340
σῳζομένων σε τετάξεται, περὶ οὗ πᾶς σπουδαῖος ἐπείγεται καὶ οὗ τοῦ τυχεῖν οὐδὲν τῶν ἁπάντων ἀνταξιώτερον. εἴθε ἦν πως ἀντάλλαγμα γενέσθαι εἰς τὸ ἀμείψασθαι ἀλλήλοις τὰς αἰσθήσεις· καὶ πολλοῦ ἂν εὐχῆς μοι ἔργον ἦν τῇ ἀφαιρέσει τῆς ὄψεως συναφαιρεθῆναι καὶ τῶν πρὸ τῆς ὄψεως κέντρων τῆς ἁμαρτίας. Ἀλλὰ ταῦτα μὲν κατὰ φιλίας τρόπον· σὲ δὲ ὁ ἀγαθὸς θεὸς ἡμῶν παρακαλέσειε παρακλήσει πολλῇ οἴσειν πάντα εὐχαρίστως κατὰ μίμησιν τοῦ μακαρίου Ἰὼβ καὶ ἀξιώσειεν καὶ εἰς τὴν κατ' ὀφθαλμοὺς ὁμιλίαν ἐλθεῖν ἡμᾶς ποτε, ἵνα, ὅσα νῦν διαφεύγει τοῖς γράμμασι, ζώσῃ φωνῇ ἀναπληρώσαιμεν καὶ μᾶλλον τηνικαῦτα γνωρίσωμεν ἀλλήλους, ἐκ μικρᾶς πρότερον πείρας ἀπογευσάμενοί σου τῆς γλυκείας ἀγάπης. 520 {1Νικήτᾳ σπαθαρίῳ}1 Ἐπὶ μὲν μικροῖς πάθεσιν ἔστιν ἐξευρίσκειν εὐκόλως τὰς παρακλήσεις τὸν προαιρούμενον παραμυθεῖσθαι τοὺς κακουμένους· ἐπὶ δὲ τοιούτῳ μεγίστῳ πάθει, ἐν ᾧ περιεσχέθη ἡ θεοφίλειά σου, τίς ἂν καὶ ἐξευρεθείη λόγος παρακλητικός; τίς δὲ ὁ ἐπιχειρῶν θεραπεύειν τοιοῦτον ἄλγος ἐπιστημόνως δυνηθείη; ὢ τῆς ἀπευκταίας ἀκοῆς· ἀπερράγη σοι ἡ κυρία ἡ ὁμόζυγος, ὡς ἄρτι ἤκουσται ἡμῖν, ἀφῃρέθη τὸ μόνον παραμύθιον ἐν ταῖς συμβατικαῖς περιστάσεσιν, ἀπεκοσμήθη ἡ εὐλογημένη ἑστία· οἱ κλάδοι κατηφεῖς, τῆς ἀγαθῆς ῥίζης ἐκκοπείσης, οἱ θεράποντες καὶ αἱ θεράπαιναι ὧδε κἀκεῖσε περιειλούμεναι, ὡς οὐκ ἔχουσαι τὸ δεσποτικὸν πρόσωπον ἐπιλάμπον τῇ οἰκίᾳ· τὰ πάντα κατηφείας μεστά, τάχα καὶ ὁ ἀήρ σοι ἠλλοιωμένος τῇ ἀλλοιώσει τῶν φρενῶν. ποῦ ἡ προσιεμένη σε ἐπανιόντα οἴκοι περιχαρῶς ἀπὸ τῶν ἀνακτορικῶν διατριβῶν; ποῦ ἡ τοὺς ἀγχιστεύοντας δεξιουμένη ἐπιεικῶς, ἡ τόδε καὶ τόδε καὶ ὅσα ἐστί, συντόμως εἰπεῖν, διευθετοῦσα καὶ συμβιβάζουσα, οἰκονομοῦσά τε καὶ οἰκουροῦσα ὅσα τὰ κατ' οἶκον, ὅσα τὰ πρὸς ἄλλους οἰκείους τε καὶ ἐπιξενουμένους; πάντα οἴχεται καὶ ἀπόλωλε, καὶ γεγόναμεν ὡς ἐν ἐρημίᾳ πάντων τῶν προσόντων ἀγαθῶν ἀπεστερημένοι. Τοιοῦτον καὶ τηλικοῦτον τὸ πάθος τῆς τιμίας