340
κατεσφαγμένον. η καὶ μεθ' ἡμέραν ἐδεῖτο τοῦ ἀνδρὸς μὴ προελθεῖν εἰς τὴν σύγκλητον. ὡς δὲ καὶ θύσαντες οἱ μάντεις δυσιερεῖν ελεγον, εγνω πέμψας ̓Αντώνιον ἀφεῖναι τὴν σύγκλητον. Βροῦτος μέντοι ̓Αλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, τοῖς δὲ περὶ Μάρκον Βροῦτον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο Καίσαρος ὡς διαβολὰς ἑαυτῷ προστρίβοντος καταφρονήσεως πρὸς τὴν σύγκλητον. ηκειν γὰρ αὐτὴν ἐκείνου κελεύσαντος, καὶ πάντας ἑτοίμους ειναι ψηφίζεσθαι ωστε τῶν ἐκτὸς ̓Ιταλίας ἐπαρχιῶν ἀναγορεύεσθαι βασιλέα καὶ τὴν αλλην ἐπιόντα γῆν τε καὶ θάλασσαν ἑαυτῷ περιτιθέναι διάδημα. ταῦθ' αμα λέγων ὁ Βροῦτος ηγε τὸν Καίσαρα λαβόμενος τῆς χειρός. οἰκέτης δέ τις ἀλλότριος ἐντυχεῖν αὐτῷ προθυμούμενος ἀπιόντι μὴ δυνηθεὶς παρέδωκεν ἑαυτὸν τῇ τοῦ Καίσαρος γυναικὶ φυλάττειν, εἰπὼν εχειν μεγάλα πράγματα ἐπανιόντι καταγγεῖλαι τῷ Καίσαρι. σοφιστὴς δέ τις ̓Αρτεμίδωρος Κνίδιος βιβλίον περὶ τῆς συνωμοσίας γράψας καὶ ἐγγίσας αὐτῷ "τοῦτο" εφη "Καῖσαρ μόνος καὶ ταχέως ἀνάγνωθι· μεγάλα γάρ σοι καταγγελεῖ καί σοι διαφέροντα." ο δεξάμενος ἐκεῖνος ωρμησε μὲν ἀναγνῶναι, μὴ μέντοι δυνηθεὶς ὑπὸ τῶν ἐντυγχανόντων, κατεῖχε τῇ χειρί, καὶ παρῆλθεν ουτω πρὸς τὴν σύγκλητον. ἡ δὲ ὑπεξανέστη. τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τοῦ δίφρου αὐτοῦ περιέστησαν, οἱ δὲ ἀπήντησαν ὡς περί τινος 2.371 φυγάδος δεόμενοι. τὸν δὲ ̓Αντώνιον πιστὸν οντα Καίσαρι καὶ ῥωμαλέον εξω παρακατεῖχε Βροῦτος ̓Αλβῖνος. ὡς δὲ καθίσας ὁ Καῖσαρ διεκρούετο τὰς δεήσεις, ξίφει παρὰ τοῦ Κάσκα πρώτου πλήττεται τὸν αὐχένα, πληγὴν οὐ θανατηφόρον. ὡς δὲ καὶ τῶν συνωμοτῶν εκαστος τὸ ξίφος ἐγύμνωσε, λέγεται πρὸς μὲν τοὺς λοιποὺς ἀπομάχεσθαι ἐνειλούμενος καὶ κεκραγώς, οτε δὲ καὶ Βροῦτον ειδεν ἐσπασμένον τὸ ξίφος, ἐφελκύσασθαι κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον μηκέτι ἀπομαχόμενος. εικοσι μέντοι καὶ τρία λαβὼν τραύματα, ἀνδριάντος οντος ἐκεῖ Πομπηίου, περὶ τὴν βάσιν εὑρέθη κείμενος καὶ καθαιμάξας