340
τό· -πέφαται δ' αριστος ̓Αχαιῶν. καὶ ἀρηΐφατος. Προσδιορισμόσ. πρόσρημα σημαῖνον, ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν σημαίνει, ὁ δὲ τρόπος τὸ ποιόν. τὸ ποσὸν, οιον, πᾶς ανθρωπος, τὶς ανθρωπος· τὸ ποιὸν, βαδίζει η οὐ βαδίζει. Πρόσφυξ. ὁ προφεύγων ἐν ἐκκλησίαις. Προπάτωρ. ὁ πρόγονος. Πρόσγειοσ. ὁ ταπεινὸς, η ὁ περὶ τὰ γήϊνα ἀσχολούμενος. Πρόεδροσ. ὁ ἡγεμών. pi.1575 Πρόοδοι. οἱ εμπροσθεν ὀψικεύοντες. Πρότονεσ. τὰ σχοινία. Προώλησ. ὁ πανώλης. Προφορικὸς λόγος ἐστὶ ῥημάτων σύνθεσισ. κατὰ περίφρασιν δὲ λέγεται συμπεριεκτικὸς, ὡσανεὶ περίφρασίς ἐστι βεβαίωσις, η ἀπόδειξις τῶν ηδη σαφηνισθέντων. Προφήτησ. ὁ προγνώστης τινῶν οὐ κατὰ φύσιν, ἀλλὰ κατ' ἐνέργειαν πνεύματος ἁγίου. η ὁ δι' ἐνεργείας πνευματικῆς τὰ μέλλοντα δηλῶν. ειρηται δὲ ἐκ τοῦ προφῶ, τὸ προλέγω· φῶ γὰρ τὸ λέγω ἐστί. Πρύλισ. ὁ πεζὸς ὁπλίτης. ὡς δαμῶ, δαμάζω, δάμαλις, ουτως περῶ, περόω, περύλις, καὶ συγκοπῇ πρύλις. Πρύτανισ. ὁ ταμίας, ὁ διοικητής· ὁ βοηθός. Πρωτότοκοσ. ου αλλος οὐ προετέχθη, καὶ μεθ' ον οὐ γεγόνασι ετεροι. Πρωκτόσ. ὁ ἀφεδρών. πρόακτός τις ἐστι. παρὰ τὸ δι' αὐτοῦ προάγεσθαι τὰ περιττώματα. Πρώονεσ. οἱ ὑψηλοὶ τόποι. παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὴν ἰὼν μετοχὴν γέγονε προΐων καὶ προὼν καὶ κατὰ συναίρεσιν πρὼν, πρωνὸς, πρῶνες καὶ πλεονασμῷ τοῦ ο πρώονες. Πρῶτοσ. παρὰ τὴν πρὸ πρόθεσιν καὶ καθ' ὑπέρθεσιν πρότατος, καὶ κατ' ἀποβολὴν τοῦ ˉτ πρόατος, καὶ κατὰ κρᾶσιν τοῦ ˉαˉο εἰς ˉω μέγα πρῶτος. οθεν οἱ ∆ωριεῖς πρῶτο λέγουσι κατὰ συγκοπήν. παρὰ δὲ τὴν πρὸ καὶ τὸ πρότερος παρῆκται. pi.1576 Προύνικοσ. εὐκίνητος. τοῦ Ψελλοῦ· προύνικος ὁ εὐκίνητος, πέριλος τὸ αἰδοῖον· ὁ κύριος τοῦ αρματος καλεῖται παραιβάτης. (Θηλυκόν.) Πραπίδεσ. φρένες, διάνοιαι, φρονήσεις. εστι ῥῆμα ἱῶ, τὸ πέμπω, οπερ ἐν συνθέσει γίνεται προϊῶ, κατὰ συγκοπὴν πρῶ καὶ φρῶ. ἐκ τούτου γίνεται φραπὶς καὶ πραπίς. ὡς λέπω, λεπίς. ἀφ' ης προΐενται τὰ βουλεύματα. Πρᾶξισ. ἀπαίτησις, ἐνέργεια. Πραϋπάθεια. ἡσυχία· πραΰτης. Πρᾳότησ. ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως εχουσα. η πραΰτης ἐστὶ κατάστασις καὶ ἠρέμησις ὀργῆς. η θυμοῦ εὐταξία κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν. Πρᾶξισ. πρᾶξις ἐστὶ ψυχῆς λογικῆς ἐνέργεια διὰ σώματος. †πρᾶξις κυρίως ἐστὶ λογικὴ ἐνέργεια, ης οὐδὲν τῶν ἀλόγων οιόν τε κοινωνεῖν.† Πρασιαί. τετράγωνα σχήματα ἐν τῇ γῇ, α ποιοῦσιν οἱ κηπουροί. οἱονεὶ περασίαι τινὲς ουσαι, παρὰ τὸ περατοῦσθαι, καὶ κατὰ συγκοπὴν πρασιαί. Πρᾶσισ. ἡ ἐπὶ τῆς πραγματείας. οἱονεὶ πέρασίς τις ουσα, ἡ ἐξ ἑτέρου εἰς ετερον μεταβαίνειν ποιοῦσα τὰ πιπρασκόμενα. Πραίδα. ἡ λῃστεία. Πρεσβυγένεια. παλαιοτέρα γένεσις. Πρέσβα. ἐντιμοτάτη, πρεσβυτάτη. ἀπὸ τοῦ πρέσβεια κατὰ συγκοπὴν πρέσβα. οἱονεὶ ἡ πρεσβευτική. pi.1577 Πρέσβειρα. ἐντιμοτάτη· παρακλήτρια· πρεσβεύτρια. Πρῆσισ. ἡ πρᾶσις, η ἡ πρᾶξις. πρίσις δὲ ἀπὸ τοῦ πρίζω, ἰῶτα. Πρίσκιλλα. κύριον. Προαίρεσισ. ἀδούλωτόν τι χρῆμα καὶ αὐτεξούσιον, ἐν τῇ ἐλευθερίᾳ τῆς διανοίας κείμενον, η αιρεσις βουλευτικὴ τῶν ἐφ' ἡμῶν πρακτέων. η προαίρεσις ἐστὶ, δύο τινῶν προκειμένων, τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερὸν, οτι βουλή ἐστι μετ' ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας· προαιρετὸν γάρ ἐστι τὸ ετερον πρὸ τοῦ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ προαιρεῖται μὴ προκρίνας. †Πρόκνη. ῥόπτρον· πάγη θηρίων· τὸ ἐπιπίπτον τῆς πάγης.† †Πρόσκλησιν. προτροπήν.† Προσοχή. νῆψις προσεχὴς, ἀκλινῶς καὶ ἀνεπιστρόφως ἑαυτῆς καὶ τῶν ἑαυτῆς θεωρός. Προσευχή. συνουσία καὶ ενωσις θεοῦ καὶ ἀνθρώπων. η αιτησις ἀγαθῶν μεθ' ἱκετηρίας προσαγομένη τῷ θεῷ, η τῆς πρὸς τὰ ῥηθέντα καλὰ τοῦ τετηρηκότος μεταποιήσεως αιτησις. η ἀρετῆς επαθλον, ο μάλιστα χαίρων θεὸς ἀντιδίδωσιν. η προσευχή ἐστιν ὁμιλία νοῦ πρὸς θεὸν, η κατάστασις νοῦ φθαρτικὴ παντὸς ἐπιγείου νοήματος. η αιτησις ἀγαθοῦ παρὰ τῶν εὐσεβῶν εἰς θεὸν γενομένη. η αιτησις ων πέφυκεν ὁ θεὸς ἀνθρώποις