σου ψυχῆς, ὦ δέσποτα, καὶ οὐδεμία παραμυθία πρὸς ἀνθρώπου, ἱκανουμένη καταλεᾶναι τὴν φλεγμαίνουσάν σου καρδίαν, ἢ παρὰ μόνου θεοῦ, τοῦ παρακαλοῦντος τοὺς ταπεινοὺς τῇ καρδίᾳ διὰ τῆς τῶν ἀγαθῶν λογισμῶν ἀναλήψεως. ἐκείνη μὲν οὖν ἡ μακαρία (μακαρία γάρ ἐστιν), ἐπὰν τὴν πίστιν πρὸς θεὸν ἐκέκτητο ἀσφαλῆ, καὶ τὸν βίον διετέλει σεμνόν· οὗ γνωρίσματα πολλά, ὧν καὶ ἡμεῖς οὐκ ἄμοιροι τετυχήκαμεν, τὸ δὲ τελευταῖον, ὅτι ὡς χρυσὸς ἐν πυρὶ τῇ μακροτέρᾳ καὶ δυσοίστῳ νόσῳ δοκιμασθεῖσα ἀπέπτη τῶν ἐνθένδε. οὐκοῦν ἀρκετὸν ἡμῖν τοῦτο εἰς παρηγορίαν, ὅτι τηλικαύτην ὁμόζυγον παρέπεμψας μὲν θεῷ, ὑπόδειγμα καλλίστης πολιτείας τὸν ἑαυτῆς βίον ἐναφήσασαν ἡμῖν, καὶ ἄλλως ὅτι, τὰ θεῖα ὤν πεπαιδευμένος αὐτός, οὐ τοσοῦτον ὀφείλεις ἐκσταθῆναι ἐπὶ τῷ γεγονότι· οἶδας γὰρ ὅτι, εἰς γέννησιν ἐληλυθότες κατ' εὐδοκίαν θεοῦ, πάντως τῇ γεννήσει συνεζευγμένη καὶ ἡ ἔξοδος ἡμῖν προσγίνεται καὶ οὐδεὶς ἄνθρωπος ἀθάνατος καὶ οὐδεμία συζυγία ἀδιάζευκτος. ἀναθεωρήσωμεν, εἰ δοκεῖ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τήμερον καὶ εὑρήσομεν τὴν ὑπάλληλον διαδοχὴν κατιοῦσαν ἕως ἂν καὶ συσταίη ὁ τῇδε κόσμος. ποῦ οἱ φύσαντές σε, δέσποτα, καὶ οἱ ἐκείνους τεκόντες; καὶ ἀναποδίζων οὐδὲν ἄλλο εὑρήσεις ἢ ῥοὴν καὶ ἀπορροὴν τὰ ἀνθρώπινα. τί οὖν ἐστι νῦν τὸ ζητούμενον; ὅπως εἰς ἡμᾶς αὐτοὺς γενοίμεθα, καὶ τὰ μὲν εἰκότα ἐπιτάφια ἐπιτελέσωμεν τῇ ἀειμνήστῳ, ὑπὲρ ἧς καὶ ἡμεῖς οἱ ταπεινοὶ οὐκ ἐλάχιστα ηὐξάμεθα, εἰ καὶ οὐκ ἠκούσθημεν ὡς ἁμαρτωλοί, τὸ ἐπιμεῖναι αὐτὴν ἐν τῷδε τῷ βίῳ, τὰ δὲ τῶν παίδων εὖ διαθώμεθα καὶ τὰ ἡμέτερα ἐξόδια προευτρεπίσωμεν, ἐμβιοτεύοντες τῷ βίῳ θεοπρεπῶς, ἵνα, μεταστάντες τῶν ἐνθένδε ὁπηνίκα ἐπιτρέπει ἡ πρόνοια, εὑρήσομεν ἐκεῖσε τὴν καλὴν ὁμόζυγον, ἐν ἀπείροις αἰῶσι χαίρουσαν σὺν ἡμῖν αὐτοῖς ἐπὶ μεθέξει τῶν ἀπορρήτων ἀγαθῶν. Ταῦτα, εἰ καὶ ἐλάχιστα πρὸς παρηγορίαν, ὅμως ὅτι ἐπιδεικτικὰ τῆς ἀγάπης σου, ἥτις καὶ χαρισθείη ἡμῖν εὔθυμος καὶ εὐπαρηγόρητος