340
λόγοι καὶ ἐδεῖτο ὁ Λουκᾶς, ἐπηγγέλλετο ἀναχωρήσειν, βασιλίδι τε χάριν πολλὴν κατατιθέμενος ἐν τούτῳ καὶ αὐτῷ, ὄντι τῶν ἐπιτηδείων· ἄλλου γὰρ πρεσβεύοντος ἔφασκεν οὐκ ἂν πεισθῆναι. καὶ συνέβησαν εἰς Αἶνον τὰς τριήρεις ἐλθεῖν, αἷς χρήσεται πρὸς τὸν ἀπόπλουν, ἀγούσας καὶ τὰ χρήματα, ἃ ἐπηγγείλαντο αὐτῷ. Λουκᾶς μὲν οὖν τὰ μέγιστα κατεργασάμενος, ὡς ἐδόκει, ἐπανῆκεν εἰς Βυζάντιον, καὶ παρεσκευάζοντο αἵ τε νῆες καὶ τὰ χρήματα. Ἀμοὺρ δὲ μετὰ Καντακουζηνοῦ τοῦ βασιλέως εἰς τὴν Τραϊανούπολιν κατεσκαμμένην οὖσαν ἐκ πολλῶν ἐτῶν στρατοπεδευσάμενος, τὰς ἐκ Βυζαντίου περιέμενε τριήρεις. βασιλεὺς δὲ, ὀλίγῳ πρότερον τῶν Κουμουτζηνῶν προσχωρησάντων, Ματθαῖον ἔπεμψε τὸν πρεσβύτερον τῶν υἱῶν κατέχειν τὴν πολίχνην· ἐλθόντι δὲ καὶ ἄλλα φρούρια προσεχώρησαν περὶ ἐκείνην ᾠκισμένα, τό,τε προσαγορευόμενον Ἀσώματος καὶ ἡ Παραδημὼ, τό,τε Κρανοβούνιον καὶ Στυλάριον, ἃ καὶ μεγάλην ὕστερον πρὸς τὸν πόλεμον ὠφέλειαν εἰσήνεγκε. ξηʹ. Τότε δὲ νοσηλευομένου τοῦ υἱοῦ, ἐδόκει δεῖν ἐν ὅσῳ διαμέλλουσιν αἱ τριήρεις παραγίνεσθαι πρὸς ἐκεῖνον καὶ τῆς τε νόσου ἕνεκα ἐπισκεψάμενον καὶ περὶ ἄλλων ὧν ἐδεῖτο ὁμιλήσαντα, αὖθις ἀναστρέφειν. καταλιπὼν οὖν τὴν στρατιὰν ἐπὶ τοῦ στρατοπέδου, πεντήκοντα μόνους ἔχων Ῥωμαίων καὶ δύο τῶν Περσῶν, ἐβάδιζεν εἰς Κουμουτζηνὰ διὰ τὸ μηδεμίαν ἐν τῷ μεταξὺ πολεμίων ὑποπτεύειν ἔφοδον. ἐπεὶ δὲ ἐπεγένετο ἡ νὺξ, ηὐλίσαντο ἐπί τινι κώμῃ ἀοικήτῳ, 2.416 λείψανα τῆς ἀρχαίας συνοικίας ὀλίγα τινὰ ἐχούσῃ. συνέβη δὲ τῆς αὐτῆς νυκτὸς καὶ στρατιὰν Περσῶν πεζὴν ἄρτι περαιωθεῖσαν ἐκ τῆς Ἀσίας ἐπὶ λείαν, τοῖς ἐκεῖ αἰγιαλοῖς προσχεῖν, ἀποβᾶσαν δὲ ἐπὶ μὲν τῶν νεῶν τὴν φυλακὴν ἑκατὸν καταλιπεῖν, τοὺς ἐπιλοίπους δὲ, ὄντας περὶ χιλίους, ἐπὶ τὴν λεηλασίαν ἐξελθεῖν· γενομένους δὲ ἔνθα ηὐλίζετο ὁ βασιλεὺς, καὶ πόῤῥωθεν ἡμμένην πυρὰν ἰδόντας, ἐλθεῖν ἐπὶ τὸ χωρίον, πᾶσαν ποιουμένους πρόνοιαν ἀγνοηθῆναι, ὥστε κατασκέψασθαι, οἵτινες εἶεν οἱ χρώμενοι ἐκείνῳ τῷ πυρί· οὕτω γὰρ αὐτοὶ διηγοῦντο ὕστερον. ἐπεὶ δὲ ἐγένοντο ἐγγὺς, στρατιὰν ἰδεῖν πλήθει ὑπερέχουσαν, ὡς ἔδοξεν, αὐτῶν πολύ. εὐθὺς μὲν οὖν εἰσῄει δέος, μὴ αἰσθομένοις αὐτοῖς τοσούτοις οὖσιν οὐχ οἷοίτε ὦσιν ἀντισχεῖν, ἀλλὰ διαφθαρῶσι κρατηθέντες. ἔπειτα ὡς ᾐσθάνοντο ἀγνοηθέντες, ἐβουλεύσαντο διελόμενοι τετραχῇ καὶ περιελθόντες τὸ στρατόπεδον, προσβάλλειν ἀπροσδοκήτοις πανταχόθεν. οἰηθῆναι γὰρ διὰ τὸ ἀπροσδόκητον καταπλήξαντας περιγενέσθαι, καὶ πλειόνων ὄντων. οἱ βάρβαροι μὲν οὖν ἐποίουν κατὰ τὰ βεβουλευμένα, καὶ περιεκάθηντο τὸ στρατόπεδον, ἀναμένοντες τὸ σύνθημα. τῷ στρατηγοῦντι δὲ αὐτῶν ἐδόκει, μὴ πρὸς τοσαύτην στρατιὰν οὕτω διακινδυνεύειν, ἀγνοοῦντα ὅθεν τε εἴη καὶ τὸν ἀριθμόν· καὶ πέμψας δύο τῶν βαρβάρων πρὸς τὸ ὕδωρ, ᾔδεσαν γὰρ οὖσαν ἐκεῖ πηγὴν, ἐκέλευεν, εἰ δύναιντο, τῶν ἐκ τοῦ στρατο 2.417 πέδου συλλαμβάνειν τινὰ, ὥστε παρ' αὐτοῦ τι βέβαιον περὶ τῆς στρατιᾶς μαθεῖν. οἱ μὲν οὖν οὕτως ἐνήδρευον πρὸς τῇ πηγῇ, παιδίου δὲ ἑνὸς τῶν βασιλεῖ συνόντων ἐλθόντος ἐπὶ τὸ ἀρύσασθαι, ὥρμησαν μὲν οἱ βάρβαροι κατασχεῖν. μὴ δυνηθέντες δὲ διὰ τὸ διαδρᾶναι φυγῇ χρησάμενον, πρὸς τὸν στρατηγὸν ἐλθόντες, ἀπήγγελλον τὸ συμβὰν, ὡς ἤδη ἐγνωσμένων. τοῖς βαρβάροις δὲ τότε μᾶλλον ἔδοξεν ἡ στρατιὰ πλήθει τε αὐτῶν ὑπερέχουσα πολλῷ καὶ ἀπὸ μόνης φοβερὰ τῆς ὄψεως, ὥστε καὶ ἀπεγίνωσκον τὸ διὰ μάχης αὐτοῖς ἰέναι, ἀγαπητὸν ἡγούμενοι, ἂν ἐκεῖθεν ἀπαθεῖς κακῶν ἀπαλλαγῶσι, καὶ ἡσύχαζον, τὴν ἀναχώρησιν περιμένοντες τῆς στρατιᾶς. βασιλεὺς δὲ ἐπεὶ τὸ παιδίον τεθορυβημένον ἐλθὸν ἀπήγγελλεν, ὡς πρὸς τῇ πηγῇ διώκοιτο ὑπό τινων, Πέρσας δὲ τοὺς διώκοντας εἶναι οἰηθῆναι, τὸ μὲν ἀπεπέμψατο ὡς ὑπὸ φάσματός τινος ἐκπεπληγμένον, ἐκέλευε δὲ τοὺς ἑωθινοὺς ὕμνους ᾄδειν θεῷ· ἤδη γὰρ περὶ ὄρθρον ἦν ἡ νύξ. ἐπεὶ δὲ ἐκεῖνοι ἐτελοῦντο, τῶν ἵππων ἐπιβάντες ἀνεχώρουν τοῦ χωρίου, μηδὲν τῶν περισχόντων κακῶν εἰδότες. ἤδη δὲ ὄντες οὐ μακρὰν, θορύβου ἤκουον καὶ ἀλαλαγμοῦ Περσῶν ἐφ' οὗ ἐστρατοπεδεύοντο χωρίου. βασιλεὺς δὲ