αὐτόν, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῷ φόνῳ τοῦ πολεμίου Πομπήιον. ̔Ο μὲν ουν Γάιος ̓Ιούλιος Καῖσαρ ουτως ὑπὸ φιλοτιμίας καὶ φιλαρχίας ἀπώλετο. οἱ γὰρ θωπεύοντες αὐτὸν τὸ φιλόπρωτον αὐτοῦ καὶ φιλόδοξον κατανοοῦντες οὐκ ἐπαύοντο αλλα ἐπ' αλλοις αὐτῷ ψηφιζόμενοι. ησαν δὲ τοιαῦτα τὰ ψηφιζόμενα, τὴν ἐπινίκιον στολὴν ἀεὶ φορεῖν, καὶ ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθέζεσθαι, τοῖς τε ῥαβδούχοις δαφνηφοροῦσιν ἀεὶ κεχρῆσθαι, πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπονομάζεσθαι, καὶ ἐς τὸ νόμισμα ἐγχαράττεσθαι, δημοσίᾳ τε ἑορτάζειν αὐτοῦ τὰ γενέθλια, ἐν τοῖς ναοῖς τε τῆς ̔Ρώμης καὶ ἐν πάσαις ταῖς πόλεσιν ἀνδριάντας αὐτοῦ ιστασθαι. ἐπὶ δέ γε τοῦ βήματος δύο αὐτοῦ ἀνδριάντας ἱδρύσαντο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος, τὸν δ' ὡς ἐκ πολιορκίας ῥυσαμένου τὴν πόλιν· ἐστεφάνωντο δὲ καὶ αμφω στεφάνοις τοῖς ἐπὶ τοιούτοις νενομισμένοις. βουλευτήριόν τε καινὸν οἰκοδομηθῆναι ἐπέταξαν, ιν' ̓Ιουλιανὸν 2.372 ἐπὶ τῷ αὐτοῦ κληθείη ὀνόματι. τιμητήν τε καὶ διὰ βίου καὶ μόνον αὐτὸν ἐψηφίσαντο ειναι, εχειν δὲ καὶ τὰ τῶν δημάρχων προνόμια· καὶ ει τις αὐτὸν εργῳ η λόγῳ ὑβρίσειεν, ἱερὸν ειναι ἐθέσπισαν καὶ τῷ αγει ἐνέχεσθαι. τί δὲ τὸ ἱερὸν ειναι νενόμιστο ηδη μοι προαφήγηται. χαίροντα δὲ τούτοις ὁρῶντες αὐτόν, ἐπίχρυσόν τε δίφρον αὐτῷ εδοσαν καὶ στολὴν ῃπερ οἱ βασιλεῖς πάλαι ἐκέχρηντο καὶ φρουρὰν ἐκ τῶν ἱππέων καὶ ἐκ τῶν βουλευτῶν, ευχεσθαί τε δημοσίᾳ ὑπὲρ αὐτοῦ καὶ τὴν τύχην αὐτοῦ ὀμνύναι καὶ τὰ πραχθησόμενα παρ' αὐτοῦ πάντα κύρια τυγχάνειν ἐνομοθέτησαν, ∆ία τε αὐτὸν ̓Ιούλιον προσηγόρευσαν, καὶ αλλα πλείονα, ινα μὴ τὸ καθ' εκαστον ἀπαριθμοῦντες τὸν ἀκροατὴν ἀποκναίωμεν, αὐτῷ ἐψηφίσαντο. ἐξ ων ἐπίφθονος εδοξεν η μᾶλλον νεμεσητός, καὶ καθ' ἑαυτοῦ πολλοὺς διηρέθισε, μέχρις αν εἰς τὸ ἐπελθὸν αὐτῷ κατηντήκει τέλος. Καὶ ὁ μὲν ουτω σφαγεὶς εκειτο, οἱ δὲ ἐκεῖ παρόντες απαντες ἐταράττοντο, τὴν τῶν σφαγέων ἀγνοοῦντες διάνοιαν, καὶ ὡς αὐτίκα κινδυνεύσοντες εφευγον, καὶ τοὺς