341
πέμψας τοὺς συνόντας δύο Πέρσας, ἐκέλευε πλησίον γενομένους μανθάνειν, οἵτινες εἶεν, παρ' αὐτῶν. τῶν δὲ ἐπιδραμόντων ἅτερος μὲν ἑάλω τῶν πεμφθέντων, ὁ δὲ λοιπὸς τετραυματισμένος ἐπανελθὼν, ἀπήγγελλεν, ὡς εἴη στρατιὰ Περσῶν πολλὴ, ἀγνοουμένη ὑπ' αὐ 2.418 τῶν· οἱ μέντοι βάρβαροι παρὰ τοῦ κρατηθέντος γνόντες, ὡς εἴη βασιλεὺς ὁ Καντακουζηνὸς πεντήκοντα μόνους ἄγων στρατιώτας, ἐξεπλήττοντό τε τὸ γεγενημένον καὶ θεὸν ᾤοντο αὐτοῦ χεῖρα ὑπερέχειν καὶ ῥύεσθαι οὕτω κινδύνων χαλεπῶν. βασιλεὺς δὲ οὐδὲν πλέον μαθεῖν δεδυνημένος, ἢ ὅτι Περσικὴ στρατιὰ ἡ ἐπελθοῦσα ἦν, ἦλθεν εἰς Κουμουτζηνὰ πρὸς τὸν υἱὸν, καὶ ὁμιλήσας ὅσα ἔδει, ταχέως ἐπανέστρεφεν εἰς τὸ στρατόπεδον. ἐπανιόντι δὲ ἠγγέλλετο, ὡς ἐκ Βυζαντίου ψιλοὶ τοξόται ἐν πεντηκοντόροις τέσσαρσιν ἐλθόντες, καὶ ἑτέρων ἐκ τῆς Θρᾴκης ἐπιγενομένων πεζῶν, Ἀσώματον τὸ φρούριον πολιορκοῖεν. ἐδόκει δὴ οὖν ἅμα τοῖς συνοῦσι πεντήκοντα βοηθεῖν ἐπὶ τοὺς τὸ φρούριον πολιορκοῦντας. ἐκεῖνοι δὲ ἐπεὶ ἐπιοῦσαν εἶδον τὴν στρατιὰν, ἐπὶ γεωλόφου τινὸς ἠμύνοντο ἀνελθόντες· καὶ οἱ περὶ βασιλέα δὶς καὶ τρὶς ἐπιχειρήσαντες, ἐκείνου ἀπαγορεύοντος διὰ τὸ μὴ μάχεσθαι μετὰ συνέσεως πρεπούσης στρατιώτῃ, οὐκ ἠδυνήθησαν κρατῆσαι διὰ τὴν ἐκ τοῦ τόπου ὀχυρότητα καὶ τὸ ἀμύνεσθαι αὐτοὺς τοῖς βέλεσι συχνοῖς. ὡς δὲ ἐτραυματίζοντο οἵ,τε ἵπποι καὶ οἱ στρατιῶται, ἐκέλευεν ὁ βασιλεὺς ἕπεσθαι αὐτῷ, εἰ βούλοιντο κρατεῖν τῶν ἀντιτεταγμένων. καὶ ἐδόκουν ἀναχωρεῖν καταλιπόντες· ἐκεῖνοι δὲ οὐ συνιδόντες τὴν ἀπάτην καὶ νομίσαντες, ἀπειπόντας τὴν πρὸς αὐτοὺς μάχην ἀναχωρεῖν, τοῦ λόφου κατελθόντες, ἐχώρουν ἐπὶ τὰς ναῦς. οἱ δὲ αὐτίκα ἐπιδραμόντες, ἐπεὶ πρὸς τὸ πεδίον ἦσαν, ἀπέκτεινάν τε οὐκ ὀλίγους καὶ τοὺς πλείστους αὐτῶν εἷλον, ὀλίγων τινῶν διαφυγεῖν 2.419 δεδυνημένων. βασιλεὺς δὲ εἰς τὸ στρατόπεδον πρὸς Τραϊανούπολιν ἐπανελθὼν, ἐπεὶ καὶ ἡ στρατιὰ ἐκείνη ἡ περικαθημένη τῆς νυκτὸς, ὥσπερ εἴρητο, ἧκε πρὸς Ἀμοὺρ, γνωρίσας οἷα συμβαίη περὶ αὐτὸν καὶ ὅπως ἐκ κινδύνων φανερῶν ὑπὸ θεοῦ ῥυσθείη αὐτός τε καὶ οἱ περὶ αὐτὸν ἅπαντες, πολλὰς ὡμολόγουν χάριτας θεῷ τῆς σωτηρίας καὶ τῆς προνοίας τῆς περὶ αὐτούς. παρῄνει τε ὁ βασιλεὺς τοῖς συνοῦσι μηδέποτε ἀμελεῖν τῆς φυλακῆς μάλιστα νυκτὸς, τοῖς συμβεβηκόσι παραδείγμασι χρώμενος. εἰ γὰρ μὴ θαῤῥοῦντες αὐτοὶ τοῖς τε ἐν Τραϊανοῦ στρατοπεδευομένοις καὶ τοῖς ἐν Κουμουτζηνοῖς μετὰ τοῦ υἱοῦ, τὴν προσήκουσαν ἑαυτῶν ἐποιοῦντο φυλακὴν, οὐκ ἂν τοιούτοις περιέπιπτον κινδύνοις, ὧν εἰ μὴ θεὸς ἐῤῥύετο φιλανθρώπως, κἂν πεπονθότες ἦσαν ἄξια δακρύων. ταῦτα μὲν οὖν τὸν τρόπον τοῦτον συνηνέχθη. Ἀμοὺρ δὲ, ἐπεὶ αἵ,τε Βυζαντίηθεν τριήρεις ἧκον καὶ τριάκοντα ἐκ τῶν σφετέρων εἰς τὴν Αἶνον, βασιλεῖ ἐπαγγειλάμενος ἐν πεντεκαίδεκα ἡμέραις πέμψειν στρατιὰν, αὐτός τε ἐπανήξειν μετ' ὀλίγον καταστησάμενος τὰ οἴκοι, καὶ μέχρι παντὸς αὐτῷ συνδιατρίψειν ἄχρις ἂν ὁ πόλεμος καταλυθῇ, καὶ συνταξάμενος εὐθὺς ἀπέπλευσεν. εἴσω δὲ τριῶν καὶ δέκα ἡμερῶν, ἣν ἐπηγγείλατο στρατιὰν ἔπεμψε πρὸς βασιλέα. τότε μὲν οὖν δυσχερείας ἔδοξε πολλῆς ἡ ἀναχώρησις Ἀμοὺρ αἰτία γεγονέναι βασιλεῖ· ὕστερον μέντοι τῆς περὶ αὐτὸν τοῦ θεοῦ κηδεμονίας οὐ μικρὸν καὶ αὕτη δεῖγμα ἐφαίνετο γεγενημένη. τριήρεις 2.420 γὰρ τέτταρες καὶ εἴκοσι Λατινικαὶ ἔκ τε Ῥοδίων καί τινων παρεσκευασμέναι, ἐπέπλευσαν τῇ Σμύρνῃ καὶ τὸ πρὸς τῷ λιμένι φρούριον εἷλον, καὶ ναῦς ἐνέπρησαν οὐκ ὀλίγας Περσικάς. Ἀμοὺρ δὲ παρὼν καὶ ἀμυνόμενος, ὡς μάλιστα ἐνῆν, οὐκ ἴσχυσε περιγενέσθαι τῆς Λατινικῆς δυνάμεως. ἄχρι γὰρ νυνὶ ὑπ' ἐκείνων ὁ Σμύρνης ἔχεται λιμήν. ἔλεγε δὲ ὁ βασιλεὺς, ὡς, εἰ συνέβαινεν Ἀμοὺρ κατὰ τὴν Θρᾴκην διατρίβοντος ἁλῶναι Σμύρναν, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι τῆς εἰς βασιλέα ἕνεκα εὐνοίας τὴν πόλιν Ἀμοὺρ ἀπολωλεκέναι ἂν ὑπώπτευσαν. νυνὶ δὲ ἐκείνου μετὰ τῆς στρατιᾶς ἐκεῖ παρόντος, μηδεμίαν πρὸς αὐτὸν αἰτίαν εἶναι τῆς ἁλώσεως. δι' ἃ πολλὰς ἀπεδίδου θεῷ εὐχαριστίας τῆς περὶ αὐτὸν κηδεμονίας, ὅτι καὶ ἃ δοκεῖ συμβαίνειν δυσχερῆ, πρὸς τὸ λυσιτελοῦν ὕστερον ἀποδείκνυται