦς καθ' ἁμαρτίαν ἕξεως καὶ ὡραιοῖ τῷ ἀρχετύπῳ κάλλει τῆς θεώσεως. ἐφ' οἷς μικρὸν διὰ τῆς τριημερονύκτου ἀναστάσεως, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας τοὺς υἱούς σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος. ἑπόμενα τούτοις τὰ συνημμένα τῇ προφητείᾳ χαρήσιμά τε καὶ ἑορτάσιμα καὶ πλήρη θυμηδίας. καὶ ὁ μὲν εὐγνώμων εἴσεται καὶ συνεπιφθέγξεται τὰ εἰκότα, ὁ δὲ ἀγνώμων Ἰουδαῖος στρεβλοκαρδιάσει καὶ οὔτε παλαιᾶς οὔτε νέας διαθήκης ἐπακούσεται ὑγιῶς· οὗ ῥυσθείημεν εὐχαῖς ἁγίων, ἡγιασμένε πάτερ, καὶ σωθείημεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 519 {1Εὐδοκίμῳ σπαθαρίῳ}1 Καὶ ἀφ' ἑαυτῶν ἐπαισθανόμεθα ὅσον τὸ πάθος καὶ τὸ ἄλγος, τὸ συμπεσὸν τῇ τιμιότητί σου· νῦν δέ, ἐπειδὴ ἠκούσαμέν σου καὶ τῶν πολυστενάκτων φωνῶν, ὑποδηλουσῶν ἕκαστα τῶν συμβεβηκότων ἀνιαρῶν, πλέον ἐπαιστάνθημεν καὶ συνηλγήσαμεν κατὰ τὸ εἰκός. ἀλλ' ὅμως, ὅπως ἂν μεθοδεύοις τὰ πράγματα, κατὰ δικαίαν ἔκτισιν θεοῦ ἀπαντήσαντά σοι, εὖ πράττων κἀν τούτῳ, ὡς κακίας μᾶλλον καὶ οὐκ ἀρετῆς βάσανον τὰς ἐπιφορὰς ἐνεχθῆναι. Ἡμεῖς δ' οὖν οὐ παυσόμεθα καὶ ἔτι πρὸς τὸ εὔσημον καὶ εὐδιάγνωστον ἀνθυποφέρειν τὸν λόγον. ἐστέρησαι τοιγαροῦν ὄψεως· καὶ ἀλγεινὸν (πῶς γὰρ οὔ;) τὸν λύχνον τοῦ σώματος ἀπολελωκέναι, ἀλλὰ πάλιν εὐχαριστήριον, ὅτι ἀβλεπτοῦμεν τὰ τοῦ κόσμου μάταια, ἐξ οὗπερ ὑποφέρεσθαι πέφυκεν πᾶς νοῦς οὐκ εὐκταίως. εἴρχθης προόδων καὶ συνόδων ἀστικῶν τε καὶ ἀνακτορικῶν; ἀλλ' οὖν γε λελύτρωσαι ἐκκλησίας πονηρευομένων καὶ συναναστροφῆς παρανομούντων (οἶδας ὃ λέγω). ἐψιλώθης τὰ ὑπάρχοντα; καὶ τοῦτο δυσφορώτατον· ἀλλ' ἔχεις τὸ κούφως φέρεσθαι καὶ ὑπερπλέειν τῶν βιωτικῶν περιστάσεων καὶ συναλλαγμάτων. ποῦ ποτ' ἂν εὗρες, ὦ θαυμάσιε, τόπον τοιοῦτον οἷον νῦν, ἐν ᾧ ἔστι σε σχολάζειν θεῷ καὶ γνῶναι αὐτὸν καθ' ὅσον οἷόν τε; ποῦ δὲ καιρὸν τοιοῦτον προσευχῆς, στεναγμοῦ, κατανύξεως, ἐκπετάσεως χειρῶν, ὅσων πρόκειται ὑμῖν ἀπολαύειν ἐκ τῆς ἐπενεχθείσης ἐπηρείας; οὐχ ὁρᾷς ὅτι εἰς καλόν σοι ἀπήντηκεν τὰ πράγματα, περιτραπείσης τῆς κακίας τῶν ἀνθρώπων εἰς σωτηρίαν σου; ἓν ἐπὶ πάντων διαγνωστέον, ὅτι κατὰ τὴν προτέραν ἀναστροφὴν δυστέκμαρτον ἦν ἐπιλαβέσθαι τοῦ σωτηρίου συντάγματος, πολλῶν ὄντων, ὡς οἶσθα, τῶν ἀντιπραττόντων τῷ εὐσεβεῖ σκοπῷ· νῦν δὲ ἤνοικται ὑμῖν οὐχὶ μόνη τῆς μετανοίας ἡ θύρα, ἀλλὰ καὶ τῆς οὐρανίου βασιλείας ἡ εἴσοδος, καὶ πᾶς τις τῶν εὖ φρονούντων ἐν τῷ μέρει τῶν